Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 62 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1
οηʹ. Εἰς τὸ «ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας θεοῦ». Ἀλλὰ πῶς «ἡμεῖς μοῖρα θεοῦ»; ἤρετό τις τῶν συνειλεγμένων ἐνταῦθα, τὸ θεολογικὸν ῥητὸν προβαλλόμενος, ὃ δὴ τὸν Περὶ φιλοπτωχίας λόγον ὁ μέγας ἐκεῖνος διεξοδεύων πατὴρ κεκρυμμένως ἄγαν καὶ σοφῶς τέθεικεν. ἐπαπορήσειε γὰρ ἄν τις ὡς ἅπαν δὴ μόριον ἀπομεμέρισται οὗ ἀποτέτμη ται, τὸ δὲ μερίζεσθαι σωμάτων πέφυκεν ἴδιον· ἀκρωτηριασμὸν γὰρ ἄντικρυς ἐμφαίνει τὸ ὄνομα. ἆρα οὖν τὸ καθ' ἡμᾶς ἀπὸ σώματος ὥσπερ ὄντος τοῦ θείου ἀπομεμέρισται; εἰ δὲ ἡμεῖς μὲν ἐκ σώματος συνεστήκαμεν καὶ ψυχῆς, ἄλλο δὲ παρὰ ταῦτα τὸ θεῖον, πῶς μοῖρα τοῦ θείου τυγχάνο μεν; Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς, καινήν τινα ὁδὸν τῆς φιλοσοφίας τεμόμενοι καὶ πάντα εἰκῇ πρὸς ἄλληλα συγχέοντες καὶ συμφύροντες, οὐκ ἠρυθρίασαν σῶμα λεπτὸν τὸν θεὸν προσειπεῖν· «ἔνθερμον» γὰρ «πνεῦμα» ἐν τοῖς οἰκείοις δόγμασι τοῦτον ὠνόμασαν, ἀφ' οὗ δή φασι τἆλλα συνεστηκέναι σώματα, λεπτότερα μὲν ὅσαπερ ἐκείνου τυγχάνει ἔγγιον, ἀναλόγως δὲ τῆς λεπτότητος ὑφιέμενα τὰ πορρώτερον κείμενα. πρὸς οὓς ἄν τις τοῦτο δὴ μετριάσειεν ὅτι· ὦ λῷστοι, αἱ δὲ ψυχαὶ καὶ ἡ λοιπὴ ἀσώματος φύσις πρὸς τίνος δεδημιούργηται; τὸ γὰρ χείρονα δημιουργεῖν τὰ κρείττονα οὐκ ἂν δοίητε. ἀλλ' οὗτοι μὲν ἐάσθων. οἱ δ' ἀπὸ τῆς Ἀκαδημίας τῆς τε πρεσ βυτέρας καὶ τῆς νέας ἀσώματον διαρρήδην τὸ θεῖον, ὅ τι ποτέ ἐστιν, ὡμολόγησαν, σωμάτων καὶ ψυχῶν καὶ νόων δημιουργόν. τούτοις δὴ καὶ ἡ καθ' ἡμᾶς φιλοσοφία συνεπομένη αὐτά τε σαφῶς διατάττεται καὶ ὅτι οὐδὲν τῶν ὄντων ἐκείνῳ προσείκασται. πῶς οὖν οὗτος ὁ μέγας περὶ ἀνθρώπων διαλεγόμενος ἀπόμοιραν τούτους εἶπε τοῦ κρείττονος; Ὁ μὲν οὖν λόγος οὕτως ἐργώδης καὶ πολλὰς ἔχων τὰς ἀντιλαβάς· εἰ δέ τις αὐτῷ φιλοσόφως προσέλθοι διαιρέσει τῇ Πλάτωνος χρώμενος, εὕροι ὅπῃ τὸ ἀληθὲς κέκρυπται. ὅτι μὲν οὖν οὐδὲν τῶν ὄντων ἕν ἐστι καθαρῶς, φιλόσοφοι καὶ γενναῖοι ἄνδρες ξυνωμολόγησαν· ἥ τε γὰρ ὕλη εὐθὺς ἄπειρος. διὸ καὶ κατὰ ταύτην ἐστὶν ἡ εἰς τὸ ἄπειρον τομή, τό τε εἶδος τῇ ὕλῃ συνδυαστὸν καὶ παντοπαθὲς διὰ ταύτην γενόμενον τῆς τοῦ ἓν εἶναι προσηγορίας ἀπήλλακται. ἀλλὰ δὴ καὶ ψυχή, ὑπὲρ τὴν ὕλην ἑαυτὴν στήσασα, πολυμιγὴς καὶ πολυδύναμος πέφυκεν, ἀλλ' οὐδὲ αὐτὴ ἀπήλ λακται διαστάσεως· ὅθεν οὐδ' ἔχει τὰ εἴδη τῶν ὄντων συνεσπειραμένως, ἀλλ' ἀνελίττει ταῦτα, ἀπὸ τῶν προτάσεων χωροῦσα ἐπὶ τὸ συμπέρασμα. ὁ δὲ νοῦς ἔχει μέν τινα τοῦ ἑνὸς ἔμφασιν, ὡς καὶ ἡ ἀρχαία φιλοσοφία φησίν, οὐ διιστάμενος, οὐδὲ δι' ἄλλου μέσου ὁρῶν ἕτερον, ἀλλὰ συνεπτυγ μένως τὰ τῶν ὄντων εἴδη ἐν ἑαυτῷ συλλαβών. πλὴν ἀλλὰ καὶ οὗτος πολλά· αὐτὰ γὰρ τὰ ὄντα ὁ νοῦς, ἃ δὴ πολλά εἰσιν, ἀλλ' οὗτος ἑαυτὸν νοεῖ, ἑαυτὸν δὲ νοῶν τὰ ὄντα νοεῖ, τὰ δὲ ὄντα πολλά· καὶ ὁ νοῦς ἄρα πολλά. εἰ δ' οὗτος πολλά, τί ἂν ἄλλο ὑπερβαίη ὥστε μὴ εἶναι πολλά; ναί, φησίν, ἀλλὰ τὸ ὂν τὸν νοῦν ὑπερπέπτωκεν· ἐφ' ἃ μὲν γὰρ ὁ νοῦς, καὶ τὸ ὄν, ἀλλ' οὐκ ἐφ' ἃ τὸ ὄν, καὶ ὁ νοῦς· ὅσα μὲν γὰρ νόες εἰσὶν ἢ νοῦν ἔχει, καὶ ὄντα εἰσίν· ὅσα δὲ ὄντα τυγχάνει, οὐ δήπου πάντα καὶ νοεῖ. ἀλλ' αὐτόθεν ὁ λόγος ἔρχεται· εἰ γὰρ τὸ ὂν ἐπὶ πολλὰ ἔχει τὴν δύναμιν, οὐ δήπου ἕν ἐστι καθαρῶς, ἀλλὰ καὶ ὑπὲρ τούτων ἕνωσις, ἡ δ' ἕνωσις ἢ ἑνάδων ἢ συνθέτων συναθροισμός, ὥστε καὶ αὕτη πολλά. τί δ' ἂν εἴποι τις περὶ τῶν ἑνάδων; ἆρα γὰρ οὐδὲ τούτων ἑκάστη ἕν; πῶς οὖν ἑνάς; ἀλλὰ διὰ τοῦτο, ὦ λῷστε, οὐχ ἕν, διότι ἑνάς· ὑπερβέβηκε γὰρ τὸ ἕν· ὃ δὲ ὑπερβέβηκέ τι, οὐ καθαρῶς ἐκεῖνό ἐστιν οὗ ὑφεῖται. Ἐπεὶ οὖν τὸ θεῖον ἄλλο παρὰ τὰ ὄντα, ἕν ἐστι μόνως κατὰ δευτέρους καὶ τρίτους λόγους καὶ ὂν καὶ νοῦς καλούμενος. ἀλλ' ἐκεῖνο μέν, αὐτὸ δὴ ὅπερ λέγεται, ἀμιγῶς ἔχει πρὸς τὸ ἀντίθετον· εἰλικρινῶς τε γάρ ἐστιν ἓν καὶ κυρίως ὂν καὶ νοῦς ἀκήρατος καὶ μακάριος, τῶν δ' ἄλλων εἴ τι οὕτως λέγεται, κατὰ μετοχὴν ἐκείνου ἔστι τε καὶ ὀνομάζεται. ἣν οὖν οἱ τῆς ἔξω φιλοσοφίας μετάδοσιν καὶ μετοχὴν κατωνόμασαν, μοῖραν ἐν ταῦθα ὁ μέγας πατὴρ προσηγόρευσε. τοῖς μὲν γὰρ πολλοῖς ἐκ ψυχῆς μόνης καὶ σώματος ὁ ἄνθρωπος δοκεῖ τὴν σύστασιν ἔχειν· ἔννουν δὲ αὐτόν φασιν εἶναι, ὡς τοῦ νοῦ μέρους τοῦ κυριωτάτου τῆς ψυχῆς τυγχάνοντος. ἐμοὶ δὲ καὶ τοῖς κυρίως φιλοσοφήσασιν ἄλλο τι παρὰ τὴν ψυχὴν ὁ νοῦς ἔστι καὶ λέγεται. καὶ ὥσπερ τὸ σῶμα ψυχῆς μετουσίᾳ ζῇ τε καὶ κινεῖται, οὕτως καὶ ἡ ψυχὴ νοῦ παρουσίᾳ νοεῖ· ὅπου δὲ νοῦς, ἐκεῖ καὶ τὸ ὄν· ἔνθα δὲ τὸ ὄν, ἐκεῖ καὶ τὸ ἕν. ὥστ' εἰ καὶ τοῦ ἑνὸς ἐν μετοχῇ καθέσταμεν, ἀλλ' ἓν κυρίως ὡμολόγηται ὁ θεός, ὥστε καὶ τοῦ θεοῦ εἰκόνας ἐν ἑαυτοῖς καὶ ἐμφάσεις κεκτήμεθα, δι' ἃ δὴ καὶ μοῖρα τυγχάνομεν τοῦ θεοῦ. Ἀλλ' ἦμεν ποτὲ ἓν οὐ τὴν φύσιν, ἀλλὰ τὴν ταὐτότητα τῆς γνώμης καὶ τῶν κινήσεων· ὡμολόγει γὰρ τὸ ἐν ἡμῖν ἓν τῷ καθ' ἡμᾶς ὄντι, καὶ τοῦτο τῷ νῷ, καὶ οὗτος τῇ ψυχῇ, καὶ αὕτη τῷ σώματι· μᾶλλον δέ, ἵνα τἀκρι βέστερον εἴπω, τὸ μὲν σῶμα τῇ ψυχῇ εἵπετο, ἐκείνη δὲ τοῖς ὑπερβεβηκόσι καὶ αὐτῷ τῷ ἑνί, διὰ δὲ μέσης ψυχῆς καὶ νοῦ καὶ ὄντος καὶ τὸ σῶμα πρὸς τὸ ἓν ἀναγόμενον καὶ αὐτὸ ἓν ἦν κατὰ μετοχήν. ταῦτα μὲν πρότερον· ἀφ' οὗ δὲ τὸ κατ' εἰκόνα κάλλος ἡ ψυχὴ ἀπεβάλετο, κατὰ νώτου ἑαυτῆς τὸ θεῖον ποιησαμένη παράγγελμα, διεσπάσθη ἡ θεία αὕτη σειρά, καὶ τῶν μεταδόσεων μὴ διαδιδομένων κατ' ἀναλογίαν τῆς ὑποστάσεως, διεσπάσθη τὰ μέρη καὶ γέγονεν ἡ μὲν ὁλότης μέρος, ἡ δὲ κοινότης πολυπλήθεια. διὰ τοῦτο Χριστὸς «ἀκρογωνιαῖος λίθος» ὠνόμασται καὶ ἡνώθη διὰ μέσης ψυχῆς, ἵνα τὰ ἄκρα συνάψῃ ἓν καὶ σῶμα καὶ γενώμεθα πνεῦμα καὶ νοῦς καὶ θεός, «καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ» τε καὶ ῥέοντος. Σὺ δέ μοι ὅρα τὸ «καὶ ἄνωθεν ῥεύσαντας» ὅσην ἔχει τὴν δύναμιν· τὸ γὰρ ἓν ἐνταῦθα αἰνίττεται, ὃ δὴ ὁ λόγος ἀνωτέρω τοῦ ἐν ἡμῖν νοῦ καὶ τοῦ ὄντος ἀπέδειξεν· ἄνωθεν γοῦν ἀληθῆ ὑπέστημεν τὴν ῥοήν. ὥσπερ γὰρ ἐπὶ τῶν Ἡρακλείων δεσμῶν, οὓς δὴ νόμος τοὺς γόητας παραλαμβάνειν ἐπὶ τῶν συλληπτικῶν μαγειῶν, ἢν τὴν ἀρχὴν τοῦ δεσμοῦ διαλύσῃς, τὸ πᾶν ἔσῃ διαλυσάμενος, οὕτω δὴ καὶ ἐπὶ τῆς καθ' ἡμᾶς σειρᾶς, ἢν τὸ ἓν ἀποσπάσῃς τοῦ δεσμοῦ, εὐθὺς καὶ τὸ ὂν καὶ ὁ νοῦς καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ἡ θεία αὕτη σειρὰ συνδιασπᾶται καὶ συνδιαλύεται. δεῖ οὖν ἡμᾶς, εἰ μὲν ζῶμεν σώματι μόνῳ, πρὸς ψυχὴν ἐπαναδραμεῖν καὶ τὸν δεσμὸν εὑρεῖν παρὰ φιλοσοφίας ὅτῳ τὴν ὕλην εἰς τὴν ψυχὴν συνδήσομέν τε καὶ ἀναλύσομεν· εἰ δὲ «ψυχικοί» ἐσμεν «ἄνθρωποι», σωμάτων μὲν ὑπερκεί μενοι, τὴν δὲ ἀνθρώπῳ προσήκουσαν ζῶντες ζωήν, ὥστε «μὴ» δύνασθαι «δέξασθαι τὰ τοῦ πνεύματος», ἐπανελθεῖν πρὸς τὸν νοῦν· ἀλλ' οὐδὲ οὗτος τὸ κυρίως ὄν, ἀπὸ γοῦν τούτου καὶ τῷ ὄντι προσεικασθῆναι ἡμᾶς χρεών, εἶτα πρὸς αὐτὸ τὸ κεφάλαιον τοῦ καθ' ἡμᾶς δεσμοῦ τὸ ἓν ἐπαναδραμεῖν, καθ' ὃ δὴ μόνον μοῖρα τυγχάνομεν τοῦ θεοῦ. ὁ γὰρ θεὸς κυρίως μὲν ἕν, οὐ κυρίως δὲ νοῦς· ὁ γὰρ νοῦς εἰδῶν ἐστιν ὑποστάτης, εἶδος αὐτὸς τυγχά νων τὸ ἀμιγές, οὐ μὴν δὲ καὶ τῶν στερήσεων. Εἰ δὲ νοῦς κυρίως ὁ θεός, αἱ στερήσεις πόθεν; εἰ μή που τὸν δημιουργὸν καὶ ὄντα νοήσομεν. ἀλλ' αἱ στερήσεις πολλαί, δεῖ οὖν πρὸ τῶν ἄλλων τὰς ἑνώσεις εἶναι καὶ τὰς ἑνά δας· διὸ δὴ πρὸ πάντων τὸ ἕν. Τὸ μὲν οὖν «μοῖραν εἶναι ἡμᾶς τοῦ θεοῦ» παρὰ τοῦ μεγάλου σοφῶς πάνυ ῥηθὲν ἀρκούντως πρὸς τὴν ἡμετέραν διεξωδεύθη δύναμιν, μᾶλλον δὲ συνεπτύχθη ἀνελιχθέν. ὁ δὲ τὰ πάντα χρυσοῦς ἐμοὶ λιβελλίσιος οὐ κατὰ τοὺς τραγικοὺς δαίμονας ἀπὸ μηχανῆς παρεισήχθη τῷ λόγῳ, ἀλλὰ κατὰ τὰ κρείττονα τῶν θείων πνευμάτων, προμηθείᾳ ὄντως τοῦ μόνως κρείτ τονος, κάλλιστον τῷ λόγῳ γέγονεν ἐπεισόδιον. οὗτος γὰρ τῷ τῆς φιλοσο φίας γένει τὴν ἑαυτοῦ ἐμβιβάσας ψυχὴν καὶ ἀπὸ τοῦ πολλὰ εἶναι εἰς τὸ ἓν ἀναλύσας, κάλλιστον γέγονε τῷ βίῳ τούτῳ θαῦμά τε καὶ διήγημα. τὴν γοῦν ἑνάδα ταύτην ἐν ἑαυτῷ τε κοινῶς καὶ ἐμοὶ τετήρηκε, δεσμὸν ἀμφοῖν εὑράμενος τὴν φιλίαν, ἥντινα δὴ θεὸς ἕνωσιν τῶν διῃρημένων ὥσπερ μηχανησάμενος εἰς ἓν ἄγει τὰ διεστηκότα καὶ συναιρεῖ τὰ πολλὰ καὶ τὸ πλῆθος ποιεῖ ἕν. ταύτῃ δὴ καὶ οὗτος χρησάμενος, πρῶτον μὲν τὰ ἑαυτοῦ μέρη ὁμολογοῦντα ἀλλήλοις πεποίηκεν, εἶτα δὴ ἰσοδύναμον ἐν ἑαυτῷ κἀμοὶ τὸν λόγον εὑράμενος, οὕτω συνέδησε πρὸς ἑαυτὸν καὶ συνέσφιγξεν, ὡς μὴ διῃρῆσθαι δοκεῖν, ἀλλ' ἔχεσθαι ἀλλήλων καρτερῶς τῇ δυνάμει τοῦ φιλοσόφου δεσμοῦ. διὰ ταῦτα πρὸς τοῦτον ἐγὼ καὶ πλεῖστα τῶν ἐμῶν συγγραμμάτων ὑπηγόρευσα, καὶ τὴν γλῶτταν, πρὸς ἄλλους ἐπέχων, πρὸς τοῦτον διελυσάμην καὶ πᾶσαν ἐμαυτοῦ δύναμιν ἀνεκάλυψα. κἀγὼ μὲν κατ' ἴσον ἐμαυτῷ τὴν τοῦ λόγου παραμετρῶ δύ ναμιν· ὁ δέ μοι καὶ μαθητιᾷ καὶ τοῦ ἐμοῦ γυμνασίου γίνεται καὶ τὸν ἐν ταύτῃ τῇ στοᾷ χορὸν τῷ καθ' ἑαυτὸν μέρει ἀναπληροῖ, Ἀριστοτέλης φοιτῶν παρὰ Πλάτωνα, ὃν ἐγὼ οὐκ ἂν ὡς ἐκεῖνος «πῶλον» κατονομάσαιμι πρὸς τὸν οἰκεῖον διδάσκαλον καταναιδευόμενον, «νοῦν» δὲ «τοῦ ἀκροατη ρίου» καὶ τοῦ Πυθαγορικοῦ τούτου ὁμακοείου αὐτὸ τὸ κεφάλαιον.

Intertext edge

Open linked passage

Note