Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
οθʹ. Εἰς τὸ «τοσοῦτον διὰ σὲ ἄνθρωπος, ὅσον γίνῃ σὺ δι' ἐκεῖνον θεός» Περὶ τῆς θείας ἐνανθρωπήσεως ὁ λόγος· ὅσον γὰρ σὺ ὁ σπουδαῖος θεοῖς σεαυτὸν καὶ ἀναβαίνεις ταῖς ἀρεταῖς καὶ τῇ εἰς θεὸν οἰκειότητι, τοσοῦτον πάλιν συγκαταβαίνεις τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ νοητῶς καὶ ἐννοεῖς ἀναλόγως τῆς θεώσεως, ἧς ἐκτήσω διὰ σπουδῆς, τὴν ἀνθρω πότητα τοῦ Χριστοῦ, καὶ οὕτως τοσοῦτον γινώσκεις ἐκεῖνον διὰ σὲ ἐνανθρωπήσαντα, ὅσον σὺ γίνῃ θεὸς δι' ἐκεῖνον, καὶ διὰ βίου σπουδαίου ἄνθρωπος γίνεται σοί, τουτέστιν, ὅσον θεωθῇς, τοσοῦτον ἐν τῇ σῇ γνώσει πίστει καταλαμβάνεται ἡ τοῦ Χριστοῦ ἀνθρωπότης.