Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 64 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1
πʹ. Εἰς τὸ «θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος» Ἐπειδὴ καὶ ὁ μέγας οὗτος ἐτόλμησε πατὴρ τῶν ἀνεφίκτων ἐφάψασθαι, ὡς αὐτὸς δήπου τῷ λόγῳ παραδηλοῖ, τολμητέον ἄρα καὶ ἡμῖν τὴν ἐκείνου τόλμαν διερευνῆσαι. κλίμακα γάρ τινα λογικὴν ὑποθέμενος, εἰπεῖν δὲ καὶ τεχνικήν, δι' ἧς ἡμεῖς τε ἄνιμεν πρὸς τὸ θεῖον, κἀκεῖνο πρὸς ἡμᾶς ἐμφαν τάζει τὴν κάθοδον, ἀπὸ τοῦ ἀλήπτου ἀρξάμενος ἐς τὴν ἡμετέραν κατέληξε θέωσιν, μᾶλλον δὲ διὰ τοῦ ἀλήπτου ἡμᾶς πρὸς τὸ θεῖον ἀνήγαγε. τὴν μὲν γὰρ ἀκαταληψίαν τὸ θαῦμα, τοῦτο δὲ ὁ πόθος καὶ τοῦτον ἡ κάθαρσις καὶ ταύτην διαδεξαμένη ἡ θέωσις τὴν ἕνωσιν ἡμῖν τοῦ θεοῦ κατεργάζεται· ἐπεὶ γὰρ ἅπαξ ἐθαυμάσαμεν τὸ ἀνέφικτον τοῦ θεοῦ, εἶτα θαυμάσαντες ἐποθήσαμεν καὶ ποθήσαντες ἐκαθάρθημεν καὶ καθαρθέντες θεοειδεῖς ἐγενόμεθα, ὡς οἰκείοις ἡμῖν ἤδη τὸ ἐντεῦθεν ὁ θεὸς προσωμίλησε, μᾶλλον δὲ καὶ προσομιλεῖ, καὶ συνδιατίθεται οὕτως ἀναγομένοις καὶ θεουμένοις. Ἀλλὰ τὸ μὲν θαυμάσαι τὴν ἀκαταληψίαν τοῦ κτίσαντος, εἶτα ποθῆσαι τὸ ἐραστὸν καὶ τὸ ἀκρότατον ἐφετὸν καὶ διὰ ταῦτα τυχεῖν τῆς καθάρσεως κἀντεῦθεν τὴν εἰκόνα δεῖξαι τῷ πλάσματι τοὺς θείους χαρακτῆρας ἐμ φαίνουσαν, οὔπω μέγα τοσοῦτον· διὰ τοῦτο οὐδὲ τολμηρὰ ταῦτα δοκεῖ τῷ πατρί· τὸ δὲ τὸν θεὸν ὡς θεοῖς ἡμῖν ἑνωθῆναι καὶ γνωρισθῆναι καὶ τοσοῦτον ὅσον ἐκεῖνος οἶδε τοὺς ἀξίους τῆς ἐκείνου γνώσεως, τοῦτο δὴ καὶ τόλμα ἄντικρυς λεγόμενον καὶ θαῦμα νοούμενον. τὸ μὲν γὰρ θεοειδῆ γενέσθαι τινὰ οὔπω καινόν· τὸ δὲ θεὸν κατ' ἴσον τῷ πλάσαντι, τοῦτο δὴ καὶ καταληπτικὴν φαντασίαν ὑπερβέβηκε καὶ πᾶσαν λογικὴν ἔφοδον. ὥσπερ γὰρ τὰ μετέχοντα τοῦ ἑνὸς ἑνοειδῆ ἂν εἰκότως λέγοιτο, ἀλλ' οὐχ ἕν, οὕτω δὴ καὶ τὰ μετέχοντα τοῦ θεοῦ θεῖα μὲν ἄν τις εἰπὼν καὶ θεοειδῆ οὐ διαμάρτοι τοῦ πρέποντος, θεοῦ δὲ προσηγορίας αὐτὰ ἀξιῶν τολμηρὸς ἂν οὗτος δικαίως καλοῖτο, τὴν ἐσχάτην τόλμαν ἀνατεινόμενος ἐπὶ τὸν θεόν· τὸ δὲ καὶ ἑνοῦσθαι τοῦτον τοῖς μετέχουσι τούτου θεοῖς καὶ τοσοῦτον γνωρίζεσθαι ὅσον ἐκεῖνος τούτους ἐπίσταται, τοῦτό μοι καὶ τόλμης ἐπέκεινα δοκεῖ καὶ θράσος ἄντικρυς. Τί οὖν; καταψεύδεται ἡμῶν ὁ πατὴρ οὕτω πως λέγων καὶ τὰ μέγιστα τοῖς διδασκομένοις ἐπαγγελλόμενος; ἢ τοῦτο μὲν οὐχί, ἀγνοεῖ δὲ τὸ τοῦ θεοῦ μέγεθος καὶ τὴν ἡμετέραν βραχύτητα; καὶ πῶς, ὅς γε πολλαχοῦ τῶν οἰκείων λόγων τὴν ἡμετέραν εὐτέλειαν ἀποδύρεται, νῦν μὲν τοῖς λο γίοις προσχρώμενος, νῦν δὲ ἰδίας ἐννοίας ἀνατυπούμενος, κἀντεῦθεν τὸν ἱερέα δεδίττεται καὶ μετὰ φρίκης προσάγει τῷ βήματι; εἰ οὖν ταῦτα ἄτοπα, τίς ὁ λόγος δι' ὃν καὶ τοσοῦτον ἐτόλμησεν ὁ μακάριος καὶ τὴν τόλμαν εἰπεῖν οὐκ ἀπώκνησε; «τολμᾷ» γάρ φησι «νεανικὸν ὁ λόγος», καὶ τὴν τόλμαν δεικνὺς λέγει, «θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος». Ἐμοὶ γοῦν δοκεῖ, μᾶλλον δὲ ἡ δόξα ἀποπεφάνθω, ὡς τὸ τολμᾶν ἐνταῦθα ταὐτόν ἐστι τῷ θαρρεῖν. ὥσπερ γὰρ εἴ τις κλίμακα ἀπὸ γῆς εἰς οὐρανὸν ἀναπλάσειε χιλίοις διαμεμετρημένην βαθμοῖς, εἶτά τινα ταύτῃ προσάγων καὶ ἀπὸ τῆς κάτω βαθμίδος ἀναβιβάζειν ἀρξάμενος, οὐκ ἂν ἀπὸ ταύτης εἰπεῖν τολμήσειεν ὅτι τῷ οὐρανῷ ἤδη προσήγγισεν ὁ πρὸς τοῦτον κλι μακηδὸν ἀνιών, οὔτε μὴν ἀπὸ τῆς μετ' ἐκείνην εὐθὺς ἢ τῆς μετὰ ταύτην, ἐπειδὰν δὲ τῇ ἐσχάτῃ προσπελάσειεν ὁ τῇ πρὸς τὸν οὐρανὸν ἀνόδῳ χρώ μενος, θαρρῶν ἂν ὁ χειραγωγῶν εἴποι ὅτι «τολμήσω τι νεανικῶς εἰπεῖν» (ἡ δὲ τοῦ λόγου τόλμα, ὅτι «αὐτῷ που προσήγγισας, ὦ λῷστε, τῷ οὐρα νῷ»), οὕτω δὴ καὶ ὁ τὴν θείαν ἡμῖν ταύτην κλίμακα τεκταινόμενος, ἧς ἐπὶ μὲν τῆς κορυφῆς ἥδρασται ὁ θεός, ἡμεῖς δὲ κάτω ἐναρξάμενοι πρὸς ἐκεῖνον πορευόμεθα, πρῶτα μὲν τῷ θαύματι ὡς ἐσχάτῃ βαθμίδι προσήγα γεν, εἶτα ἐπὶ τὸν πόθον ἐπανεβίβασε, μεθ' ὃν ἀναβιβάζων ἠξίωσε τῆς καθάρσεως, εἶτα προσάγων θεοειδεῖς ἀπετέλεσεν· ἐπὶ δὲ τῆς ἄκρας ἡμᾶς ἀναβιβάσας ὑψώσεως, ἐφ' ἧς θεὸς ἐμφαντάζεται, ἐνταῦθα μόνως ἐτόλμησε τὸ νεανικὸν τοῦτο πρόσρημα ἐπειπεῖν τὸ «θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος». Εἰ μὲν γὰρ ἐπὶ τῆς τοῦ θαύματος βαθμίδος μένοντας ἢ τῆς τοῦ πόθου ἢ τῆς καθάρσεως ἢ τῆς θεοειδείας, ταύτης τῆς προσηγορίας ἠξίωσε, θρασύτητος ἦν ἄντικρυς γέμον τὸ ὄνομα· ἐπεὶ δὲ τῷ θείῳ ἀνακεράσας φωτί, θεοὺς διὰ τὴν σύγκρασιν ἀπειργάσατο, ἐνταῦθα, φησί, «τολμᾷ τι νεανικὸν ὁ λόγος». ὁ γὰρ τῆς ἀναγωγῆς λόγος, δι' οὗ πρὸς θεὸν ἄνιμεν, ἐν μὲν ταῖς κατὰ μικρὸν ἀνόδοις οὐ θαρρεῖ θεοὺς ὀνομάσαι τοὺς ἀνιόντας· ἐπειδὰν δὲ αὐτῷ προσάξῃ τῷ κρείττονι καὶ μηδὲν μέσον ἡμῶν τε κἀκείνου γνῷ διατείχισμα, θεοὺς θαρρούντως ἀποκαλοίη, τοῦτο μὲν ὅτι καὶ τὴν γραφὴν οὕτως εὑρίσκει καλοῦσαν τοὺς ἀξίους τοῦ ῥήματος («ἐγὼ γὰρ εἶπα», φησὶν ἡ ἀλήθεια, «θεοί ἐστε», καὶ ἀλλαχοῦ, «θεούς σου οὐ κακολο γήσεις», καὶ πάλιν, «θεὸς θεῶν κύριος ἐλάλησεν»), τοῦτο δὲ καὶ διὰ τὸ ἀξίωμα τοῦ προσλήμματος, ὃ δὴ θεοὺς κυρίως γενομένους ἡμᾶς δὴ τοὺς ὁμοφυεῖς αὐτῷ, εἴ γε βουλοίμεθα, τοῦ θείου ὀνόματος ἀξιοῖ. «τολμᾷ» γοῦν φησί «νεανικὸν ὁ λόγος», οὐ θρασύ τι καὶ ἐπικίνδυνον (ἔστι γάρ τις καὶ τοιαύτη τοῦ νεανικοῦ σημασία), ἀλλὰ γενναῖον καὶ ὑψηλὸν καὶ ὄντως ἀνδρῶδες καὶ θαρραλέον· τί δὲ τοῦτό ἐστι; «θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος». Ἀλλὰ τίς ἡ πρὸς ἡμᾶς τοῦ θεοῦ ἕνωσις; πῶς δὲ ὅλως τὸ κρεῖττον ἑνώ σεως καὶ πρὸς πᾶσαν φύσιν μίξεώς τε καὶ ἀνακράσεως ἡμῖν ἑνοῦται τοῖς κάτω κἀντεῦθεν γνωρίζεται; τὸν μὲν οὖν ἀληθῆ λόγον καὶ πάντῃ ἀνέλεγ κτον αὐτὸς ἂν εἰδείη μόνος θεός· τὸν δὲ «δυσελεγκτότατον» ἡμεῖς ἀπο δώσομεν, τοῖς τῆς ἀρχαίας φιλοσοφίας λόγοις ἑπόμενοι. θεός, ὅ τι ποτέ ἐστιν, ἁπανταχοῦ ἐστιν, οὐ διαστατῶς, ἀλλ' ἀμερῶς, καὶ πᾶσι μὲν ἰσοτίμως τὰς ἰδίας ἀστραπὰς ἐπαφίησι, τῶν δὲ μετ' ἐκεῖνον ἀναλόγως ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν μᾶλλον ἢ ἧττον ταύτην ἀστράπτεται· ὥσπερ δὲ καὶ ἡλίου ἁπανταχοῦ θέοντος καὶ πᾶσιν ἐλλάμποντος τὰ μὲν ἀμέτοχα πάντῃ τῆς ἐκεῖθεν αἴγλης εἰσί, τὰ δὲ πλεῖον ἢ ἔλαττον καταλάμ πεται, τὰ δὲ καὶ ἀποτομώτερον ἐντρανίσαντα ταῖς ἐκείνου αὐγαῖς καὶ τὸ οἰκεῖον φῶς προσαπώλεσαν. οὕτω δὴ καὶ τοῦ θεοῦ πανταχοῦ παρόντος καὶ ὑπὲρ τὸ πᾶν ἑστηκότος, ἃ μὲν τῆς αὐτοῦ παρουσίας αἰσθάνεται καὶ ἐπιστρέφεται πρὸς αὐτόν, ἃ δὲ πρὸς τὴν ὑπερβάλλουσαν αἴγλην τυφλώτ τοντα πρὸς τὸ τῆς ὕλης λεῖον ὥσπερ ὄμμα νοσοῦν ἀπὸ τῶν ἡλιακῶν ἀστραπῶν ἐπέστραπται ἡδέως πρὸς τὴν σκιάν. ὅσοι μὲν οὖν ὑπὲρ τὸ σῶμα γενόμενοι ἔγνωσαν ἑαυτοὺς ὅτι νοῦς εἰσι μόνοι σώματι διὰ τὴν γένεσιν προσχρησάμενοι, ἐκάθηράν τε τὸν ἑαυτῶν νοῦν καὶ κατάλληλον πρὸς ὑποδοχὴν τῷ πρώτῳ καὶ δημιουργῷ νῷ ἀπειργάσαντο, τούτοις ἑνοῦται θεός. νοῦς γὰρ ὢν ἀκήρατος τῷ νῷ ἀμέσως προσομιλεῖ καὶ διὰ τούτου ψυχῇ συγγίνεται, ὥσπερ διὰ ταύτης προσπελάζει τῷ σώματι· ἑνοῦται δὲ {ὡς} οὐχ ὡς ἐκεῖνός ἐστιν, ἀλλ' ὡς ἡμεῖς δυνάμεθα χωρεῖν τὴν ἕνωσιν. Οὕτω μὲν «ἑνοῦται» θεὸς ἀνθρώποις, τῆς οἰκείας μὴ ὑποκαταβὰς ἀξίας, ἀλλὰ μένων ὑπὲρ τὸ πᾶν καὶ τοῖς κεκαθαρμένοις καὶ νοεροῖς ἐν σκηνῶν· ἐντεῦθεν δὲ καὶ «γνωρίζεται». οὐδὲ γὰρ ἂν ἄλλως δυνηθείη τις γνωρίσαι θεόν, μὴ πρὸς ἐκεῖνον τὴν οἰκείαν ἀναλύσας ψυχὴν καὶ ἐν ταύτῃ αὐτὸν εἰσδεξάμενος· μὴ γὰρ οὕτως ἔχων μηδ' οὕτως τῇ πρώτῃ ἐκείνῃ πηγῇ ὥσπερ ἀπ' ἐκείνου ῥυεὶς ποταμὸς ἐκεῖσε ἐναχθεὶς οὐ γνώσῃ θεόν, κἂν «πρὸ πάντων» λέγοις κἂν τὸ ἀγέννητον αὐτῷ μαρτυρῇς κἂν δημιουρ γὸν τῶν ὄντων ἀποφαίνῃ. ταῦτα γὰρ ἐξ ἑτέρας γλώσσης μεμαθηκὼς ἐφ υμνεῖς τῷ θεῷ, ὅθεν οὔπω γνωρίζεις θεόν. ἐπεὶ καὶ περὶ τοῦ ἡλίου, ὃς δὴ καὶ τοῖς ὄμμασιν ἡμῶν ὑποπίπτει, πολλὰ δήπου φαμέν, «νυμφίον ὥσπερ ἐκ παστοῦ πορευόμενον», «γίγαντα» διὰ τὸ μέγεθος, σφαῖραν διὰ τὸ παν ταχόθεν ἐλλάμπειν, ἀπειροπλάσιον κατὰ τὸ μέγεθος τῆς ὑποκειμένης γῆς, «πρὸς βορρᾶν καὶ πρὸς νότον» κινούμενον, πλείονι διαστήματι τῆς σελήνης ἀπέχοντα ἢ ἐκείνη τῆς γῆς. ἀλλὰ ταῦτα οἱ μὲν εἰκάζοντες ἀπ εφήναντο, οἱ δ' ἀποδεικνύντες ἐξ ἀνομολογήτων ἀρχῶν· εἰ δέ τις ὑπὲρ τὴν σελήνην γενόμενος αὐτῷ δὴ τῷ ἀστέρι προσεπέλασεν, τότε δὴ ὅσον μὲν τὸ μέγεθος, οἷον δὲ τὴν φύσιν ἐγνώρισεν. οὕτω δὴ καὶ θεὸς οὐκ ἄλλως ἡμῖν γνώριμος γίνεται ἢ ἑνωθεὶς ὅσον δὴ χωρῆσαι τὴν ἐκείνου δυνάμεθα ἕνωσιν. Γνωρίζεται δέ, φησίν, «τοσοῦτον ὅσον» κἀκεῖνος «ἴσως τοὺς γινωσκο μένους» ἐπίσταται. τοῦτό ἐστιν ἡ «σιδηρᾶ πύλη» ἣν Πέτρος μὲν διέβη ἀγγέλου χειραγωγοῦντος· ἡμεῖς δὲ πῶς διαβησόμεθα, μηδενὶ χειραγωγῷ χρώμενοι; πάλιν οὖν τόλμα καὶ πάλιν νεανιεύματα. ἔγωγ' οὖν φημι μὴ κατὰ τὸ ἴσον μέτρον τῆς γνώσεως γινώσκειν τε ἡμᾶς τὸν θεὸν φάναι τὸν ἅγιον καὶ ἡμᾶς τὸν θεόν, εἰ καὶ ἡ τοῦ λόγου συνθήκη κατὰ τὴν πρόχειρον τοῦτο ἐμφαίνει διάνοιαν. ὑποδείγματι δὲ πρὸς ὃ λέγειν βουλόμεθα χρησά μενοι, εὐσύνοπτον ὃ νενοήκαμεν παραστήσομεν. θεὸς ἀνέφικτον χρῆμα καὶ ἀκατάληπτον, οὐ τῇ γεννητῇ ταύτῃ φύσει μόνον, ἀλλὰ καὶ ταῖς ὑπερκειμέναις δυνάμεσι, πηγὴ δὲ ὢν ἀγαθότητος βούλεται μετέχειν ἑαυ τοῦ τὰ δημιουργήματα. ἐπεὶ δὲ ἀθέατα τοῖς ἐναγέσι τὰ παναγέστατα καὶ τοῖς βεβήλοις τὰ θεῖα καὶ ἱερά, πρῶτον μὲν ἀναχωννύει τὸ ἐν ἡμῖν ὄμμα ἐγκεκρυμμένον τῷ τῆς ὕλης ὄγκῳ, εἶτα ἀνακαθαίρει καὶ ἀπορρύπτει τῆς ἰλύος, ὑφ' ἧς κατείχετο, αὖθίς τε τοῦ οἰκείου τούτῳ μεταδιδοὺς φωτός, ἀνάπτει πρὸς ἑαυτὸν καὶ ἐγγύτατα διατίθησι καὶ οἰκειοῖ τῇ προσψαύσει· τὸ δὲ ἀναβλέψαν καὶ πρὸς τὸ ἄπλετον φῶς τὴν οἰκείαν αὐγὴν ὑποθέν, ἀνεκράθη τῷ πρώτῳ φωτὶ καὶ ᾠκειώθη κατὰ τὸ ἐφικτόν. Καθ' ὅσον γοῦν μέτρον ᾠκείωται, κατὰ τοσοῦτον γινώσκει καὶ τὸν οἰκειωσάμενον τοῦτο θεόν· οὐ γὰρ ὥσπερ θεὸς τὸν θεωθέντα ἄνθρωπον οἶδεν, οὕτω δὴ καὶ ὁ ἄνθρωπος τὸν θεώσαντα αὐτὸν θεόν. τῷ μὲν γὰρ ὅλῳ τὸ μερικὸν ἐμπεριλαμβάνεται καὶ τῷ ἀπλέτῳ φωτὶ τὰ περιγεγραμ μένα φῶτα προσεγγίζει· πῶς δ' ἂν ἐμφαντασθείη τὸ ὅλον τῷ μερικῷ; ἢ πῶς ἂν ἴδοι ὀφθαλμὸς ἐν μικρῷ μέρει τοῦ σώματος συγκλειόμενος τὸ ὅλον σῶμα τοῦ οὐρανοῦ, ἢ ψυχὴ τὸν ὅλον καὶ δημιουργικὸν γνοίη νοῦν; οὐχ ὅσον οὖν θεὸς γνωρίζει ἄνθρωπον, καὶ ἄνθρωπος γνωρίζει θεόν, ἀλλ' ὅσῳ δὴ μέτρῳ ἥνωται πρὸς θεὸν ἄνθρωπος καὶ ᾠκείωται, τοσούτῳ δὴ καὶ θεὸς ἀνθρώπῳ γνωρίζεται· πρὸς γὰρ τὴν τοῦ ἀνθρώπου ἄνοδον καὶ ἡ τοῦ θείου γίνεται κάθοδος. εἰ μὲν γὰρ πῆχυν ὑπὲρ γῆς ἀναβῇς, τοσούτῳ δὴ μέτρῳ καὶ θεὸν καταβαίνοντα ἔγνωκας· εἰ δὲ δὶς τοσοῦτον χρήσῃ τῷ ἅλματι, ἐδιπλασίασέ σοι κἀκεῖνος τὴν κάθοδον· καὶ οὕτω δὴ κα τὰ λόγον τῆς ἀναβάσεως ἡ τῆς τοῦ θείου γνώσεως κατάβασις γίνεται. καὶ ὅσον οὖν γινώσκει τοὺς γινωσκομένους θεός, τοσοῦτον αὐτοῖς ἐκεῖνος γνωρίζεται. Καὶ τοῦτο μὲν ὡς ἔμοιγε δοκεῖ διήρθρωται ἄριστα· τί δὲ βούλεται τῷ ἁγίῳ τὸ «ἴσως» καὶ τὸ «ἤδη»; «καὶ τοσοῦτον» γάρ φησιν «ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους». εἰ τοίνυν τοῦ «ἤδη» τὴν ἔννοιαν γνοίημεν, οὐκ ἂν περὶ τοῦ «ἴσως» διαπορήσαιμεν. ὁ μέγας ἀπόστολος ἐπιμερίζων τὰς ἡμετέρας πρὸς τὸν θεὸν γνώσεις καὶ τοῦ θεοῦ πρὸς ἡμᾶς, τὰς μὲν ἐν τῷ παρόντι βίῳ «μερικὰς» λέγει καὶ «δι' ἐσόπτρου» καὶ δι' «αἰνίγματος», τὰς δὲ ἐν τῷ μέλλοντι καθόλου καὶ ἀνακεκαλυμμένας. οἱ γοῦν ἀξιωθέντες διὰ τὴν κάθαρσιν τῆς τοῦ θεοῦ προσηγορίας ἐν ἀμφοῖν τοῖν βίοιν καὶ γνωρίζουσι θεὸν καὶ γνωρίζονται· ἀλλ' ἐνταῦθα μὲν ἀτελὴς ἥ τε τῶν ἀνθρώπων πρὸς θεὸν οἰκείωσις καὶ ἡ τοῦ θεοῦ πρὸς ἀνθρώπους ἐπίγνωσις (οὐχ ὅτι ἀτελῶς ἐπίσταταί τι θεός, ἀλλ' ὅτι πρὸς τὸ μέτρον τῆς ἐπιγνώ σεως καὶ ἡ ἀντίδοσις), ἐν δὲ τῷ μέλλοντι ἀρτία μὲν καὶ ἡ πρὸς θεὸν γνῶσις ἡμῶν, «ἐντελόμισθος» δὲ καὶ ἡ ἀμοιβή. ὁ δὲ μακάριος οὗτος πατὴρ τὴν τελείαν γνῶσιν καὶ ἐνταῦθα τοῖς ἁγίοις ἀπεμερίσατο· διὰ γὰρ τοῦτο τὸ «ἤδη» προστέθεικε, δεικνὺς ὅτι πρὸ τῆς ἀποκαταστάσεως ἤδη τοσοῦτον γνωρίζομεν τὸν θεόν, ὅσον παρ' ἐκείνου ἐγνώσμεθα. διὰ τοῦτο τοιγαρ οῦν καὶ τὸ διστακτικὸν ἄνω προοικονομήσας τέθεικε πρόσρημα, καὶ οἶμαί γε διὰ ταύτην τὴν ἔννοιαν τὸν λόγον ἔφη «τολμᾶν νεανικώτερον», ἵνα δὴ τὴν τόλμαν ἐνταῦθα μὴ εἰς τὸ θάρρος μεταλάβοιμεν, ἀλλ' ἐπὶ τῆς συνήθους ἐννοίας ἐφήσομεν. Ὁ μὲν οὖν μέγας οὗτος πατὴρ αὐτὸς ὢν ὁ καὶ οἰκειωθεὶς θεῷ καὶ ἑνω θεὶς καὶ τοσοῦτον γνωρίσας ὅσον ἐγνώσθη ὡς εἶχε πάθους ἀρρήτως ἐξήγ γειλεν. ἐγὼ δὲ πόρρω τοῦ θείου ἑστὼς καὶ μηδ' ὅσον «Ναδὰμ καὶ Ἀβιοὺδ» ἐπὶ τὸ τῆς θεοφανείας ὄρος ἀνεληλυθὼς μηδ' ὅσον «οἱ ἑβδομήκοντα πρεσ βύτεροι», ἀλλ' ὑπὸ τὴν ὑπώρειαν τοῦ ὄρους ἑστὼς καὶ ὥσπερ τι ζῷον ἀνίερον πόρρωθεν «λιθοβολούμενός» τε καὶ διωκόμενος, καταμαντευόμε νος μόνον λέγω τοῦ πράγματος. εἰ μὲν οὖν καὶ ὑμῖν συνδοκεῖ καὶ τοῖς ἄλλοις, τὸν λόγον κυρώσατε· εἰ δὲ μή, ἀλλ' ἔγωγε οὐ κατὰ πιθήκους ὥσπερ ἀγάλμασι ἐνατενίζω τοῖς ἐμοῖς γεννήμασιν, οὐδὲ δεκάζω τὰς κρί σεις οὐδὲ προείλημμαι οὐδ' εὔνους εἰμὶ οἷς ἀπέτεκον λογικῶς. ὅθεν ὡς πιθήκειον τέρας ὁ λόγος, εἴ γε μὴ δόξει καλῶς εἰρῆσθαι, τῶν τεχνικῶν καὶ ἐπιστημόνως ῥηθέντων ἐκβεβλήσθω λόγων.

Intertext edge

Open linked passage

Note