Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1
παʹ. Εἰς τὸ «θεὸν σταυρούμενον βλέπειν». Τοιοῦτόν ἐστιν, ὦ φίλτατοι παῖδες, τὸ μὴ θείοις λόγοις προσομιλεῖν μηδὲ τὰ τῶν ἱερῶν γραφῶν ἐπίστασθαι ἰδιώματα. διὰ τοῦτο «λίθος προσ κόμματος» ὑμῖν δοκεῖ καὶ «πέτρα σκανδάλου» τὸ «θεὸν σταυρούμενον βλέπειν μετὰ λῃστῶν» ὑπὸ τοῦ μεγάλου πατρὸς εἰρημένον. ζητεῖτε γάρ, οἷα εἰκός, πῶς τῷ θεῷ προσῆψε τὴν σταύρωσιν· ἐχρῆν γὰρ διπλῷ τὴν φύσιν τῷ δι' ἡμᾶς σταυρωθέντι τυγχάνοντι, τὰ μὲν ἀνθρωπικὰ τῷ προσ λήμματι προσαρμόττειν, τὰ δὲ ὑψηλὰ καὶ θεῖα τῷ τὴν φύσιν ἡμῶν προσ λαβόντι, ὁ δὲ οὐχ οὕτω πεποίηκεν, ἀλλ' ὥσπερ ἔλαθεν ἑαυτὸν τῇ ἀπαθεῖ φύσει πάθος προσάψας. τοιοῦτον μὲν τὸ ὑμέτερον διαπόρημα, καὶ ὁ λόγος ὡς εἰκὸς τὴν λύσιν ἐπιζητεῖ· ἐγὼ δὲ πρότερον ὑμῖν τὸ τῆς γραφῆς διορθώσας ἰδίωμα καὶ δείξας ὡς ἐντεῦθεν ὁ λόγος τῷ μεγάλῳ διεξηνέχθη πατρί, ἐπὶ τὸ ὑψηλότερον καὶ σοφώτερον μεταβήσομαι. Ἰστέον οὖν ὡς τῶν περὶ τοῦ σαρκωθέντος θεοῦ λεγομένων τὰ μὲν συν εκδοχικῶς λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον τῆς ἀντιδόσεως, ἃ δὲ καὶ πρὸς οἰκειότητος λόγον ἐστίν. ὅταν μὲν γὰρ ἀκούσῃς τοῦ τῆς «βροντῆς υἱοῦ» λέγοντος ὅτι «ὁ λόγος σὰρξ ἐγένετο», κατὰ συνεκδοχὴν τοῦ ῥήματος ἄκουσον· ἀπὸ γὰρ τῆς τοῦ σώματος φύσεως τὸ σύνθετον ἅπαν δεδήλωκε, καὶ ὥσπερ ἀπὸ τοῦ σώματος μόνου ὅλος δηλοῦται ὁ ἄνθρωπος, οὕτω δὴ καὶ ἀπὸ τῆς ψυχῆς ἡ τοῦ συνθέτου φύσις παρίσταται τοῖς ἀκούουσιν. «ἐν ἑβδομήκοντα» γὰρ «ψυχαῖς κατῆλθεν» Ἰακὼβ «εἰς Αἴγυπτον»· οὐ γὰρ δήπου ψυχαὶ σωμάτων ἀπολελυμέναι τῷ Ἰακὼβ συγκατέβησαν εἰς Αἴγυπτον, ἀλλ' ὥσπερ ἐκεῖ διὰ τῆς σαρκὸς τὸ ἐκ ψυχῆς ἐδηλώθη καὶ σώματος, οὕτως ἐνταῦθα διὰ τῶν ψυχῶν οἱ καταβεβηκότες εἰς Αἴγυπτον μετὰ ψυχῶν καὶ σωμάτων ἡμῖν ἐδηλώθησαν. Ὁ μὲν οὖν τῆς συνεκδοχῆς τρόπος οὗτος. ὁ δὲ τῆς ἀντιδόσεως· ὁ θεὸς ἄνθρωπος γενόμενος τέλειος, μείνας ὅπερ ἦν καὶ τὴν φύσιν μὴ ἀλλοιώσας, τῷ τε προσλήμματι τῶν οἰκείων πλεονεκτημάτων μετέδωκε καὶ αὐτὸς τῶν αὐτοῦ ἰδιωμάτων μετέσχηκε. διὰ ταῦτα «θεὸς» μὲν «σταυρούμενος» λέγεται καὶ «ἄνθρωπος ἐξ οὐρανοῦ καταβεβηκώς»· «οὐδείς» γάρ φησιν «ἀνελήλυθεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». καὶ μὴν οὐχ ὡς ἄνθρωπος ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν· εἰ γὰρ τοῦτο δώσομεν, ὡς «διὰ σωλῆνος» πρεσβεύσομεν τῆς μητρικῆς ἐξεληλυθέναι νηδύος. ἀλλ' ὥσπερ ἐνταῦθα, τοῦ σώματος σταυρουμένου τῷ λόγῳ τῆς διαστατῆς καὶ παθητῆς φύσεως, ὁ θεὸς ἐσταυρῶσθαι λέγε ται, οὕτως ἐκεῖσε, τοῦ θεοῦ καταβεβηκότος ἐκ τῶν οὐρανῶν, ὁ ἄνθρωπος καταβεβηκέναι πιστεύεται. Δεῖ γοῦν καὶ ἀνενδοιάστως λέγειν καὶ χωρὶς ἀμφιβολίας ἀκούειν ὅτι ὁ θεὸς ἐσταυρώθη καὶ αἱ τοῦ θεοῦ χεῖρες τῷ ξύλῳ προσηλώθησαν, καὶ αὖθις ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου τάδε ἢ τάδε πεποίηκε τὰ θαυμάσια. τοιοῦτος γάρ ἐστιν ὁ τῆς ἀντιδόσεως λόγος, μετὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων ἀντιδιδομένων ἀλλήλαις ταῖς φύσεσιν. ὥσπερ γὰρ τὸν θεὸν ἄνθρωπον λέγομεν τέλειον καὶ τὸν ἄνθρωπον θεὸν ὡσαύτως, κατὰ μηδὲν ἐλλειπούσης τῆς φύσεως, ἀλλὰ τελείας γεγονυίας τῆς ἀντιδόσεως, οὕτω δὴ τὰ μὲν τοῦ θεοῦ θαύματα τῷ ἀνθρώπῳ προσάπτομεν, τὰ δὲ τοῦ ἀν θρώπου παθήματα τῷ θεῷ προσαρμόττομεν. «κεκοπιακέναι» γὰρ τὸν θεὸν φαμὲν καὶ προσωμιληκέναι τῇ Σαμαρείτιδι, «ἱδρῶτας» ἀπορρεῖν κατὰ τὸν Λουκᾶν «ὡσεὶ θρόμβους αἵματος», διαπορεῖν τε περὶ τοῦ Λαζάρου ὅπῃ τεθαμμένος τυγχάνει, καὶ αὖθις τὸν ἄνθρωπον ἀνιστᾶν τε τὸν «τε τραήμερον» καὶ τῇ ἀχλύι τὸν ἥλιον καλύπτειν καὶ «τὸ τοῦ ἱεροῦ διαρρη γνύειν καταπέτασμα». πλὴν οὐ ταῦτα δοξάζοντες μεταβεβηκέναι τὰς φύσεις κηρύττομεν, ὥστε τὸν μὲν θεὸν εἰς τὸν ἄνθρωπον μετηλλάχθαι, τὸν δὲ ἄνθρωπον εἰς τὸν θεὸν ἠλλοιῶσθαι καὶ τῶν ἰδιωμάτων ἀποβεβη κέναι ὧν ἐξ ἀρχῆς τῇ φύσει ἐσχήκασι (μὴ γὰρ οὕτω μανείημεν), ἀλλὰ τοῦτο πρεσβεύομεν, τοῦτο κηρύττομεν, ὅτι ὁ θεός, μείνας ὅπερ ἦν, γέγο νεν ὅπερ οὐκ ἦν καὶ τὸ πρόσλημμα μηδέν τι παραλλάξαν τῆς φύσεως τὸ θεῖον ἀξίωμα ᾠκειώσατο. σῶμα γάρ, φησί τις θεολόγος ἀνήρ, τριχῇ διαστατὸν πεφυκὸς περιγέγραπται, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς κατεπλούτησε, τῆς φυσικῆς ἀπολέσαν οὐδὲν ἰδιότητος. τοιοῦτος ὁ τῆς ἀντιδόσεως λόγος· ὁ δὲ τῆς οἰκειώσεως, ὁπόταν ἀκούωμεν ὅτι «ὀλίγαι ῥανίδες αἵματος κόσμον ὅλον ἀποκαθαίρουσιν»· οἰκειοῦται γὰρ τὴν φύσιν ὁ προσλαβόμενος ταύτην λόγος καὶ βούλεαι διὰ ταύτης τὸ τοῦ κόσμου τελεῖν σωτήριον. Τοίνυν τῆς ἀκριβείας ὁ μέγας πατὴρ οὗτος ἐχόμενος, κατὰ τὸν τῆς ἀντιδόσεως λόγον τὸν θεὸν ἐσταυρῶσθαί φησι· «τί» γάρ φησι «τούτου παραδοξότερον; θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦτον μετὰ λῃστῶν;» εἶτα, ἵνα μή τις οἰηθῇ αὐτὴν ἐκείνην τὴν μακαρίαν ἐσταυρῶσθαι φύσιν, ἐπιδιορθούμενος τὸ ῥητὸν ἐπάγει· «τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλό τερον». καὶ οὗτος μέν, ἅτε τὴν τελείαν ἐσχηκὼς ἕξιν, παρὰ τὰς θεολογικὰς ταύτας φωνὰς οὐδέν τι προστέθεικε τῷ «θεὸν σταυρούμενον βλέπειν». τὸ δὲ τῆς Δαμασκοῦ ἄγαλμα, Ἰωάννης ὁ μελῳδός, ἐκ τοῦ θεολογικοῦ τούτου στόματος κεκλοφὼς τὸ ῥητόν, μετὰ προσθήκης ἐξήνεγκε, τοῦτο ἐπειπών· «θεὸν σταυρούμενον σαρκὶ καθορῶσα ἡ κτίσις διελύετο φόβῳ»· οὐ γὰρ ᾗ θεὸς ἐσταύρωτο (πῶς γὰρ ἂν πάθοι τὸ ἀπαθές;), ἀλλ' ᾗ θεὸς σεσωμα τωμένος. εἰ δὲ καὶ μὴ μετὰ προσθήκης ἐξήνεγκεν, οὐδὲν τῷ λόγῳ διελυμαίνετο. ἀλλ' ὁ μὲν μέγας πατὴρ ὑψηλότερον ἅτε πρὸς τελείους τὸν λόγον ποιούμενος, ἀκωλύτως τὴν σταύρωσιν τῷ τοῦ θεοῦ ἐχαρίσατο ὀνό ματι· οὗτος δὲ οἰκονομικώτερον πρὸς ἀτελεστέρους ἴσως τῷ «θεὸς» προστέθεικε τὸ «σαρκί». ἢ ὁ μὲν ἄνευ μέλους τὸν οἰκεῖον διαπεραινόμενος λόγον ἐφθέγξατο ὡς ἐβούλετο· οὗτος δέ, ἐπειδὴ πρὸς μουσικὴν ᾖδεν ἠχώ, τὸ ἐλλεῖπον τοῦ ῥυθμοῦ διὰ τῆς «σαρκὸς» ἀνεπλήρωσεν. Ἡ μὲν οὖν κατὰ τὸ τῆς γραφῆς ἰδίωμα περὶ τοῦ πάσχειν τὸν θεὸν λύσις αὕτη. ἡ δὲ ἀκριβεστέρα καὶ ὑψηλοτέρα ὅτι, ἐπειδήπερ ἡ μία τῆς τριάδος ὑπόστασις ἄνθρωπος γέγονεν, οὐ μέρος ἀνθρώπου προσλαβομένη, ἀλλὰ τὴν φύσιν πᾶσαν ἀτομώσασα καὶ ἑαυτῇ προσενώσασα, οὐκ ἦν ἄλλως τοὺς θεολόγους ἢ οὕτως λέγειν, ὅτι θεὸς ἐσταύρωτο καὶ πρὸ τούτου «ἐπείνησε» καὶ «ἐδίψησε» καὶ «ἐκοπίασε», νόμῳ μὲν τοῦ σώματος· οὐ γὰρ ὑποστάσεις δύο πρεσβεύομεν, ἐπεὶ μηδὲ μίξιν ἐνταῦθα δυνατὸν γενέσθαι, ἀλλὰ δύο φύσεων συνδρομὴν ἐν τῇ μιᾷ τοῦ υἱοῦ ὑποστάσει· τὸ γὰρ προσληφθὲν ὑποστατικόν φαμεν, ἀλλ' οὐχ ὑπόστασιν, κατὰ τὴν ἀκριβῆ θεολογίαν, καὶ ἑτεροϋπόστατον, ἀλλ' οὐχ ὡς συμβεβηκός, ἀλλ' ὡς οὐσιῶδες· ἐν γὰρ τῇ τοῦ θεοῦ ὑποστάσει ἥδρασται. ἐπεὶ οὖν εἷς ἐστιν ὁ «τὰ διεστῶτα συνάπτων» καὶ οὐκ ἀνὰ μέρος πρόσωπα δύο, διὰ τοῦτό φαμεν τὸν θεὸν τάδε καὶ τάδε πεπονθέναι· αὐτὸς γὰρ ἦν ὁ καὶ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὥστε ὑψηλῶς εἴρηται καὶ μεγαλοπρεπῶς τῷ πατρὶ τὸ «ἐσταυρῶ σθαι τῆς δόξης τὸν κύριον». οὐ γάρ, ὥς τινες ᾠήθησαν, κατὰ τὴν τοῦ με ρικοῦ ἀνθρώπου ἰδιότητα ἡ τῆς οἰκονομίας ἕνωσις γέγονεν· ἐνταῦθα μὲν γὰρ οὔτε τὸ σῶμα ψυχὴ λέγοιτ' ἄν ποτε οὔτε ἡ ψυχὴ σῶμα κατονομάζοιτο, ἐκεῖ δὲ καὶ τὸν θεὸν ἄνθρωπον λέγομεν καὶ τῷ ἀνθρώπῳ τὸ τοῦ θεοῦ ἀντιδιδόαμεν ὄνομα· κἀνταῦθα μὲν οὐδέτερον ἑτέρου πρεσβύτερον λέγομεν (Ἑλληνικῆς γὰρ δόξης ἡ προΰπαρξις τῆς ψυχῆς, ἡμεῖς δέ φαμεν ὁμοῦ συνεστηκέναι τὰς φύσεις «ἐν τῷ ἐργαστηρίῳ τῆς φύσεως»), ἐνταῦθα δὲ οὐκ ἦν ὅτε οὐκ ἦν ὁ σαρκωθεὶς λόγος, τὸ δὲ πρόσλημμα ὕστερον καὶ «ἀπὸ Μαρίας ἀρχόμενον». Πλείους δὲ καὶ ἕτεραι περὶ τούτων διαφοραί. ἀλλ' ἐπειδὴ μηδὲν πρὸς τὸν λόγον ὃ προβεβλήκατε πρόβλημα, ἐν παρεκβάσει δὲ τούτων ἐπεμνή σθην, ὁμοῦ τε τοῖς εἰρημένοις ἀρκεσθησόμεθα καὶ τὸν λόγον ἐνταῦθα προσορμίσομεν.