Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
66.1
πβʹ. Ἐκ τοῦ «Πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι» Δεινόν ἐστιν ὡς ἀληθῶς καὶ ὑμᾶς παιδίων δίκην πρὸς τὸν διδάσκαλον κλαυθμυρίζεσθαι, ὅτι μὴ τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι» διεγνώκατε. οὐκ ἠξίουν δέ γε ὑμᾶς ἐγώ, φιλοσόφους ὄντας, μέχρι το σούτου κατενεχθῆναι τὴν γνώμην, ὥστε τοῖς πολλοῖς λόγοις ὑπάγεσθαι καὶ ἄπορον ἡγεῖσθαι τὴν ἐν τούτοις ἔννοιαν. αὐτὸς γάρ, ἵνα παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις ἐρῶ, οὐδενί πω ἄλλῳ τῶν θεολογικῶν ῥᾴονι καὶ ταπεινοτέρῳ νοήματι ἐντετύχηκα· ἀλλ' αἱ τῶν πολλῶν ἀκοαί, ἀμελέτητοι οὖσαι τῶν ἐν τοῖς λόγοις ῥητορειῶν, βεβυσμέναι πως ἐνταῦθα τυγχά νουσιν, οὐ κηρῷ τοὺς οἰκείους πόρους ἀποφραξάμεναι, ἀλλ' ἀμαθίᾳ προκατασχοῦσαι, ἵνα μὴ τὰ τῆς θεολογικῆς σειρῆνος δέξωνται θέλγητρα. ὅτι δὲ οὐ μάτην, οἶμαι, οὐδὲ κατὰ τοὺς σοφιστὰς «τὰ μὲν κοινὰ καινῶς» ἑρμηνεύω, «τὰ δὲ καινὰ κοινῶς», ἡ πεῖρα δώσει τὸν ἔλεγχον. Ὑμεῖς μὲν γὰρ ἐντεῦθεν οἴεσθε τὴν ἀρχὴν τοῦ νοήματος εἶναι καὶ ἀπὸ τοῦ «δεινὸν γὰρ ἦν» τοῦ νοήματος τεκμαίρεσθαι τὴν δεινότητα, ὁ δὲ τῆς ἀληθείας λόγος μέρος τι τοῦτο τοῦ παντὸς ἡγεῖται νοήματος. καὶ ἵνα καθ' ὁδὸν ὁ λόγος προΐῃ, ἀναποδίσατέ μοι τοῦ λόγου μικρὸν καὶ τῷ διαπορουμένῳ ῥητῷ ἐκεῖνο συνάψατε, «ἵνα θεοῦ κλαίοντος ἠχὴν συγκαλύ ψωσιν, ὥστε πατέρα λαθεῖν μισότεκνον». τοῦτο δὲ πρὸ τῆς καθεξῆς ὑφη γήσεως ὑμᾶς ἐπίστασθαι βούλομαι, ὡς αἱ τῶν λόγων κατασκευαὶ πῇ μὲν πᾶσαν τὴν σύμφρασιν τοῦ προηγουμένου κατασκευάζουσι, πῇ δὲ μέρος τι τῆς ὅλης ἐννοίας ἢ λέξιν τινὰ ἐν μέσῳ περερριμμένην, δι' ἣν ὁ τῆς κατασκευῆς λόγος προέρχεται. ἀμέλει τοι τὸ «οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος» καὶ τὰ ἑξῆς οὐ πρὸς τὸ «ἔμελλεν ἄρα» τὴν ἀναφορὰν ἔχει, ἀλλὰ πρὸς τὸ «μεγίστην «ἐν μέσῳ κείμενον τῆς προτάσεως ἀποδέδωκε. τοῦτο γοῦν ποιῶν κἀνταῦθα ὦπται ὁ μέγας πατήρ. ἐπειδὴ γὰρ «ἠχὴν» ἐπὶ κλαίοντος παιδὸς εἴρηκε, πρὸς τὴν «ἠχὴν» ἀπαντήσας, ἐπήγαγε τὸ «δεινὸν γὰρ ἦν». ἐπεὶ γὰρ σάλπιγξι μᾶλλον ἢ παισὶ κατάλληλος ἡ ἠχή, ἵνα μή τις περὶ τοῦτο ἐργολαβοίη καὶ τὸν μέγαν ἐπαιτιῷτο, διότι ποτὲ «ἠχὴν» ἐπὶ κλαίοντος παιδὸς εἴρηκεν, ἐπήγαγε τὸ «δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι», προσθεὶς «τὸν ὡς λίθον καταποθέντα», τὸ ἀμήχανον ὑμῖν τοῦτο καὶ ἄπορον νόημα. Τὸ δὲ τοιοῦτόν ἐστιν. ὁ Κρόνος (ἀλλά μοι τῆς μυθικῆς ἀνάσχοισθε διηγήσεως), ἐπειδὴ τὸν λίθον ἐν σπαργάνοις ἀντὶ τοῦ παιδὸς κείμενον πέπωκεν ὑγροῦ δίκην ὑφαρπάσας διὰ τὴν δύναμιν, αὐτῷ τούτῳ ᾧ ἠπατήθη μὴ ἐξηπατῆσθαι ἔδοξε. στερρότητος γὰρ ἐν τῇ καταπόσει αἰσθόμενος, εἰς τὴν θείαν φύσιν τὴν ἀντιτυπίαν ἀνήγαγε, καὶ ᾠήθη δι' αὐτὸ τοῦτο τὸ αἰσθέσθαι στερρότητος αὐτὸν καταπεπωκέναι τὸν Δία. καὶ ἦν ἐν ταῖς Κρονικαῖς ὑπολήψεσιν ὡς λίθος καταποθεὶς ὁ Ζεύς· τῇ μὲν γὰρ ἀληθείᾳ ὡς Ζεὺς ὁ λίθος κατεπόθη, κατὰ δὲ τὴν τοῦ Κρόνου δόξαν ὁ Ζεὺς διὰ τὴν οἰκείαν φύσιν ὡς λίθος στερρός. εἰ μὴ γὰρ λίθον, ἀλλά τινα μαλακὴν φύσιν ἀντὶ τοῦ παιδὸς ἡ μήτηρ τῷ Κρόνῳ ἐν τοῖς σπαργάνοις ὑπέθετο, ἔπειτα ταύτην ὁ πατὴρ κατεβρόχθισεν, οὐκ ἠγνόησεν ἂν τὴν ἐπιβουλήν, τῇ μαλακότητι τοῦ καταποθέντος πᾶσαν τὴν σκηνὴν τεκμηράμενος· ἐπεὶ δὲ σοφῶς ἄγαν ἡ Ῥέα λίθον ἀντίτυπον ἐσπαργάνωσεν, ἵν' ὅμοιος ᾖ τῷ ἀδαμαντίνῳ θεῷ, διὰ τοῦτο μὴ προσσχὼν ὁ Κρόνος τῇ τοῦ λίθου μορφῇ, μηδόλως τὸ κλέμμα φωράσας, ἀλλὰ κατὰ τοὺς ἄγαν διψητικοὺς τοῖς σπαργάνοις ἐμπεσὼν ἀθρόον καὶ τὸν λίθον πολλῷ ἀνελκύσας τῷ πνεύματι, ἐπειδὴ τῆς στερρότητος ᾔσθετο, τὸν οἰκεῖον παῖδα ᾠήθη ἐν τεῦθεν καταπιεῖν. Πρὸς τοῦτο ἀπαντῶν ὁ μέγας φαίνεται ὥσπερ ἐπεξεργασάμενος τὸ ῥητὸν ἀπὸ τοῦ μείζονος. τί γάρ, φησί, καινὸν ἠχεῖν τὸν κεκλεμμένον Δία ἐν τῷ κλαυθμυρίζεσθαι, ὃς δὴ ὅσον ἐν ταῖς Κρονικαῖς ὑπολήψεσιν ὡς λίθος κατεπόθη τῷ πατρί; εἰ γὰρ τῷ πατρὶ ἀπατηθέντι ὡς λίθος ἔδοξεν ὁ μὴ καταποθεὶς τῇ ἀληθείᾳ Ζεύς, τῇ δὲ δοκήσει τοῦτο παθών, τί καινόν ἐστι τὸν ἐν ἀληθείᾳ Δία μὴ κατὰ βρέφος κλαυθμυρίζεσθαι, ἀλλ' ἀναλό γως τῇ οἰκείᾳ φύσει καὶ θρηνώδη τινὰ ἀναπέμπειν ἠχήν; ἔστι δὲ ὁ ξύμπας λόγος ἐξ ἀντιθέσεως εἰρημένος· οὐ γὰρ ὡς ταῦτα δοξάζων ὁ πατὴρ τίθεται, ἀλλ' ὡς τὰς Ἑλληνικὰς δόξας ὑποκρινόμενος. ἐκείναις γὰρ διὰ τοῦτο παρελήφθησαν οἱ Κορύβαντες, ἵνα δὴ ἀντηχοῦντες τῷ θρήνῳ τοῦ παιδὸς μὴ ἐῶσι πρὸς τὸν πατέρα ἀνενεχθῆναι τὸν κλαυθμυρισμόν. ὥσπερ οὖν ἀπὸ τῶν τὰς τοιαύτας περιεπόντων δόξας εἰρημένῳ αὐτῷ τὸ «ἵνα θεοῦ κλαίοντος ἠχὴν συγκαλύψωσιν», αὖθις ὡς παρ' ἐκείνων ἐπήγαγε καὶ τὸ «δεινὸν γὰρ ἦν», ὡσανεὶ οὕτω λέγων, ὅτι πρὸς τὴν ἠχὴν τοῦ παιδὸς εἴποιεν ἂν Ἕλληνες ὅτι ἄτοπον ἦν «ὡς παιδίον» τὸν Δία «κλαυθμυρίζεσθαι» καὶ λεπτὸν ἀνιέναι θρῆνον «τὸν ὡς λίθον καταποθέντα», τουτέστι τὸν ὅσον ἐπὶ τῇ ἐξαπάτῃ τοῦ Κρόνου ὑπόληψιν τῷ πατρὶ δόντα ὅτι οὐχὶ λίθος ἦν ὁ καταποθείς, ἀλλ' αὐτὸς ἐκεῖνος. ὦπται δὲ ὡς λίθος διὰ τὴν στερρό τητα τῆς φύσεως· τί γοῦν καινόν (καὶ τοῦτο Ἑλληνικόν), τὸν ἐν εἰδώλῳ Δία, στερρὸν δόξαντα τῷ πατρί, ἐπὶ τῆς ἀληθείας νηπιάζειν τοῖς θρήνοις καὶ μή τινα μυκηθμὸν ἢ λεόντειον βρύχημα ἢ βροντῶσαν ἀναπέμπειν φω νήν; τὸ μὲν οὖν «δεινὸν ἦν» πρὸς τὴν ἠχὴν ἀναφέρεται, τὸ δὲ «τὸν ὡς λίθον καταποθέντα» πρὸς τὴν τοῦ Κρόνου ὑπόληψιν. Ἀλλ' ὑμεῖς οὐ βούλεσθε ἴσως πῇ μὲν ταῖς ἀληθείαις, πῇ δὲ ταῖς ὑπο λήψεσι τοὺς λόγους μεταρριπτεῖσθαι. διὰ τοῦτο ἄπορα μὲν ὑμῖν τὰ λίαν εὔπορα, ἀνέφικτα δὲ τὰ τοῖς σοφοῖς ἐφικτά. ὅθεν καὶ πολὺς παρ' ὑμῖν ὁ λόγος, πῶς ἀνάπαλιν πρὸς τὴν ἱστορίαν τῷ πατρὶ ὁ λόγος παρῆκται καὶ ἀντὶ τοῦ φάναι τὸν λίθον ὡς Δία καταποθῆναι ἀπεριμερίμνως τὸν Δία ὡς λίθον εἴρηκεν· ἀλλ' ὁ Κρόνος, φησίν, οὐχὶ τὸν Δία καταπέπωκεν, ἀλλὰ τὸν λίθον. ναί, φημὶ κἀγώ, ἀλλ' οὐκ ᾠήθη δεῖν λίθον καταπιεῖν, ἀλλ' αὐ τὸν τὸν Δία· εἴκασε δὲ τὸν παῖδα καταπεπωκέναι διὰ τὴν τοῦ λίθου στερρότητα. εἰ μὴ γὰρ οὕτως ἔσχεν, οὐκ ἂν ἐφησύχασεν· ἀλλὰ τῇ ἀντι τυπίᾳ τοῦ λίθου τὴν θείαν φύσιν συντεκμαιρόμενος, ἐπηρέμησεν οἷς πεποίηκε. πρὸς γοῦν τὴν τοῦ Κρόνου δόξαν ὁ πατὴρ ἀποβλέψας οὕτως εἴρηκε· μᾶλλον δὲ τὴν παρὰ τῶν Ἑλλήνων γνώμην ἐπήνεγκεν, ὅτι ἄτοπον ἦν κλαίειν ὡς ἀρτιγενὲς βρέφος τὸν τοῦ Κρόνου παῖδα, ὃς δὴ καὶ αὐτῷ τῷ Κρόνῳ ἐν οἷς τὸ ἐσπαργανωμένον καταπέπωκε λίθος ᾠήθη στερρός. Ἐμοὶ μὲν οὖν οὕτω τὸ νόημα καὶ ἔγνωσται καὶ σεσαφήνισται καὶ οὐδε μίαν δοκεῖ περιττότητα ἔχειν. εἰ δ' ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν πρὸ ἡμῶν ὡς ἄπορον ἀπέγνωσαν καί τινες δὴ τούτων ἀπόμοιράν τινα τῆς ἰδίας κτήσεως ἀπεμερίσαντο τῷ ἐφευρεῖν δυναμένῳ τὸ κεκρυμμένον, οὐδέν τι πρὸς αὐ τοὺς ἐγὼ διαφέρομαι· ἀλλ' ὧν μὲν ἐπηγγείλαντο ἑτέροις παραχωρῶ, ἐγὼ δὲ προῖκα τοῖς ζητοῦσιν, εἴ γε δὴ βούλοιντο, τὴν ἐμοὶ φωραθεῖσαν τοῦ λόγου δωροῦμαι διάνοιαν.