Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
πγʹ. Ἐκ τοῦ «Ἥττημαι καὶ τὴν ἧτταν ὁμολογῶ» εἰς τὸ «μὴ φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι». «Κακός» ἐστι «ζωγράφος τῆς ἀρετῆς» ὁ μὴ ἐξεικονίζων ταύτην ἐν τῇ ψυχῇ μετὰ τῶν ἰδίων χρωμάτων τε καὶ σχημάτων, ἀλλὰ μεθ' ὑποκρίσεως καὶ τοῦ τοῖς πολλοῖς ἀρέσκειν ταύτην ἀφομοιούμενος. μὴ οὖν γενώμεθα, φησὶν ὁ μέγας πατήρ, «τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι». ἐπεὶ δὲ δύο ᾔδει ἐντεῦθεν κακὰ γινόμενα, τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον (ὁ γὰρ οὕτως ἑαυτὸν ζωγραφῶν, εἰ καὶ μάλιστα τύχοι διδασκαλικὸν ἔχων ἀξίωμα, πρῶτον μὲν ἑαυτὸν διαφθείρει, ἔπειτα καὶ τοὺς εἰς αὐτὸν ἀφ ορῶντας ὡς πρὸς παράδειγμα διαστρόφους ἐργάζεται), διὰ ταῦτα ὁ θαυ μάσιος οὗτος ἀνὴρ ἀπαγορεύει μὲν μὴ κακὸν γίνεσθαι ζωγράφον τῆς ἀρετῆς τὸν διδάσκαλον, τοῦτο μὲν καὶ διὰ τὴν οἰκείαν λώβην τε καὶ φθο ράν, τοῦτο δὲ καὶ διὰ τὴν τῶν πολλῶν πρὸς τὸ τοιοῦτον νόθον ζωγράφημα μίμησιν. «Μᾶλλον» γάρ φησι «ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον», οὕτω πως λέγων, ἵνα τις ἐφερμηνεύοι σαφέστερον τὴν πε ρίοδον, μᾶλλον δὲ μὴ γινώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν καὶ ἀνοήτων ζωγράφων· τῶν γὰρ μὴ φαύλων ἴσως οὐκ ἂν γενοίμεθα. ᾔδει γὰρ ὁ θεολογικώτατος νοῦς ὡς οἱ ἀκριβέστεροι γραφεῖς τῶν ὑψηλῶν ἀρετῶν οὐ πρὸς διεστραμμένα πρωτότυπα βλέποντες, κατὰ δὲ ὅμοιον ζῆλον τὰς οἰκείας ἱστοροῦσι ψυχάς, ἀλλὰ πρὸς αὐτὸν τὸν κανόνα καὶ τὴν εὐθύτητα ἑαυτοὺς ἀποξέουσιν. οἱ δέ γε πολλοὶ τοῖς οἰκείοις διδασκάλοις τὰ οἰκεῖα ἤθη ἐναρμόζειν βούλονται, καὶ ὁποῖοί ποτ' ἂν ὦσιν ἐκεῖνοι, οὕτω δὴ καὶ ἑαυτοὺς προῄρηνται ζωγραφεῖν. διὰ ταῦτα, φησὶν ὁ μέγας πατήρ, μὴ γενώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν ζωγράφων καὶ χαμερπῶν· τῶν γὰρ μὴ φαύλων ἀνδρῶν οὐκ ἂν ἴσως εἰς ἀρχέτυπον κατα σταίημεν. τεχνικώτερον δὲ οἷα δὴ ῥήτωρ συνέκλεισε τὴν περίοδον. Καὶ ἄλλως. μὴ δὴ ζωγραφῶμεν κακῶς τοῖς ὑπὸ χεῖρα τὴν ἀρετήν, διδασκαλίᾳ μὲν ἐπαινετῇ συγκεραννύντες ταύτης τὰ χρώματα, βίῳ δὲ ἀπευκτῷ καὶ ἐβδελυγμένῃ πράξει ταύτην συνθολοῦντες. μὴ οὖν ἀρχέτυπον ὦμεν φαῦλον οὐ φαύλων ζωγράφων. τοῦτο ἐπὶ τῆς ἀπταίστου διδασκαλίας νοητέον, τῆς προϊείσης ἀληθῆ καὶ ἀνεπίληπτα ῥήματα, ἔργῳ δὲ χραι νούσης τὰς τῶν ἐντυγχανόντων ψυχάς.