Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 68 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1
Εἰς τὸ «οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς ἀγεννησίας». Τὰ περὶ τῶν προσώπων ἄριστα θεολογήσας ἡμῖν ὁ μέγας οὗτος πατήρ, ἑκάστῳ τε τὰς προσφυεῖς ἀκριβωσάμενος ἰδιότητας, νῦν περὶ τοῦ ἀμετα πτώτου τούτων δι' ἀκριβείας φιλοσοφεῖ. «οὔτε τοῦ πατρός» φησίν «ἐκστάν τος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου, οὔτε τοῦ πνεύματος εἰς πατέρα μεταπίπτοντος ἢ εἰς υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι θεός, κἂν μὴ δοκῇ τοῖς ἀθέοις». Καὶ δοκεῖ μὲν οὗτος ὁ λόγος ἁπλῶς εἰρῆσθαι· ἔστι δὲ οὐ πάνυ εὐσύν οπτος καὶ τοῖς ὀξὺ δυναμένοις ὁρᾶν· ὑποφοραὶ γὰρ ἐν ταὐτῷ καὶ λύσεις λανθανόντως ἐσχεδιάσθησαν καὶ δόγματά τινα τῶν ἀποκρύφων καὶ δόξαι τῶν ἑτέρως οἰομένων περὶ τοῦ θείου ἢ Χριστιανοῖς δοκεῖ. καὶ πρῶ τόν γε περὶ τοῦ πρώτου διαληπτέον. τὸ τοῦ ἀγεννήτου ὄνομα ἐκ μόνων δύο τεθὲν ὡς ἔδοξεν ὑπολήψεων, ἀμφήριστον γέγονεν αὐτοῖς τε Χριστιανοῖς καὶ τοῖς ἑτεροδοξοῦσιν. ἡμεῖς μὲν γὰρ ἐκεῖνό φαμεν ἀγέννητον, τὸ μὴ ἔχον πρεσβυτέραν αἰτίαν τῆς ἑαυτοῦ ὑπάρξεως· τοῖς δ' αἱρετικοῖς οὐ τοῦτο δοκεῖ, ἀλλ' ἀγέννητον ἐκεῖνοι οἴονται ὃ μὴ γεγέννηκεν ἕτερον, ὃ δὴ ἄγονον ἡμεῖς καὶ ἄτοκον ὀνομάζομεν. κἂν ᾖ τι, φασί, μὴ γεγεννημένον παρά του, ὕστερον δέ τι γεγέννηκεν, ἐκεῖνό φασι παθεῖν τῆς ἀγεννησίας μετάπτωσιν. ταῦτα γοῦν οὕτως ἑαυτοῖς καινοτομήσαντες καὶ τὴν πρὸς τὴν ἀσέβειαν ὁδὸν τοῖς οἰκείοις ἐξομαλίσαντες ἴχνεσιν, οὐ προστιθέασι τῷ πατρὶ τὸ ἀγέννητον, ἀλλ' εἶναι μὲν αὐτὸν ἀγέννητον οἴονται, ὁπότε μὴ ἐγέννησε, καὶ τοῦτο γὰρ ἀσεβοῦσι, μεταπεσεῖν δὲ αὐτὸν ἀπὸ τοῦ ἀγεννήτου ἐπὶ τὸ γεννητόν, ἀφ' οὗ δὴ γεγέννηκε τὸν υἱόν. Πρὸς ταύτην γοῦν τὴν δόξαν ἀγχωμάλως ἀπαντῶν ὁ πατήρ, «οὔτε τοῦ πατρός» φησίν «ἐκστάντος τῆς ἀγεννησίας, ὅτι γεγέννηκεν». ἔστι δὲ τοῦτο τὸ κῶλον ἐξ ὑποφορᾶς καὶ λύσεως ὁμοῦ συγκείμενον. ὅ τι δὲ τοῦτό ἐστι, μεμαθήκατε, ὡς ἡ μὲν ὑποφορὰ ἐχθροῦ λόγος ἐστίν, ἡ δὲ λύσις ἀναίρεσις αὐτῆς τῆς ὑποφορᾶς. ὥσπερ γὰρ τοῦ ἐχθροῦ ὑπενεγκόντος ὅτι οὐκ ἀγέν νητος ὁ πατήρ, ἐπειδὴ γεγέννηκεν, ἀγέννητον γὰρ τὸ μὴ γεννῆσαν, προσ εχῶς ὁ πατὴρ ἐπιλύεται ὅτι «μὴ ἐξέστη ὁ πατὴρ τῆς ἀγεννησίας, διότι γεγέννηκεν». ἔστι δὲ ὁ λόγος γοργὸς μὲν κατὰ τὴν ταχεῖαν ὑπάντησιν, ἐνδιάθετος δὲ οὐχ ἥκιστα διὰ τὸ ἀπροσδόκητον τῆς ἀμφισβητήσεως, ὀξύς τε μάλιστα καὶ δριμὺς διά τε τὸ ταχὺ τῆς ἀποκρίσεως καὶ τὸ δρι μύττειν ἀποχρώντως τὴν τοῦ ἐχθροῦ αἴσθησιν καὶ οἷον ἀναχαιτίζειν αὐτὸν καὶ ἀνασειράζειν τῆς ἐπὶ τὸ πρόσω φορᾶς. μετέχει δὲ καὶ τῆς πρώτης ἐννοίας τοῦ σεμνοῦ λόγου· ποικίλλεται δὲ καὶ εὐκρινείᾳ καὶ καθαρότητι διά τε τὴν τῶν ὀνομάτων κοινότητα καὶ τὴν τῶν ἀποκρύφων ἑρμηνείαν. ἥκιστα δὲ ἀκμάζει, καὶ τοῦτο κατὰ τέχνην, ὅτι μὴ ἀγῶνος καιρός, ἀλλὰ πανηγύρεως· διὰ τοῦτο οὐ μακραὶ αἱ καταφοραὶ καὶ τὸ λαμπρὸν ἐνταῦθα καταρρέον ἀνθεῖ τῇ πεποιθήσει τοῦ ῥήτορος. ἔστι δὲ δεινὸς μάλιστα καὶ ἐμμέθοδος, τὰς λύσεις τιθεὶς πρὸ τῶν ἀντιθέσεων. Οὐ θαυμαστὸν δὲ εἰ ταῦτα πάντα τῷ λόγῳ συμβέβηκεν, ἀλλ' ἐκεῖνο ἄν τις θαυμάσαιτο, πῶς κατὰ τοὺς τεχνικοὺς λόγους τὰς μὲν συνέλεξε τῶν ἰδεῶν, τῶν δ' οὐκ ἐπεμνήσθη τῷ λόγῳ. ὡς οἵ γε τοὺς λόγους οἰόμενοι θεωρεῖν ἀπὸ τοῦ συγκεῖσθαι ἐκ τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν, λόγους δὲ μὴ προτιθέντες δι' οὓς οὕτως ὁ ῥήτωρ πεποίηκεν, ἀλλὰ μὴ ἐκείνως, παντά πασί μοι δοκοῦσι διαμαρτάνειν τοῦ πρέποντος. ἐντεῦθεν γὰρ καὶ τὰ σολοικοφανῆ ἄν τις θεωρήσειε καὶ βάρβαρον γλῶσσαν διερμηνεύσειεν· ἐπεὶ κἀν τοῖς συμπεφυρμένοις τινὰ μὲν περιβέβληται, τινὰ δὲ κατὰ τάξιν προῆκται, καὶ τινὰ μὲν μετέχει δεινότητος, τινὰ δὲ εὐκρινείας καὶ καθαρό τητος· ἀλλ' οὐ διὰ ταῦτα ῥήτορες οἱ οὕτω συγγεγραφότες, οὐδ' ἀκριβεῖς τῶν λόγων ἐξετασταὶ οἱ τὰς μίξεις μόνον ἐφερμηνεύοντες. ἢ διὰ τί Λυσίας μὲν καὶ Ἰσαῖος καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν, Πολέμων τε καὶ Ἡρόδοτος τοῖἐγκρίτοις τῶν τεχνικῶν συντάττονται, Χρύσιππος δὲ καὶ Σωτάδης καὶ Καρνεάδης καὶ ὅστις ἕτερος ῥήτωρ φορτικὸς τοῖς συγγράμμασι τοῦ καταλόγου πόρρω τῶν τεχνικῶν ἀπελήλανται; οὐχ ὅτι οἱ μὲν κατὰ λόγους ἁρμονικοὺς τοὺς οἰκείους συγγεγράφασι λόγους, οἱ δὲ φύρδην καὶ ξυγκεχυ μένους αὐτοὺς συντεθείκασιν; ὥσπερ οὖν οὐκ ἂν ἅπαντες ἁπλῶς ἐπαινε θεῖεν οἱ ἱστορίαν συνθέντες ἢ πανηγύρει πομπεύσαντες ἢ συμβουλὴν γνωμολογησάμενοι ἢ δικανικὴν ἰδέαν μελετήσαντες, εἰ μὴ μόνον οἱ ὡς ἄριστα ταῖς τῶν ἰδεῶν χρησάμενοι κράσεσιν, οὕτως οὐδὲ πᾶς λόγους ῥη τορικοὺς θεωρῶν, κἂν ἐν ἑνὶ κώλῳ πάσας τὰς ἰδέας συνταξάμενος ἀπο μνημονεύσειε, ζηλωτὸς ἐντεῦθεν τῆς συναριθμήσεως πέφυκεν, εἰ μὴ καὶ λόγους θεῖτο τῆς κράσεως καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων τὸ διὰ τί ἀπο δοίη· «ἐγὼ» γάρ φησιν ὁ Πλάτων «τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα». Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τοῖς πρὸ ἐμοῦ προσάψαι τι σκώμματος, ἀλλ' ὅτι οὐ βούλομαι τὸν ἐμὸν χορὸν παιδαριώδη ὑφίστασθαι ἔκπληξιν, ἐπειδὰν τὰ συγγράμματα τῶν περὶ λόγους θεωρησάντων ἀναγινώσκωσι καὶ τοῖς τεχνικοῖς ἐντύχωσιν ὀνόμασιν, ὅτι τόδε μὲν ἐκ τοῦ παρειμένου, τόδε δὲ ἐκ τοῦ πεπραγμένου, καὶ τοῦτο μὲν σεμνῶς εἴρηται, ἐνταῦθα δὲ ἀπογεγύμνωκέ τι τοῦ κεκρυμμένου ὁ τοῦ λόγου πατήρ. εἰ μὲν γὰρ ἕκαστα τούτων αἰτίας ἔχει λογικάς, τὰς μὲν πρὸς ἀνάγκην ᾠκονομημένας, τὰς δὲ πρὸς τέχνην μεμελετημένας, κἀγὼ μετὰ τῶν θαυμαζόντων γενήσομαι, εἰ δ' ἁπλῶς οὕτως ὁ τῆς θεωρίας λόγος ἔρριπται, ἀλλ' ἐμέ γε ὀνομάτων καινότητες οὐκ ἐκπλήξουσιν, ἀλλὰ τὰ καινὰ ταῦτα μετὰ τοῦ «λασταυρο κακάβου» θήσομαι «βρώματος». τὸ δὲ ὄνομα τοῦτο, ἵνα μικρόν τι προσ παίξω, «τρεχέδειπνοι» τεθείκασι «σοφισταί». ἐπειδὴ γὰρ αὐτοῖς βρῶμά τι τῶν ἀήθων κατεσκεύαστο σύμμικτόν τι καὶ πολυμιγὲς παχύτατόν τε καὶ πολύκρεων, ᾠήθησαν χρῆναι καὶ ὄνομα ἐπιθεῖναι τούτῳ γαῦρόν τε καὶ πλατύ, ἵν' ἐμφαίνῃ τοῦ ὀψαρτυθέντος τὴν πολυτέλειαν· ἄλλων οὖν ἄλλο θεμένων ἐκράτησεν ἐπ' αὐτοῦ ἡ τοῦ «λασταυροκακάβου» προσηγο ρία. οὐ μὴν ἡτοιμολόγηται, ὥσπερ οὐδὲ ἡ «φαινίνδα»· ἔστι δὲ τοῦτο σφαί ρας κροῦμα γινόμενον κατ' ἐκτραχηλισμόν, ὅπερ δὴ νῦν, ἐπεὶ διὰ τῆς τοῦ ἵππου χαίτης ἐπιδεξιὰ γίνεται, ἐπιχαίτιον οἱ σφαιρίζοντες ὀνομάζουσι. Ταῦτα μὲν οὖν, εἰ καὶ πόρρω τοῦ προειρημένου, ἀλλ' ὑμῖν οἶδα πολλὴν συνεισοίσοντα τὴν ὠφέλειαν, δεῖ γὰρ τὸν σοφὸν παντοδαπὸν εἶναι καὶ μηδενὸς ἀνήκοον τῶν ἱστορουμένων. ὁ δὲ λόγος ἐχέσθω τοῦ σκοποῦ. διαλυσάμενος γὰρ ὁ πατὴρ τὴν τοῦ Εὐνομίου δόξαν, ὅτι μὴ ἀγέννητος ὁ πατὴρ γεννήσας, ἐπὶ τὸν ἕτερον λόγον κεχώρηκε τὸν περὶ τῆς ἰδιότητος τοῦ υἱοῦ. οἱ γὰρ πάντα φύροντες καὶ συνείροντες καὶ ἑαυτοῖς ὅπως ἂν βού λοιντο τὰ ὀνόματα δογματίζοντες καὶ τοῦ υἱοῦ τὴν προσηγορίαν ἐπηρεά κασιν. ὥσπερ γὰρ αὐτοῖς ὁ πατήρ, διότι γεγέννηκε, γεννητὸς ἐλογίσθη, οὕτω καὶ ὁ υἱός, διότι ἐκ τοῦ ἀγεννήτου γέγονεν, ἀγέννητος ἔδοξεν· ὥσπερ ἂν εἴ τις εἴπῃ τὴν μὲν ψυχὴν σῶμα, ὅτι κεκοινώνηκε τούτου, τὸ δὲ σῶμα ψυχήν, ὅτι μετέσχηκε ταύτης, καὶ τὸν Ἀδὰμ γεννητόν, ὅτι τὸν Σὴθ ἀπεκύησε, τοῦτον δὲ ἀγέννητον, ὅτι ἐξ ἀγεννήτου τοῦ πρωτοπλάστου γεγέννηται. ἀγέννητος γὰρ ὁ πρωτόπλαστος οὐ τῷ μὴ γεγενῆσθαι, ἔκτι σται γάρ, ἀλλὰ τῷ μὴ κατὰ νόμους προεληλυθέναι γεννήσεως. διὰ τοῦτο «οὔτε τοῦ υἱοῦ», φησί, κατ' ἔλλειψιν τοῦ ἐκστάντος, ὅτι ἐκ τοῦ ἀγεννήτου, ὡς οἱ ἑτεροδοξοῦντες οἴονται· ὁ γὰρ τοῦ «ὅτι» σύνδεσμος ἐφ' ἑκατέρου τῶν κώλων οὐκ εἰς κατασκευῆς λόγον παρείληπται, ἀλλ' εἰς δήλωσιν τῆς ὑποφορᾶς. εἶεν. Περὶ δὲ τοῦ πνεύματος πῶς; ἆρά γε καὶ τούτῳ προσβαλοῦσιν οἱ θεο μάχοι καὶ μάλιστα καὶ καταδραμοῦνται ὡς μὴ θεοῦ; ὅρα δὲ ὅτι διαιροῦν τες αὐτὸ τοῦ κλήρου τῆς θεότητος ἀπελαύνουσιν. ὥσπερ γὰρ ἀντίφασιν τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἐπιδιελόμενοι ἐπάγουσιν, ὡς ἢ πάντως ἀγέννητός ἐστιν ἢ γεγέννηται, εἶτα πρὸς ἡμᾶς φασιν ὡς, εἰ μὲν ἀγέννητος, πάντως πατήρ, υἱὸς δέ, εἰ γεγέννηται. τί δὲ διοίσει ἢ μὴ γεννηθὲν τοῦ πατρὸς ἢ {μὴ} γεννηθὲν τοῦ υἱοῦ; ἀλλ' ἐπειδὴ μηδέτερον πέπονθεν ἢ πεποίηκεν, διὰ ταῦτα ὄνομά ἐστιν ἀνυπόστατον, ἀλλ' οὐχὶ θεός. ταύτην τὴν δόξαν πολλαχῶς μὲν ἐν ἑτέροις λόγοις ἀνῄρηκεν ὁ πατήρ, ὑπόθεσιν μόνην ταύτην τοῦ λόγου πεποιημένος. διὰ ταῦτα πολυειδῶς κατέδραμε ταύτης κατασκευαῖς ἀρίσταις χρησάμενος· ἐνταῦθα δὲ διὰ τὸ κατηπεῖχθαι αὐτὸν πρὸς τὴν πανήγυριν ἀκροθιγῶς ὥσπερ ἐφάπτεται καὶ διαλυσάμενος ὡς ἐν τύπῳ εἰπεῖν περαίνειν ὅπερ προέθετο. Πλὴν τοσοῦτον ὑμῖν ἔστω προεγνωσμένον, ὅτι τὸ «ὅτι» ἐνταῦθα εἰς κατασκευὴν ἑαυτοῦ προῆκται τῷ πατρὶ καὶ οὐκ ἔστιν ὑποφορά· τοῦτο δὲ πολλοὺς οἶμαι λανθάνειν τῶν μὴ τὰς ἐννοίας ἀκριβωσάντων. λέλυται δὲ αὐτῷ τὸ ἄπορον διὰ τῆς μεσότητος. οὐ γὰρ ἄμεσα ἀγεννησία τε καὶ γέννησις, ἵν' ἐν θατέρῳ τῶν ὀνομάτων τὸ πνεῦμα νομίζοιτο, ἀλλ' ἔστι μέσον αὐτῶν ἡ ἐκπόρευσις. οὔτε γοῦν ἀγέννητον οὔτε γεννητόν, καὶ διὰ τοῦτο οὔτε πατὴρ οὔθ' υἱός, ἐκπορευτὸν δέ, καὶ διὰ τοῦτο πρόσωπον ἕτερον παρὰ τὰ δύο, πνεῦμα, καὶ ἐκπορευτὸν παρ' αὐτῆς τῆς πρώτης σοφίας ἐκπορευθέν, καὶ οὐ κενὴ προσηγορία, ἀλλ' ἐνύπαρκτος, καὶ πνεῦμα θεῖον, μᾶλλον δὲ θεὸς τέλειος, ἀπὸ τοῦ πατρὸς ἔχον τὴν πρόοδον καὶ πρὸς ἐκεῖνον ἀναφερόμενον. ἡ γὰρ ἰδιότης ἀκίνητος, ἐπεὶ καὶ τοὔνομα αὐτὸ τοῦτο ἐμφαίνει. εἰ δὲ ἡ ἀγεννησία καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις μεταπίπτουσιν ἀφ' ὧν λέγεται πρὸς ἕτερα, οὐδὲ ἰδιότητές εἰσι. Τοιαύτη μὲν ὡς ἐν τύπῳ περιλαβεῖν ἡ τῶν τοῦ μεγάλου πατρὸς ῥημάτων ἐξήγησις, ἐλάττων μὲν τῆς ἐκείνων μεγαλοφωνίας, οὐ παρὰ πολὺ δὲ δευτέρα τῆς Ὀλυμπιακῆς σάλπιγγος.

Intertext edge

Open linked passage

Note