Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «καινοτομοῦνται φύσεις» Ὑμεῖς τὸ «καινοτομοῦνται φύσεις» ἀκούσαντες, τίς ἡ καινοτομία τῶν φύσεων ἠρωτήκατε, ὅτι μάλιστα οἰόμενοι μείζονος τοῦτο θεωρίας δεόμε νον. ἐγὼ δὲ τὸ ἐπαγόμενον συνάψαι τῷ προηγουμένῳ ζητῶν, ἀπορῶ ᾧτινι μέσῳ τὴν συναφὴν ποιήσομαι. «καινοτομοῦνται» γάρ φησι «φύσεις καὶ θεὸς ἄνθρωπος γίνεται». εἰ μὲν γὰρ κατὰ κόμμα ἀναπαύειν τὴν ἔν νοιαν δεῖ, ἄλλος οὗτος ὁ λόγος καὶ ῥητορείας ἐχόμενος· εἰ δ' ὡς ἐχόμενον τὸ «καὶ θεὸς ἄνθρωπος γίνεται» συνῆπται τῷ «καινοτομοῦνται φύσεις», δυσχερὴς ἂν φανείη ἡ τῶν κομμάτων ἐπίζευξις. ἀλλ' οὐδὲ τοῦτο πόρρω τεχνικῆς ἐπισκέψεως, ὡς προϊὼν ὁ λόγος δηλώσει· προσαπορήσει γάρ τις ὡς, ἐπειδήπερ ἔδει τὸν θεὸν ἄνθρωπον γεγονέναι, διὰ τοῦτο αἱ φύσεις ἐκαινοτομήθησαν, ἢ ἐπειδὴ αὗται τὴν καινοτομίαν πεπόνθασι, διὰ τοῦτο ἄνθρωπος γέγονεν ὁ θεός. ἀμφοτέρωθεν γὰρ ὁ λόγος ἠπόρηται, καὶ αἱ λύσεις δὲ τοῦτο αὐτὸ ἐπιδείξουσιν, ἀμφοτέραις ταῖς διαιρέσεσι τῶν ἀποριῶν καταλλήλως προενεχθεῖσαι. ἀλλὰ πρότερον ζητητέον τίς ἐστιν ἡ λεγομένη φύσις καὶ πῶς τοῖς πρώτοις καὶ μακαρίοις φιλοσόφοις δι ώρισται. Τὸ μὲν οὖν τὰς Ἀριστοτέλους καταριθμεῖν δόξας περὶ τῆς φύσεως καὶ ἀκριβῶς ταύταις ἐπεξιέναι, ὡς πολλῆς δεόμενον πραγματείας, ἀναβάλλο μαι νῦν. ἵνα δὲ μηδ' ὡς ἐκεῖνος περὶ ταύτης ὑπέλαβεν ἀνήκοοι παντάπασιν ὦμεν, «φύσις ἐστὶ» μετά γε τὰς πολλὰς ταύτης ὁμωνυμίας «ἀρχὴ κινή σεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός». τοῦτο γάρ ἐστιν ἑκάστῳ τῶν φυσικῶν πραγμάτων, τὸ ἐν ἑαυτῷ ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως ὡς καὶ τὸ τέλος τῆς ἠρεμίας. αὐξάνει γὰρ τὰ φυτά, ἵν' ἀπὸ τούτων ἄρξωμαι, ἐν ἑαυτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, καὶ λήγουσι τῆς αὐξήσεως φυσικῷ τέλει παυόμενα· οὕτω καὶ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ σφὶγξ καὶ μύρμηξ καὶ μέλισσα καὶ πᾶν ἁπλῶς ζῷον ἢ συρόμενον ἢ νηχόμενον ἢ πετόμενον. ταύτῃ τοι καὶ τὰ πολυθρύλλητα καὶ πρῶτα σώματα, τὰ τέσσαρα στοιχεῖά φημι, κινεῖται καὶ ἠρεμεῖ· ὅ τε γὰρ αἰθὴρ καὶ ἀὴρ ἀφ' ἑαυτῶν τὴν ἄνω φορὰν κινεῖται καὶ καθ' ἑαυτὰ τοὺς οἰκείους καταλαβόντα τόπους ἵσταται, ἥ τε γῆ καὶ τὸ ὕδωρ ἐν ἑαυτοῖς τὴν ἀφορμὴν τῆς καταρρόπου κεκτημένα κινήσεως κεντροβαρῆ τέ εἰσι καὶ τὸ μεσαίτατον τοῦ παντὸς κατειληφότα ἐν ἑαυτοῖς ἀτρεμίζουσι. Τοιαύτη μὲν ἡ παρὰ τῷ Ἀριστοτέλει φύσις καὶ ἡ ὁλοσχερὴς ταύτης ἐξήγησις, μᾶλλον δὲ τοῦ ἡμίσεος μέρους αὐτῆς· τὸ γὰρ δυσχερέστερον οὐχ ἡρμήνευται. ὡς δέ με οἱ Ὀρφικοὶ λόγοι ἢ οἱ Πλατωνικοὶ διδάσκουσι καὶ ἡ περὶ ταύτης πραγματεία τοῦ Λυκίου φιλοσόφου καὶ πρὸ αὐτοῦ τοῦ Χαλκιδέως Ἰαμβλίχου τοῦ Πυθαγορικοῦ, τέχνη τίς ἐστιν ἡ φύσις θεοῦ. τρεῖς δὲ τὰς πάσας ἔχει· ἀλλ' ἵλεως ἡμῖν εἴη τεχνολογούμενος ὁ τοσοῦτος παρὰ τῶν ὁποιωνοῦν καὶ ἡλίκων. ἡ μὲν οὖν τις αὐτῷ πέφυκε σύμφυτος, καθ' ἣν τὰ πάντα δημιουργεῖ καὶ τεκταίνεται, ἣν δὴ ἰδέαν ὁ Πλάτων ὠνόμασεν, ἡμεῖς δὲ νοῦν ἀναίτιον καὶ ἀνερμήνευτον λέγομεν· ἡ δὲ ἐκεῖθεν μὲν τὴν γένεσιν ἔχουσα, οὐ προσπεφυκυῖα δὲ αὐτῷ ἐσαεί, ἀλλ' ὅτε σχοίη τὴν ἐπαναστροφήν· τρίτη δὲ τέχνη θεοῦ ἡ τῇ ψυχῇ μὲν ὑπαριθμουμένη, τῶν δὲ σωμάτων δεσπόζουσα, καὶ γεννῶσα μὲν ταῦτα καὶ τρέφουσα καὶ αὐξάνουσα καὶ κινοῦσα καὶ τελειοῦσα καὶ ἠρεμίζουσα, ἥτις δὴ λόγους ἐνύλους ἔχουσα ὧν ποιεῖ καὶ ἐπισταμένη τρόπον τινὰ τούτους οὐκ ἐπι δίδωσιν ἑαυτῇ, οὐδ' ἐπιστρέφει τούτους πρὸς τὴν ἰδίαν οὐσίαν, ἀλλ' ἀχώ ριστος τῶν σωμάτων ἐστί, δῦσα κατὰ τούτων καὶ μὴ ἀνακάμπτουσα. αὕτη τοίνυν ἡ τέχνη φύσις παρὰ τοῖς ῥηθεῖσι φιλοσόφοις ὠνόμασται. ταύτην ὁ Πλάτων μετ' οὐρανοῦ καὶ χρόνου γεννᾷ· οὐ γὰρ ἦν πω πρὶν οὐρανὸν παραχθῆναι. πρῶτον γὰρ οὗτος σῶμα καὶ περιεκτικὸν τῶν λοιπῶν· ὡς ὅτι ὅσα μὲν μετ' οὐρανὸν γεγένηνται σώματα, μετὰ φύσιν καὶ ὑπὸ φύσεως γέγονε καὶ αὖθις φθειρόμενα φύσει ἐνίσχεται τῇ φθορᾷ, οὐρανὸς δ', εἴ τις βούλοιτο ἄριστα διασκοπεῖσθαι, οὔθ' ὑπὸ φύσεως γέ γονεν οὔτε φύσει φθαρήσεται. Οἱ μὲν οὖν περὶ τῆς φύσεως λόγοι τοιοῦτοι, ὅσον ἐν κεφαλαιώδει ἐπι τομῇ. πότερον οὖν αἱ καινοτομηθεῖσαι φύσεις ἐπὶ θεοῦ τῶν ῥηθεισῶν εἰσι φύσεων ἢ ἡ μὲν οὕτως, ἡ δ' ἑτέρως; ἀλλὰ πρὶν ἢ ἀπόκρισιν δῶμεν αὐτοῖς ἐρωτήσασι, τίς ἡ ἐν ταῖς φύσεσι καινοτομία τῷ λόγῳ διαλευκάνω μεν, μᾶλλον δὲ τί ποτε αὐτό ἐστι τὸ τῆς καινοτομίας σημαινόμενον. ἔστιν οὖν ἡ καινοτομία, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, καινή τις ὁδὸς τοῦ ὑποκει μένου πράγματος καὶ παράδοξος· ἐφ' οὗ γὰρ ἂν ἀλλοίωσις φανείη τῆς φύσεως, καινοτομία τοῦτο ἔστι τε καὶ λέγεται. φυσικῶς γὰρ τῶν ἐν τοῖς ζῴοις σπερμάτων τὰ ἔνυλα διαπλαττόντων εἴδη πρὸς τὰς τῶν αἰτίων μορφάς, ἐὰν ἀφ' ἵππου μὲν γονῆς βόειον ἀποτυπωθῇ εἶδος, ἀπὸ δὲ βοείου ἵππειον, καινότης τοῦτο φύσεων πέφυκε· κἂν ὁ μὲν ἀὴρ ἐνεχθείη κάτω, ἄνω δὲ ἡ βῶλος ἐμμετεωρισθείη, μή τινος βιασαμένου, φύσεων τοῦτο καινοτομία· κἂν ἡ μαγνῆτις τῷ σιδήρῳ ἑλχθείη, ἕλκειν τοῦτον φύσιν ἔχουσα, κεκαινοτόμηται, ὣς δὲ κἀκεῖνος τοῦτο πέπονθε. καὶ ἵν' ἁπλῶς εἴπω, πᾶν σῶμα τὸ παρὰ τὴν φυσικὴν ἰδιότητα κινούμενον ἢ ἱστάμενον ἢ ἄλλο τι ποιοῦν ἢ πάσχον κεκαινοτόμηται. ὅθεν οὐρανὸς μὲν κύκλῳ κινούμενος φυσικὴν ἔχει τὴν κίνησιν· εὐθυφορῶν δέ (δεδόσθω γὰρ τοῦτο τῷ λόγῳ) ὑπὸ τὴν καινοτομίαν γίνεται. Ἐπὶ ταύτης τοιγαροῦν τῆς φύσεως τίθει καὶ τὴν πολυθρύλλητον εἱμαρ μένην, οὐδὲν γὰρ ἄλλο τί ἐστιν αὕτη ἢ φυσικὴ σωμάτων διέξοδος. ὅτε γοῦν ἀκούσεις Ἑλλήνων λεγόντων «καθ' εἱμαρμένην τὰ πάντα» κινεῖσθαι, ἐπὶ τῶν σωμάτων σύστειλον τὴν παντότητα καὶ τὸν εἱμαρμένον τοῦτον κλωστῆρα τὴν φυσικὴν διέξοδον νόησον. πάντα τοιγαροῦν τὰ σώματα κατὰ φύσιν κινούμενα καθ' εἱμαρμένην κεκίνηται. διὰ τοῦτο ὑγιαίνομεν μὲν καὶ νοσοῦμεν καθ' εἱμαρμένην· ἀγαθοὶ δὲ καὶ κακοὶ οὐ κατὰ ταύτην γινόμεθα, ὅτι προαιρέσει ταῦτα καὶ ψυχῶν ἀσωμάτων, καθ' ὧν οὔτε φύσις οὔθ' εἱμαρμένη λέγεται. Ὅρα γοῦν ἐπὶ τοῦ λόγου· «καινοτομοῦνται φύσεις». ἀλλὰ τῶν φύσεων τούτων ἡ μέν ἐστιν ἄνθρωπος, ἡ δὲ θεός, καὶ ἡ μὲν σύνθετον, ἡ δ' ἁπλοῦν, καὶ ἡ μὲν ψυχὴ χρωμένη τῷ σώματι, ἡ δὲ ἄυλον καὶ ἀσώματον. πῶς οὖν ἀμφότεραι φύσεις; ἄνω γὰρ ὁ λόγος τὴν φύσιν ἐπὶ τῶν σωμάτων ἀπέξεσε· τὸ δὲ ἀσώματον κρεῖττον ὂν εἱμαρμένης κρεῖττον καὶ φύσεως πέφυκε καὶ μᾶλλον θεός, ὃς οὐ μόνον τὴν φύσιν ὑπερεφώνησεν, ἀλλὰ καὶ αὐτός ἐστι ταύτης δημιουργός. ἴστε τοιγαροῦν ὅτι ἓν τῶν σημαινομένων ὑπὸ τῆς φύσεώς ἐστι καὶ τὸ ὁπωσοῦν τι πεφυκός· κατὰ τοῦτο γὰρ καὶ ψυχῆς φύσιν φαμὲν καὶ νοῦ καὶ θεοῦ, οὐχ ὅτι τοιῶσδ' ἔχουσιν, ἀλλ' ὅτι ὅλως πεφύκασιν. ἐπὶ μὲν οὖν τοῦ ἀνθρώπου τὴν φύσιν ἀκουστέον καθ' ἣν ἀνωτέρω σημασίαν ὁ λόγος εὕρηκεν· ἐπὶ δὲ τοῦ θεοῦ διότι πέφυκεν. Ἀλλὰ τίς ἡ καινοτομία τούτων τῶν ἑτέρων φύσεων; τὸ τὴν μὲν γεώδη καὶ κατωφερῆ τοῦ βάθους ὑπερκύψαι τῆς ὕλης καὶ ὥσπερ ἀθρόον πτερο φυήσασαν πρὸς αἰθέρα ὡσανεὶ ἀνενεχθῆναι, τὴν δὲ πάντων ἐπέκεινα καὶ μηδενὶ ὅρῳ περατουμένην πρὸς τὴν ἡμετέραν ἐληλυθέναι ἐσχατιὰν καὶ διὰ τῆς καινοτομηθείσης ταύτης συγκαταβάσεως τὴν τοῦ ἡμετέρου φυρά ματος πρὸς τὸν θεὸν γενέσθαι συνάφειαν. Εἰ βούλει δέ, καὶ ἑτέρως σκόπησον. ὁ μὲν θεὸς ἄπειρος καὶ ἀόριστος, ὁ δ' ἄνθρωπος ὡρισμένος καὶ πεπερασμένος καὶ βραχὺ μέρος τῆς φύσεως· ἀλλ' ἐχωρήθη τῷ πεπερασμένῳ τὸ ἄπειρον καὶ τῷ περιωρισμένῳ τὸ ἀπερι όριστον, «καινοτομοῦνται» τοιγαροῦν αἱ «φύσεις». Ἢ καὶ ἄλλως· πῦρ μὲν ὁ θεός, ὁ δὲ ἄνθρωπος ὕλη, ἀλλ' ὑπέστη τὸ πῦρ ἡ ὕλη καὶ συναφθεῖσα οὐ κατεφλέχθη. διὰ ταῦτα «καινοτομοῦνται φύσεις καὶ θεὸς ἄνθρωπος γίνεται», ἐπεὶ μηδὲ ἄλλως ἐνῆν ἐνηνθρωπηκέναι τὸν κύριον, μὴ καινοτομουμένων τῶν φύσεων. «καινοτομοῦνται» φησί «φύσεις»· ὁ μὲν ἄνθρωπος θεὸς γέγονε τέλειος, ὁ δὲ θεὸς ἄνθρωπος τέ λειος. Ἢ καὶ οὕτως· «καινοτομοῦνται φύσεις», ὅτι ἄνευ ἀνδρὸς σύλληψις γέ γονε καί, τῶν ὠδίνων μὴ λυθεισῶν, προῆλθεν ὁ κύριος· ἔδει γὰρ ἐπὶ τῇ κατὰ σάρκα γεννήσει τοῦ Ἐμμανουὴλ μικρόν τι τὴν φύσιν ἀλλοιωθῆναι, ἵν' ἐνδείξηται τὴν πρὸς τὸν δημιουργὸν εὐλάβειαν. εἰ γὰρ τὰ χερουβὶμ «καλύπτει τὰ πρόσωπα», ἀρρήτου τούτοις ἐμπιπτούσης αὐγῆς, οὐκ ἔδει τὴν φύσιν ὑποσταλῆναι, ὅλου πρὸς αὐτὴν κενωθέντος θεοῦ; καὶ εἰ, τοῦ αἰσθητοῦ ἡλίου τὸν ὁρίζοντα ὑπερβαίνοντος, ἐπισημαίνεταί τι τῷ ἀέρι τῆς λαμπηδόνος, πῶς οὐκ ἔδει καὶ τοῦ νοητοῦ ἡλίου ἐπανατέλλοντος ἡμῖν κρείττονα τὴν φύσιν παθεῖν ἀλλοίωσιν; διὰ τοῦτο «καινοτομοῦνται φύσεις καὶ θεὸς ἄνθρωπος γίνεται». Δυνατὸν μὲν γὰρ καὶ κατὰ κόμμα τὴν ἀνάγνωσιν ποιεῖσθαι, ἵν' ᾖ «καινοτομοῦνται φύσεις», καὶ στίζοντας αὖθις ἐπάγειν «καὶ θεὸς ἄνθρωπος γίνεται». ἐν γὰρ ταῖς πομπικαῖς καὶ λαμπραῖς ὑποθέσεσιν οἱ ἀκριβέστεροι τῶν ῥητόρων, καταφρονοῦντες τῶν ἐπιζεύξεων, ὥσπερ κροτάλοις τισὶ τοῖς ῥυθμοῖς χρῶνται τῶν λέξεων, οἱ δὲ κρόταλοι οὐχ ὡς μέρη ἕτερος ἑτέρῳ ἕπεται, ἀλλ' εἴτε ἐπὶ τῶν χειρῶν τις τούτους ποιεῖ εἴτε κυμβάλῳ εἴτε ταραντινιδίῳ χρῆται, καθ' ἑαυτοὺς περιγράφει τοὺς κροτάλους. ῥητορικὸν μὲν τοῦτο, ἀλλ' ὁ λόγος φιλόσοφος καὶ ὁ πατὴρ τούτου φιλο σοφώτατος· διὰ τοῦτο μετὰ τοῦ κρότου φροντίζει καὶ τοῦ σεμνοῦ. ὅθεν οὕτως ἀναγνωστέον· «καινοτομοῦνται φύσεις καὶ γίνεται τάδε καὶ τάδε». Φαίνεται δέ πως ἀνακόλουθον τὸ ἑπόμενον. πρὸς γὰρ τὸ «καινοτομοῦν ται» ἄλλο τι ἔδει ἐπενεγκεῖν τὸν φιλόσοφον, αὐτὸ τὸ εἶδος τῶν καινοτο μουμένων, ὁ δὲ θατέρου μὲν τὴν καινοτομίαν ἀπέδωκεν εἰρηκὼς «καὶ θεὸς ἄνθρωπος γίνεται», τὸ δ' ἕτερον, ὅσον ἐπὶ τῷ λόγῳ, ἀφῆκεν ἀκαινο τόμητον· οὐδὲ γὰρ εἴρηκε «καὶ ἄνθρωπος εἰς θεοῦ ἀξίωμα μεταβέβηκε». ῥητορικῶς μὲν οὖν οὕτως ἑρμηνεύσεις τὸ ῥητὸν ἢ τὸν τόπον, ὡς ἐν ταῖς ἐνδιαθέτοις εὐφροσύναις καὶ ἡδοναῖς ὅλος τοῦ πράγματος ὁ ῥήτωρ γενό μενος μιμεῖται τὴν φύσιν ἐν τῇ τέχνῃ, καὶ παρὰ τὴν τέχνην λέγων μᾶλλον τεχνικώτατος γίνεται· οὐδὲ γὰρ ἑαυτοῦ ἐστιν, ἵνα τὴν τάξιν τηρῇ, ἀλλ' ὑπὸ τῆς ἡδονῆς ἐξαπατηθεὶς ἢ ὑπὸ τοῦ πάθους παρασυρεὶς ἄλλα μὲν προτίθησι, λέγει δὲ καὶ ἕτερα. γλαφυρὰ μὲν καὶ αὕτη ἡ ἐπίλυσις καὶ ῥήτορι ἡδίστη ἀνδρί· ἡ δ' ἀληθὴς ὅτι καὶ θάτερον ἐνεδείξατο διὰ θατέρου. εἰ γὰρ ὁ θεὸς ἄνθρωπος γέγονε, πολλῷ γε μᾶλλον ὁ ἄνθρωπος θεός, διὰ γὰρ τὸ τὸν ἄνθρωπον ἀποθεωθῆναι ὁ κύριος ἐνηνθρώπηκεν. ἢ ὅτι «καινοτομοῦν ται φύσεις» εἰρηκὼς ἄνω καὶ δηλώσας ὃ ἐβούλετο, τὴν μείζονα καινοτο μίαν ὡς μᾶλλον θαυμαζομένην μόνην ἐξέθετο.