Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Κζʹ. Εἰς τὸ ῥητὸν τῆς πρώτης ὁμιλίας τῆς Ἑξαημέρου τοῦ μεγάλου Βασιλείου τὸ λέγον· «διὰ τοῦτο οἱ μὲν ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον, τοῖς τοῦ κόσμου στοιχείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες· οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν» Ἱκανῶς ἐννεάσας τοῖς ἐκ τοῦ Περιπάτου δόγμασιν ὁ μέγας Βασίλειος, καὶ τὰ μὲν αὐτῶν ὡς τῷ ὀρθῷ λόγῳ στοιχοῦντα προσηκάμενος, τῶν δὲ πολλὴν καταγνοὺς τὴν ἀτοπίαν, ἐπειδήπερ ἅπαξ αὑτὸν ἐς τὸν λόγον τῆς τοῦ παντὸς δημιουργίας καθῆκε, τοῖς μὲν ὀρθῶς ἔχουσι κατὰ τὸ λεληθὸς συναποχρῆται ἐν τοῖς περὶ τῆς κτίσεως λόγοις, ὅσα δὲ μὴ καλῶς ἔχει ἐκ παρόδου ἀπορραπίζει καὶ τῆς ἀληθοῦς ἀποκρίνει φιλοσοφίας. Εἰσὶ δὲ οἱ ἁψάμενοι τῶν τοῦ κόσμου ἀρχῶν πολλοὶ μὲν καὶ ἐκ διαφόρων αἱρέσεων, Πυθαγόρειοι γὰρ καὶ Πλατωνικοὶ καὶ οἱ τὰς τοῦ Ἀριστοτέλους τέχνας ἀκριβωσάμενοι, οἵ τε ἀπὸ τοῦ Περιπάτου καὶ ὅσοι ἐπλήρουν τὴν Στοάν, μεθ' ὧν καὶ ἕτεροι συχνοί· οἱ δὲ μάλιστα τούτων μνημονευόμενοι καὶ ὧν θαμὰ καὶ ὁ φιλόσοφος Ἀριστοτέλης καθάπτεται ἔν τε τοῖς φυσικοῖς λόγοις καὶ τούτοις ἐν πᾶσι τοῖς μέρεσιν, οὐχ ἥκιστα δὲ κἀν τῇ πρώτῃ φιλοσοφίᾳ, Μέλισσός ἐστι καὶ Παρμενίδης, Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, Λεύκιππός τε καὶ Δημόκριτος, Ἵππων τε καὶ Κριτίας καὶ Ἀναξιμένης. ἀλλὰ περὶ μὲν Μελίσσου καὶ Παρμενίδου ἀπολογήσαιτ' ἄν τις εἰκότως ὅτι τὼ ἄνδρε τούτω οὐ φυσικὼ μόνον ἤστην, ἀλλὰ καὶ φιλοσόφω· ὅθεν οὐ καλῶς τῷ Ἀριστοτέλει διαβεβλήκατον· οἱ μὲν γὰρ ἰδίᾳ μὲν πρὸς ἀλήθειαν, ἰδίᾳ δὲ πρὸς δόξαν τὰ ὄντα διηρμηνεύκασιν, ὁ δὲ φιλόσοφος θεολογούντων αὐτῶν καθάπτεται φυσικῶς· τοῦτο δὲ ἄντικρυς παρανομοῦντός ἐστι. διὰ ταῦτα τούτους μὲν τέως ἀφήσομεν, τὰς δὲ τῶν ἑτέρων δόξας διαιρετέον ἡμῖν. Πρὸ δὲ τῆς τῶν καθ' ἕκαστα διαιρέσεως τοῦτο χρὴ πάντας εἰδέναι ὑμᾶς, ὅτι, διαφόρων ὄντων αἰτίων δι' ἃ τὰ καθ' ἕκαστα γίνεται σύμπαντα, ποιητικοῦ, εἰδικοῦ, ὑλικοῦ, τελικοῦ, προσθήσω δὲ διὰ Πλάτωνα ὀργανι κοῦ, παραδειγματικοῦ, οἱ μὲν τῶν φιλοσόφων ἐν οἷς τὴν φύσιν τῶν ὄντων ἀπηκριβοῦντο τῷ ποιητικῷ αἰτίῳ ἐπιδεδώκασι, θεὸν ἢ νοῦν τῇ δημιουργίᾳ τῶν ὄντων ἐπιστησάμενοι, οἱ δὲ τοῦτο μὲν οὐ συνεῖδον, τῆς δὲ ὑλικῆς ἀρχῆς ἥψαντο, αἰθέρας ἢ ἀέρας ἢ ἀτμίδας τῶν ὄντων αἰτιασάμενοι, οἱ δὲ πρὸς ἀμφότερα μύσαντες, τοῦ τελικοῦ αἰτίου τὰ πάντα ἀνήρτησαν, τἀγαθοῦ τὸ σύμπαν ἐφίεσθαι λέγοντες, οἱ δὲ τὸ εἶδος ἐπέστησαν τοῖς οὖσιν ἀρχηγικώτερον. Πλάτων δὲ ἰδίᾳ παρὰ τοὺς ἄλλους τὰς ἰδέας παρήνεγκε, τὸ παραδειγματικὸν αἴτιον αἰνιττόμενος καί τινα δημιουργὸν δεύτερον μετὰ τὸν πρῶτον θεόν, ὀργάνου δίκην τὰς ὕλας τεκταινόμενον. τῶν μὲν οὖν ἄλλων ἔλαττον ὁ πολὺς τὰ θεῖα Βασίλειος καθαπτόμενος φαίνεται· τοὺς δὲ τὴν τῶν πάντων αἰτίαν τὴν ὕλην ὑποτοπάσαντας καὶ μάλα διασύρει τῷ λόγῳ, ὅτι πρὸς τὸν θεὸν μηδόλως ἀναβλέψαι βουληθέν τες ἢ δυνηθέντες «ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον». ὑπόθεσιν γὰρ ἐνταῦθα τὴν αἰτίαν καὶ τὴν ἀρχὴν νοητέον, μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ῥητορικῶν ἀφορμῶν, ὥσπερ ἡμεῖς πού φαμεν ὑπόθεσιν εἶναι τῷ λόγῳ τὴν Περικλέους κατηγορίαν ἢ τὴν Δημοσθένους Περὶ τοῦ στεφάνου ἀπολογίαν· ὥσπερ γὰρ αἱ τοιαίδε τῶν ὑποθέσεων ἀρχαὶ τῶν ῥητορικῶν λόγων καθεστᾶσιν, οὕτω δὴ καὶ τὰ στοιχεῖα ὑλικὰς ἀρχὰς τῷ παντὶ οἱ πλεῖστοι τῶν φιλοσόφων ᾠήθησαν· «οἱ μέν» γάρ φησιν «ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον, τοῖς τοῦ κόσμου στοιχείοις τὴν ὕπαρξιν τοῦ παντὸς ἀναθέντες». Τὸ δὲ τοῦ «κόσμου» ὄνομα μὴ παρέλθωμεν· ὑποσυγκεχυμένως γάρ πως εἰρῆσθαι δοκεῖ τοῖς πολλοῖς. αὐτίκα δ' ὁ φιλόσοφος Ἀριστοτέλης νῦν μὲν ἰδίᾳ τὸν οὐρανὸν κόσμον ὠνόμασε, νῦν δὲ τὸ ἐκ τῶν στοιχείων σύστημά τε καὶ σύγκριμα. οἱ πλεῖστοι δὲ τῶν φιλοσόφων τῷ εἴδει μόνῳ τὸν κόσμον ἀπέδοσαν, οἱ δὲ καὶ τὴν ὕλην κόσμον κεκλήκασιν, οἱ δὲ τὸν νοῦν καὶ ξύμπαν τὸ νοητὸν τῷ ὀνόματι τοῦ κόσμου, ἵν' οὕτως εἴπω, καθύβρισαν. ἐμοὶ δὲ κόσμος οὔτε ἡ ὕλη δοκεῖ, τὸ ἄμορφον εἶδος, τὸ ἀδιατύπωτον αἶσχος, οὔτε τὸ εἶδος (οὐ γὰρ πεποίκιλται τοῦτο οὐδὲ κεκόσμηται), ἀλλὰ τὸ συναμφότερον ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους συνεστηκός. τὸ γὰρ τοῦ κόσμου ὄνομα ἀποτέλεσμα οἷόν ἐστι δυεῖν, κοσμοῦντος καὶ κοσμουμένου· κοσμεῖ μὲν γὰρ τὸ εἶδος, κοσμεῖται δὲ ἡ ὕλη· κόσμος δὲ οὐδέτερον, ἀλλὰ τὸ συναμφότερον. κατ' ἀμφότερα οὖν ὁ φιλόσοφος κατορθοῖ, καὶ τὸν οὐρανὸν κόσμον λέγων καὶ τὸ ἀπὸ τῶν στοιχείων σύγκριμα· ἄμφω γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους συνεστήκατον. κόσμον δέ τις ὀνομάζων τὸν νοῦν ἢ σύμπαν τὸ νοητόν, εἰ μὲν καταχρώμενος λέγει διὰ τὸ κοσμεῖν τἆλλα, οὐκ ἂν ἁμαρτάνοι· εἰ δ', ὡς ἡμεῖς ἠκριβώσαμεν, καὶ μάλιστα τοῖς ἀπὸ τῆς φιλοσοφίας βληθείη ὀνείδεσι μεθ' ὕλης βλέπων τὰ νοητά, ἃ δὴ μόνως ἐστὶν ἀυλότατα. Ἀλλὰ τίνες «οἱ καταφυγόντες ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις»; οἱ μὲν καθ' ἓν τῶν στοιχείων· Θαλῆς μὲν γὰρ τὸ ὕδωρ τοῦ παντὸς ᾐτιάσατο, τὸ δὲ πῦρ Ἀναξίμανδρος, τὴν δὲ γῆν Ἵππων· Ἐμπεδοκλῆς δὲ μόνα τὰ τέσσαραστοιχεῖα ὁμοῦ ἀρχὰς ἐπέστησε τῷ παντί, μεθ' ὧν τὸν παρ' ἐκείνου Σφαῖρον ὀνομασθέντα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, περὶ ὧν εἰ ἀρξόμεθα λέγειν, πολὺν ἂν λόγον καταναλώσωμεν· συμβολικὰ γὰρ ταῦτα πάντα καὶ Πυθαγόρεια. «Ἀναξαγόρας» δὲ «ὁ ἀπὸ τοῦ Μίμαντος» τὰς ὁμοιομερείας ἀρχὰς ἡγήσατο τοῦ παντός· ὁ μὲν γὰρ Ἐμπεδοκλῆς, ἁπλᾶ τὰ στοιχεῖα ἡγούμενος, ἀπὸ τούτων ἀπεγέννα καὶ ξύλα καὶ λίθους, σάρκας τε καὶ νεῦρα καὶ αἷμα καὶ τἆλλα τῶν ὁμοιομερῶν· ὁ δ' Ἀναξαγόρας τὰς ὁμοιο μερείας μᾶλλον τῶν ὄντων τιθέμενος ἀρχάς, ἀπὸ τούτων ἔλεγε τὰ στοιχεῖα συνίστασθαι, ὡς συμβαίνειν τὸν μὲν Ἐμπεδοκλέα ἁπλᾶ ἡγεῖσθαι τὰ στοιχεῖα, σύνθετα δὲ τὰ ὁμοιομερῆ, τὸν δὲ Ἀναξαγόραν ἁπλᾶ μὲν τὰ ὁμοιομερῆ, σύνθετα δὲ τὰ στοιχεῖα. ὅπως δ' ἂν αἱ δόξαι αὐτοῖς ἔχωσιν, ὑλικαὶ πάντως εἰσίν. ἐνιαχοῦ δὲ Ἀναξαγόρας νοῦν ἐφιστάνει τῷ παντὶ καὶ ὑπὸ νοῦ λέγει κεκοσμῆσθαι τὸ πᾶν· ἀλλὰ βραχὺ κατιών, ἐπιλανθάνεται τῶν δογμάτων καὶ πάλιν ἐπὶ τὰς ὁμοιομερείας τὸν λόγον ἐγκαθορμίζει. «Οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν». τίνες οὗτοι; Λεύκιππος καὶ Δημόκρι τος· οὗτοι γὰρ τὴν ἐναντίαν ταῖς ὅλαις φιλοσοφίαις ἐβάδισαν· φασὶ γὰρ ὅτι, κενοῦ τοῦ παντὸς ὄντος, γέγονέ ποτε ὁ κόσμος πρότερον μὴ ὤν, εἶτα εἰπεῖν βουληθέντες καὶ ὅντινα τρόπον ἐγένετο, ἀφέντες τὴν ῥᾴστην ὁδόν, ὥστε τὸν δημιουργὸν τοῦ σύμπαντος αἰτιάσασθαι, ἀνέπλασαν ἑαυτοῖς σωμάτιά τινα ἀμερῆ οὐκ οἶδ' ὅπως καὶ ἀπαθέστατα, «θέσει καὶ τάξει καὶ σχήματι» διεστηκότα· ταῦτα δέ, φασί, φερόμενα τῷ κενῷ, νῦν μὲν συγκυρεῖν ἀλλήλοις καὶ συνεπιπλέκεσθαι, νῦν δὲ ἀσυνάρμοστα εἶναι πρὸς ἄλληλα καὶ ἀσύγκλωστα. τὰ μὲν οὖν ἀσυνάρμοστα τὰς ἀταξίας γεννᾶν, ὅτι μὴ κατὰ λόγον ἐκράθη, τῶν δὲ συνηρμοσμένων ὅσα μὲν ἀλλήλοις ἰσχυρό τερον ἀντεπλάκησαν, ὥσπερ ἐπὶ τῶν δακτύλων ἑκατέρας χειρὸς ὁρᾶται ἡ ἀντεμπλοκὴ νῦν μὲν ἑδραία καὶ ἀντερείδουσα, νῦν δὲ χαύνη καὶ διαρ ρέουσα. εἰ μὲν οὖν οὕτως ἀντεπλάκη τὰ ἄτομα, ὥστε ἰσχυρὰν γενέσθαι τὴν ἀντεμπλοκήν, ἀρραγὲς ἔφασκον καὶ τὸ ἀποτελούμενον εἶναι ἤ, τό γε μετριώτερον εἰπεῖν, δυσδιάρρηκτον· εἰ δὲ ἀσθενέστερον ἀντεπλάκησαν, καὶ τὸ ἀπ' ἐκείνων γεγονὸς ἀσθενὲς καὶ εὐδιάλυτον γέγονεν. ἀμερῆ γοῦν σώματα καὶ ἄτομα τὰ συμπλέκοντα καὶ συμπλεκόμενα κατωνόμαζον· ὄγκους δὲ καὶ πώρους τὰ ἐκ τῶν συμπλοκῶν γινόμενα ἔφασκον· ἐκ παραλ λήλου γὰρ τὰ ὀνόματα ταυτὶ κεῖται. ἀλλ' ὁ μὲν ὄγκος πάσης ἐστὶ συμπλο κῆς ἀποτέλεσμα· ὄγκος γὰρ καὶ τὸ βούτομον καὶ ἡ πάπυρος καὶ ὁ ἀδάμας· ἕκαστα γὰρ ὤγκωται· πῶρος δὲ τὰ ἐκ τῆς ἀρραγεστέρας τῶν ἀτόμων ἀντεμπλοκῆς, ὥσπερ τῶν γεηρῶν τὰ μάλιστα δύστμητα. ὁ μὲν οὖν πῶρος καὶ ὄγκος ἂν κληθείη, οὐ πᾶς δὲ ὄγκος καὶ πῶρος. ἐξώγκωται μὲν γὰρ ὁ ἀήρ, οὐ πεπώρωται δέ· πεπώρωται δὲ ὁ σίδηρος, οὗτος δὲ καὶ ἐξώγκωται. «Νῦν μέν» γάρ φησι «συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νυνὶ δὲ μετασυγκρινομένων τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίνεσθαι, καὶ ἐπὶ τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν». δύο γὰρ ταῦτα οἱ περὶ Λεύκιππον εἰπεῖν ἔθεντο, ἓν μὲν ὅπως αἱ γενέσεις καὶ αἱ φθοραὶ γίνοντο, ἕτερον δὲ ὅπως τῶν συνεστηκότων μεγεθῶν τὰ μὲν ἐπὶ πολὺ διαρκεῖ, τὰ δὲ ταχὺ πίπτει τε καὶ ἀπόλλυται. διὰ τί γὰρ νάρθηκι μέν, ἵν' οὕτως εἴπω, βραχὺς ὁ βίος, πολυαρκὴς δὲ ἡ ἔβενος πέφυκε, καὶ τῷ Νεβρὼδ μὲν ἀδαμάντινον τὸ σαρκίον, ἐμοὶ δὲ χαῦνον καὶ διερρυηκός, καὶ τῷ μὲν οὐρανῷ ἀδιάπτωτον τὸ σῶμα, ἀὴρ δὲ ὅσαι ὧραι ῥεῖ τε καὶ μεταβάλλεται; πρὸς ταύτας οὖν ἐνεχθέντες τὰς ἀπορίας τούτω τὼ φιλοσόφω ἐλεγέτην, ὡς αἱ μὲν γενέσεις συμπλεκομένων ὁπωσδήποτε τῶν ἀτόμων γίνονται, αἱ δὲ φθίσεις μετα συγκρινομένων, τουτέστι διαλυομένων. ὡς γὰρ σύγκρισις ἡ συμπλοκή, μετασύγκρισίς ἐστιν ἡ διάλυσις· ἡ γὰρ μετὰ πρόθεσις οὐ μόνον τὸ συν εῖναι τούτῳ τοῦτο δηλοῖ, ἀλλὰ καὶ τὸ κατὰ τάξιν μετὰ τὸ πρῶτον εἶναι τὸ δεύτερον. ἐνταῦθα οὖν ἡ μετασύγκρισις τὴν μετὰ τὴν σύγκρισιν δηλοῖ διάλυσιν. ὥσπερ γάρ, φασί, τῶν ἀτόμων συμπλακέντων ἐγένετό τι, οὕτω δὴ διαλυθέντων διερρύη τὸ γεγονός, καὶ ὥσπερ κατὰ μέρος καὶ κατ' ὀλίγον ἡ συμπλοκή, οὕτω δὴ κατὰ τὸ ἀνάλογον καὶ ἡ διάλυσις. οὐ γὰρ εὐθὺς ἀποθνῃσκόντων ἡμῶν ὁ ὄγκος τοῦ σώματος συνδιαλύεται, ἀλλὰ κατ' ὀλί γον τῶν ἀτόμων ἀποσπωμένων καὶ οἷον χαυνουμένων καὶ ἀπορρεόντων ὁ ὄγκος συναφανίζεται, ὥσπερ δὴ καὶ συνιόντων ἀλλήλοις κατὰ βραχὺ τὸ γινόμενον μεγεθύνεται. γενέσεις μὲν αὐτοῖς καὶ φθίσεις ἐντεῦθεν ᾐτιο λόγηνται· ὅπως δὲ τὰ μὲν τῷ πολλῷ χρόνῳ διαρκεῖ, τὰ δὲ τῷ βραχεῖ διαπίπτει καὶ ἀφανίζεται, ἐντεῦθεν αὐτοῖς ἔγνωστο. ἀντιπλεκόμενα γάρ, ἔφασκον, τὰ ἄτομα ἢ ἀντερείδει πρὸς ἄλληλα καὶ ἰσχυρότερον ἀντιβαίνει, ἢ ἀκροθιγῶς ἀλλήλων ἅπτεται. ὅσαις μὲν οὖν τῶν ἀντεμπλοκῶν ἀντερεί σεις καὶ ἀντιβάσεις ἐγένοντο, ἐκεῖναι δὴ καὶ σώματα ἀπεγέννησαν ἰσχυρότερα καὶ τῷ βραχεῖ χρόνῳ ἥκιστα δαπανώμενα· ὅσα δὲ πλαδαρῶς ἀλλήλοις συνηρμόσθη, ταῦτα δὴ χαῦνα καὶ τὰ γινόμενα πεποιήκασι. διὰ ταῦτα τοῖς μὲν ἕπεται τὸ πρὸς τὸν χρόνον ἀντέχειν, τὰ δὲ καὶ καθ' ἑαυτὰ τῇ φύσει φθείρεται καὶ οὐκ ἀντέχει πρὸς τὰ προσβάλλοντα. Ἡ μὲν οὖν δόξα τῶν περὶ Λεύκιππον τοιαύτη, ἣν δὴ καὶ μᾶλλον ὡς ἀνυπόστατον καὶ κενὴν καὶ ὁ μέγας διαπτύει Βασίλειος. ἀλλ' οὗτος μὲν διαπτύσας οὐκ ἤλεγξεν, ἐπεὶ μηδὲ σκοπὸς αὐτῷ διελέγξαι τοὺς οὕτω φιλοσοφήσαντας· Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ὅλην αὐτοῖς τὴν δόξαν κατέσεισεν, ἀποδείξεσιν ἀρραγέσι κατὰ ταύτης χρησάμενος. ἡμῖν δὲ οὐ νῦν περὶ τούτων, ἀλλὰ περὶ τῆς τῶν ῥητῶν ἐξηγήσεως, ἣν δὴ καὶ ὡς ἐνῆν ὑμῖν παραθέμενοι, τὸν περὶ τῶν δογμάτων ἔλεγχον ἐς καιρὸν ἄλλον ἀναβεβλήμεθα.