Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1
Ἐκ τοῦ Εἰς τὰ φῶτα δευτέρου λόγου, εἰς τὸ «οἶδα καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ κολαστήριον». Ὥσπερ εἰσὶ παρὰ τῷ Σολομῶντι, εἴτε τῷ τοῦ Δαυὶδ προσεχῶς υἱῷ καὶ τοῦ αἰσθητοῦ βασιλεύσαντι Ἰσραὴλ εἴτε τῷ νοητῷ καὶ τῷ ὄντι εἰρηνικῷ, «ᾄσματα ᾀσμάτων» καὶ θείων ᾠδῶν ᾠδαὶ ὑψηλότεραι, καθάπερ δὴ καὶ ἐκ τοῦ ἐναντίου «ματαιότης ματαιοτήτων», οὕτω δὴ καὶ παρὰ τῷ μεγάλῳ τούτῳ καὶ θεολόγῳ πατρὶ μυστήρια μυστηρίων εὑρίσκεται κρείττονα. αἱ μὲν γὰρ αὐτῷ τῶν θεωριῶν προτελείων λόγον ἐπέχουσιν, αἱ δὲ τελειότητός εἰσι καὶ τῶν ἐν ἀδύτοις ἐκφάνσεις ἀπόρρητοι. αἱ μὲν γὰρ Ἑλληνικαὶ τελεταὶ σωματικοῖς συμβόλοις ἐκάθαιρον τὸν τελούμενον, δι' ὧν ἔδει πρὸς τὸν παρ' ἐκείνοις Μίθραν τὸν εἰσαγόμενον προσεγγίσαι· ἡ δὲ τοῦ πατρὸς κάθαρσις, ἐν ἀποστάσει τοῦ νοῦ τῆς σωματικῆς γινομένη φύσεως, αὐτὴν ἀνάγει γυμνὴν τὴν ψυχὴν πρὸς τὰς θεωρίας τὰς κρείττονας. ἐκεῖνος μὲν οὖν ὅπως ἔχει φύσεως τό τε ἄυλον φῶς καὶ τὸ ἀσώματον πῦρ κατὰ θεωρίαν εἰδώς, συμβολικώτερον τοῖς εἰσαγομένοις τὰς φύσεις τούτων ἡρμήνευσεν· ἐμοὶ δὲ ἀγαπητὸν εἰ καὶ τὰ σύμβολα ὑμῖν ποσῶς ἐξηγήσαιμι. «Οἶδα» γάρ φησι «καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ κολαστήριον». ἀλλὰ ποῖον τοῦτο; τὸ μὲν γὰρ ἐνταῦθα πῦρ ἅπαν ἐν κολάσεως λόγῳ παρα λαμβάνεται· ὁμοῦ τε γάρ τις ὡμίλησε τῇ φλογὶ καὶ ἠφάνισται, καὶ ἡ κόλασις φθάνει τὴν κάθαρσιν. τὸ δὲ θεῖον πῦρ οὐ τοιοῦτον, ἀλλὰ διττήν, ὡς ἔοικεν, ἔχει τὴν δύναμιν, τὴν μὲν τὸν μολυσμὸν τῆς ψυχῆς ἐκκαθαίρου σαν καὶ καθαρὰν αὐτὴν ἀποφαίνουσαν καὶ χρυσοειδῆ, τὴν δὲ πᾶσαν ἐμ πιπρῶσαν καὶ φλέγουσαν, οὐχ ὥστε καὶ εἰς τὸ μὴ ὂν περιιστᾶν (ἀθάνατος γὰρ ἡ ψυχή), ἀλλ' ὥστε τὰς ἀφορμὰς αὐτῆς τῶν ἀρετῶν ἀφαιρεῖν καὶ πᾶ σαν πρακτικὴν καλοῦ δύναμιν ἀργὴν ποιεῖν καὶ ἀνόνητον. Ἀλλ' ὁποῖον τοῦτο τὸ πῦρ θεωρήσωμεν· πότερον αἰθέριόν τε καὶ οἷον ἄυλον, ἢ ἄλλως καθ' ἑαυτὸ μὲν μὴ ὑφεστηκός, ὕλαις δέ τισιν ἐξαπτόμε νον; καὶ τούτῳ διχῶς ὁ θεὸς χρῆται, τῷ μὲν καθαίρων, τῷ δὲ καθαιρῶν, καὶ τῷ μὲν λευκαίνων τὴν πυρπολουμένην ψυχήν, τῷ δὲ καὶ τὸ ἐν ἐκείνῃ ἀποσβεννύων πῦρ, τὸ τοῦ θείου φωτὸς ἔκγονον; ὅπερ οὖν διηπόρηται, τοιοῦτον ἐκεῖνο τὸ πῦρ, ὃ δὴ εἴς τε τὸ καθαίρειν καὶ τὸ κολάζειν ὁ μέγας διῄρηκεν, ἢ ἄλλο τι παρὰ ταῦτα; ἔστι μὲν οὖν ὡς ἐν τύπῳ εἰπεῖν ἕτερον· οὐ πάνυ δέ μοι τέως ἀνενδοίαστος ἡ ἀπόφασις, ἕως ἂν καὶ τὸ «Σοδομιτι κὸν» ἐξετάσω πῦρ· ὁρατὸν γὰρ κἀκεῖνο καὶ οἷον ἐξ ὕλης καὶ εἴδους συγκεί μενον. Ἀλλὰ πρὶν ἢ περὶ τούτων εἰπεῖν, ἰστέον ὡς κἀν τῷ παρόντι αἰῶνι κἀν τῷ μέλλοντι τὰ δύο ταῦτα πυρὰ προβέβληται τῷ θεῶ, πλὴν οὐχ ὁμοίως, ἀλλ' ὃν λόγον ὁ αἰὼν καθ' ὃν ζησόμεθα πρὸς τὸν χρόνον καθ' ὃν βιοῦμεν ἐνταῦθα ἔχει, τὸν αὐτὸν δὴ καὶ ἡ ἐκεῖσε κόλασις πρὸς τὴν ἐνταῦθα καὶ πρὸς τὴν χρονικὴν κάθαρσιν ἡ αἰώνιος. ἐξεταστέον δὲ πῶς ἑκατέραιν ταῖν ζωαῖν ἢ καθαιρόμεθα ἢ κολαζόμεθα καὶ ὁποίῳ πυρί· καὶ πρῶτά γε ἐν τῇ παρούσῃ ζωῇ τὸν ἐξετασμὸν ποιησώμεθα. ἀλλ' ἐπειδὴ τὸ καθαρτήριον πῦρ μολυσμοῦ τινος πέφυκε κάθαρσις, εὕρωμεν ὅστις ὁ μολυσμός. μο λυσμὸς οὖν ἐνταῦθα σπίλωσις ψυχῆς, ἀπὸ σωματικῶν αὐτῇ προσγινο μένη παθῶν· προσχωννυμένη γὰρ τῷ πηλώδει τούτῳ φυράματι, τὸν ἐξ αὐτοῦ μολυσμὸν ἀναμάσσεται καὶ τοῦ θείου κάλλους τὸ αἶσχος τῶν παθῶν ἀνταλλάσσεται καὶ χρυσῆ τις οὖσα καττιτέρῳ καὶ μολίβδῳ νο θεύεται. εἰ μὲν οὖν οὕτως ταῖς τοιαύταις ὕλαις προσανεχώσθη, ὡς μηδ' ὁτιοῦν αὐτῇ φαίνεσθαι τοῦ χρυσοῦ, τῷ κολαστηρίῳ πυρὶ καταφλέγε ται, ἀλλ' οὐχὶ τῷ χωνευτηρίῳ καθαίρεται. εἰ δ' ἐξ ἡμισείας αὐτῇ τὸ εἶδος ἠχρείωται καὶ τὸ κάλλος μεμόλυνται, τῷ πυρὶ χωνευθεῖσα ὃ καθαίρειν οἶδεν, ἀλλ' οὐ κολάζειν, ἀποβάλλεται μὲν τὴν ἔξω συνθήκην καὶ τὰ πε ριττὰ ἀποτίθεται καὶ τὸ τῆς ὕλης βάρος ἀποφορτίζεται, καθαρὰ δὲ καὶ ἀνεπαχθὴς γίνεται καὶ τὸ οἰκεῖον εἶδος ἀπολαμβάνει. Ἀλλ' ἐπεὶ τὸν μολυσμὸν ἔγνωμεν καὶ τὴν ἀπὸ τούτου τῆς ψυχῆς κάθαρ σιν, γνῶμεν καὶ οἷον τὸ καθαρτήριον πῦρ. ἔστι δὲ τοῦτο αἱ περιστάσεις τῶν ἀκουσίων καὶ ἑκουσίων παθῶν, αἳ δὴ ὥσπερ τινὰ χέρνιβα ἐξεύρηνται τῷ θεῷ καθαίροντα τὴν ψυχὴν καὶ λευκαίνοντα. ἢ γὰρ ἡ ψυχή, γνοῦσα ὅπως προσηλώθη διὰ τῶν παθημάτων τῷ σώματι, εἰς ἀσκητικοὺς ἑαυτὴν ἀγῶνας ὠθεῖ καὶ διὰ τῶν κατὰ βούλησιν τῆς κατεχούσης φύσεως ἀπαλ λάττεται, ἢ ἀσυνέτως βιοῦσαν πειρασμοῖς ἐμβάλλει θεὸς ἢ νόσοις ᾧ χρῆται σώματι καταδαπανῶν, ἢ χερσὶ δημίων ἐκδιδοὺς ἢ ἀποβολῇ φιλ τάτων λυπῶν ἢ καύσεσι κολοβῶν ἢ τομαῖς διαιρῶν ἢ στερήσει τῶν ἀναγκαίων πιέζων. ἐπὶ τούτοις γὰρ ἅπασιν ἀλγυνομένη ψυχὴ οὐκ ἀνέχεται τὴν προσεδρείαν τοῦ σώματος, ἀλλὰ μισεῖ τοῦτο καὶ ἀποστρέφεται, ὅτι ἐντεῦθεν αὐτῇ τὰ λυπηρὰ προσγίνεται· ἡ δὲ τοῦ σώματος ἀποστροφὴ ἀρχή τίς ἐστιν αὐτῇ τῇ πρὸς θεὸν ἐπιστροφῇ. Τοιοῦτον τὸ καθαρτήριον πῦρ· τὸ δὲ κολαστήριον οἷον; ἀλλ' ὥσπερ ἐπὶ τοῦ καθαρτηρίου τὸν μολυσμὸν ἔγνωμεν πρότερον, οὕτως ἐπὶ τοῦ κο λαστηρίου αὐτὸ δὴ γνῶμεν ὁποῖον τὸ κολαζόμενον καὶ διὰ τί μὴ καὶ τοῦτο καθαίρεται. ἔστι τοίνυν τὸ κολαζόμενον φύσις ψυχῆς, παντελῆ λαβοῦσα τοῦ κ [αλοῦ] ἄγνοιαν καὶ τὰς ἀφορμὰς τῆς τῶν ἀρετῶν πράξεως ἀνῃρη κυῖα ἀφ' ἑαυτῆς, ἐκτετμημένη τε τὰς τοῦ ἀγαθοῦ ῥίζας καὶ αὖος ἀπο δεδειγμένη. κολαστήριον δὲ πῦρ τῆς τοιαύτης ψυχῆς ὁ βίαιος καὶ παρὰ τὴν φύσιν θάνατος, ὃς δὴ τὴν μὲν αὐτῆς φύσιν οὐκ ἀφανίζει, ὥσπερ δὲ δένδρον ῥιζοτομήσας ἀνθεῖν οὐκ ἐᾷ. τὸ μὲν οὖν πρῶτον πῦρ τροπικώτερον δέδεικται, τὰς γὰρ περιστάσεις ἐντεῦθεν ἐδείκνυμεν· τὸ δὲ κολαστήριον τοῦτο ἔστιν οὗ καὶ πῦρ αὐτόχρημα πέφυκε. τούτῳ καὶ γὰρ ἄλλα τε τῶν ἐθνῶν ἐπυρπολήθησαν καὶ τὸ ἐν Παλαιστίνῃ παρὰ τῷ Νεκρῷ ὕδατι παρ' αὐτὰ δήπου τὰ Σόδομα, ὃ δὴ ἐκπέφευγε μόνος ὁ Λώτ, τῆς γυναικὸς αὐτῷ στραφείσης καὶ εἰς στήλην παγείσης ἁλός. ἐχρῆν γάρ, τῆς κακίας ἀφανιζομένης, τὸν μὲν νοῦν ἅτε ἄρρενα εἰς τὴν ἀκροτάτην ἀναχθῆναι περιωπήν, τὴν δὲ θήλειαν αἴσθησιν βραχύ τι τῷ νῷ παρακολουθήσασαν πρὸς τὰ συμφυῆ αὐτῇ ἀντιστραφῆναι καὶ αἰσθητὰ καὶ τὴν πρὸς αὐτὰ ὑπομεῖναι σύμπηξιν. Ἓν μὲν οὖν εἶδος τοιοῦτον τῶν κολαστηρίων πυρῶν· ἕτερον δὲ «τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»· ἀλλὰ τοῦτο κολάζειν οἶδε μόνως, ἀλλ' οὐχὶ καὶ καθαίρειν, ὅτι μηδὲ ἡ τῶν δαιμόνων φύσις καθάρσεως δεκτική. ἀλλὰ ποταπὸν τοῦτο τὸ πῦρ καὶ διὰ τί μὴ καὶ νῦν τούτῳ κολάζονται; πῶς δὲ ὅλως φύσις ἀσώματος πυρὶ κολασθήσεται; φημὶ οὖν ὡς ἀνάλογα πάντα παρὰ θεῷ, καὶ τὰ φῶτα καὶ τὰ πυρά, τοῖς φωτιζομένοις ἢ πυρουμένοις· οὔτε γὰρ τῷ αὐτῷ φωτὶ νοῦς καὶ ψυχὴ καὶ σῶμα φωτίζονται, οὔτε τῷ αὐτῷ δαπανῶνται πυρὶ ἄγγελοί τε καὶ ἄν θρωποι, ἀλλὰ κατεμέρισαν ἑαυτοῖς κατὰ τὴν τῆς φύσεως ἐπιτηδειότητα τὰς θείας ἐλλάμψεις. διὰ τοῦτο σῶμα μὲν ὑλικῷ καταπίμπραται πυρί, ψυχὴ δὲ ἀύλῳ, καὶ δαίμων κατὰ τὸ ἀνάλογον τῆς οἰκείας φύσεως. Ἀλλ' οἶδα ὅτι λογικαί τινες ὑμᾶς ὠδῖνες διερεθίζουσι καὶ αὐτὴν γνῶναι τοῦ πυρὸς τὴν οὐσίαν, ᾗ δαίμων κολάζεται. ἔστιν οὖν, ὡς εἰκάσαι, ἡ παν τελὴς τοῦ κακοποιεῖν ἀδυναμία. ὥσπερ γὰρ ἐνταῦθα μοχλοῖς τισι καὶ πύλαις σιδηροδέτοις τὴν ἀφανιστικὴν αὐτῶν δύναμιν κατεδέσμησεν ὁ θεὸς καὶ μετρίως ἐκόλασεν, οὕτως ἐκεῖθεν τῷ ἐξωτέρῳ παραδώσει πυρί, τουτέστι τῇ παντελεῖ τοῦ κακύνειν ἀδυναμίᾳ. ὥσπερ γὰρ ὁ θεὸς πηγή τέ ἐστιν ἀγαθότητος καὶ ταύτῃ συνουσίωταί τε καὶ τρυφᾷ, εἰ δεῖ οὕτως εἰπεῖν, οὕτω δὴ καὶ ὁ δαίμων ἀρχὴ κακίας ἐστὶ καὶ φύσις αὐτόχρημα πονηρά, χαίρει γοῦν ἐφ' οἷς ἡμᾶς κακύνειν ἐπείγεται. ἀλλ' ὁ θεὸς κἀν ταῦθα μὲν τούτους ἐκόλασεν, ὥσπερ τινὶ πυρὶ τὰς δυνάμεις αὐτῶν κατα φλέξας καὶ τῶν καιρίων ἀκρωτηριάσας καὶ ὥσπερ τινὰς κύνας λυσσῶντας πεδήσας καὶ μὴ ἐάσας τοῦ ἡμετέρου κορεσθῆναι αἵματος, ἐν δὲ τοῖς ἐπερχομένοις αἰῶσι πᾶσαν αὐτῶν ἀνελεῖται τὴν κακωτικὴν δύναμιν. τοιοῦτον καὶ τοῦτο «τὸ πῦρ, ὃ τῷ διαβόλῳ καὶ τοῖς πονηροῖς ἀγγέλοις ἡτοίμασται». Ὁποῖον δὲ καὶ ὃ «πρὸ προσώπων κυρίου πορεύεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ»; εὕρηται δὲ τοῦτο τὸ πῦρ τῷ μεγάλῳ πατρὶ ἀπὸ τῶν τοῦ Δανιὴλ θεαμάτων, ὁπότε ἐκείνῳ τὰ φρικώδη ταῦτα ὧπται, «δικαστή ριον» καὶ βῆμα καὶ «βίβλοι» τινὲς «ἀνοιγόμεναι» καὶ «ποταμὸς ἕλκων πυ ρός», περὶ οὗ καὶ Δαυὶδ προλαβὼν εἴρηκεν. ἀλλὰ πῶς δὴ τοῦτο τὸ πῦρ «πορεύεται» μὲν «πρὸ προσώπου κυρίου», οὐκ ἤδη δὲ καὶ φλέγει, ἀλλὰ «τοῖς ἐχθροῖς αὐτοῦ» τὴν φλόγωσιν ταμιεύεται; οἱ δὲ ἐχθροὶ τοῦ κυρίου τίνες ἢ τίς ὁ ἀντιτασσόμενος τούτῳ; πῶς δὲ καὶ «κύκλῳ φλογιεῖ»; οἶμαι γοῦν τοῦτο τὸ πῦρ εἶναι τὸ θεῖον ὕψος καὶ μέγεθος, πρὸς ὃ ἀνιέναι μὴ δυνάμενοι, εἴτε τὸ Ἰουδαίων ἔθνος καὶ θεομάχον διὰ τὴν τοῦ σώματος περιβολὴν «τὸν τῆς δόξης ἐσταυρώκασι κύριον», εἴτε τις ἕτερος σταυρῶν ἐν ἑαυτῷ νοητῶς τὸν θεὸν καὶ κακῶς τὰ τοῦ Ἰησοῦ ἱμάτια διαιρούμενος τέσσαρα τυγχάνοντα, ἀφ' οὗ δή τινος ἀριθμοῦ ὁ αἰσθητὸς κόσμος συμ πέπηκται. διαιρεῖται δὲ ταῦτα ὁ ἀποσπῶν τοῦ θεοῦ καὶ προσανέχων τού τοις ὡς θεοῖς· σταυροῖ δὲ ἐν ἑαυτῷ τὸν θεόν, ἀτιμάζων αὐτοῦ τὴν σάρκα καὶ ψιλὸν λογιζόμενος ἄνθρωπον. τὸ γοῦν θεῖον ὕψος τοῦτο καὶ μέγεθος ἀεὶ μὲν κυκλοῖ «τὸν τῆς δόξης κύριον» καὶ κατὰ μέρος αὐτοῦ πορεύεται, οὐ μέντοι γε οἷα πῦρ φλογίζει τοὺς ἐχθροὺς αὐτοῦ. αἱ γὰρ ἀνταποδόσεις τῶν ἀσεβημάτων τοῖς μέλλουσιν αἰῶσιν ἐταμιεύθησαν· τότε τοιγαροῦν καὶ αὐτὸ «φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ»· φλόγωσιν δὲ ἐνταῦθα οὐ τὴν κατάφλεξιν ὁ πατὴρ ὀνομάζει, ἀλλὰ τὴν τοῦ μεγέθους ἔνδειξιν, ὃ δὴ οἱ τέως ἠτιμακότες τὸν κύριον καὶ τῷ σταυρῷ προσηλώσαντες θεασά μενοι ὥσπερ ὑπὸ πυρὸς βλαβέντες αὖοι γενήσονται. Ἔστι καὶ ἄλλο εἶδος πυρὸς καί, ὥς φησιν οὗτος, «τὸ τούτων φοβερώτε ρον, ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνί ζον τοῖς πονηροῖς», περὶ οὗ δὴ πᾶσα λύσις ἀργεῖ. πάντοθεν γάρ μοι δο κεῖ ὁ λόγος ἔχειν τὸ ἄπορον, πρῶτα μὲν ὅτι καὶ φοβερώτερον τοῦτο τῶν ἄλλων ὠνόμασε· καὶ μήν, ὁποῖον ἂν εἴη, ἔλαττον ἔσται τοῦ πρὸς ὃ οἱ πεσόντες ἀπορριφήσονται ἄγγελοι. ἔπειτα διαποροῦμαι πῶς ἐνταῦθα τὸ «μὴ σβεννύμενον» τέθεικεν ὁ πατήρ. ἆρα γὰρ τἆλλα μὲν σβεσθήσονται, τοῦτο δὲ μόνον ἄσβεστον διατηρηθήσεται; εἰ δ' οὔ, τίς ἡ προσθήκη τοῦ «μὴ σβεννύμενον» ἐνταῦθα; ζητῶ δὲ καὶ τίς ἡ σύνταξις τούτου τοῦ πυρὸς πρὸς «τὸν ἀκοίμητον σκώληκα». πρὸ δὲ τῆς κατὰ μέρος ἐξετάσεως ἡγώ μεθα ἀπὸ τῶν προφητικῶν φωνῶν εἰλῆφθαι τῷ πατρὶ τὸ λόγιον· «ὁ σκώ ληξ» γὰρ «αὐτῶν οὐ κοιμηθήσεται καὶ τὸ πῦρ οὐ σβεσθήσεται αὐτῶν». ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, ὅτι τὸ «μὴ σβεννύμενον» ἐνταῦθα τέθεικεν ὁ πατὴρ οὐ κατά τινα θεωρίαν ἀπόκρυφον, ἀλλὰ τὴν προφητικὴν φωνὴν ἐν παραποιήσει μικρᾷ ἀφηγούμενος· κατὰ δὲ θεωρίαν, ὅτι τεσσάρων πυρῶν μνημονεύσας κολαστηρίων, τοῦ «Σοδομιτικοῦ», τοῦ «φλογιοῦντος τοὺς τοῦ θεοῦ ἐχθρούς», τοῦ «ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», τοῦ «συντεταγμένου τῷ ἀκοιμήτῳ σκώληκι», τὰ μὲν δύο τοῖς ἁμαρτωλοῖς αὐτόθεν ἀπένειμε, τὸ Σοδομιτικόν φημι καὶ τὸ συντεταγμένον τῷ σκώληκι, τῶν δὲ λοιπῶν ἑκάτερον, τὸ μὲν τοῖς πεσοῦσιν ἀγγέλοις, τὸ δὲ εἰ καὶ τοῖς ἐχθροῖς τοῦ θεοῦ, ἀλλ' εἰς ἔκπληξιν καὶ τοῦ μεγέθους ἔνδειξιν, οὐκ εἰς κόλασιν, ὡς ὁ λόγος ἐδήλωσε. Συγκρίνων οὖν ὁ μέγας τὸ μετὰ «τοῦ σκώληκος» πῦρ τῷ τε «Σοδομιτικῷ» καὶ τῷ «φλογιοῦντι τοὺς ἐχθροὺς τοῦ θεοῦ», εἰκότως τοῦτο ὠνόμασε «μὴ σβεννύμενον». τό τε γὰρ «Σοδομιτικὸν» ἔσβεστο, καὶ τὸ «φλογιοῦν τοὺς ἐχθροὺς τοῦ θεοῦ», ἅπαξ ἐκπλῆξαν καὶ τὸ τῆς δυνάμεως παραδεῖξαν μέγεθος, ἐπὶ τοῦτο παραπέμψει τὸ πῦρ. τρόπον γοῦν τινα καὶ τὸ φλογιοῦν ἔσβεσται, οὐχ ὡς τοῦ θείου μεγέθους παρῃρημένου, ἀλλ' ὡς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπὶ τὸ «μὴ σβεννύμενον» παραπεμφθησομένων πῦρ καὶ τὸ φλο γιοῦν μὴ δυνηθησομένων ἐκπλήττεσθαι. διὰ ταῦτα τοῦτο καὶ «φοβερώτε ρον» ὠνόμασεν, ὅτι τῶν ἄλλων σβεννυμένων αὐτὸ μόνον οὐ σβέννυται. Εἰ δέ τις διισχυρίζοιτο ὡς ἐντὸς τούτων συνειλημμένου καὶ τοῦ «τοῖς δαίμοσιν ἀποτεταγμένου» πυρός, ὃ δὴ μεῖζον οἴεται τοῦ «συντεταγμένου τῷ σκώληκι», ἐροῦμεν καὶ πρὸς τοῦτο θεωρίαν οὐκ ἄμουσον, ὅτι τὸ τοιοῦτον πῦρ τὸ μετὰ τοῦ σκώληκος καὶ τοῦ τοῖς δαίμοσιν ἡτοιμασ [μένου] πυρὸς φοβερώτερον τοῖς ἁμαρτωλοῖς. ἀναμνήσθητε δέ μοι μι κρὸν ὁποῖον τὸ ἐκείνων πῦρ ὁ λόγος ἡρμήνευσεν· ἦν δὲ ἡ παντελὴς ἐποχὴ τῆς ἐνεργη [τικῆς] κακώσεως καὶ τῆς κακωτικῆς δυνάμεως ἡ τελεία ἀναίρεσις. τοιοῦτον τὸ παρὰ τοῖς δαίμοσι πῦρ ὁ λόγος ἐδήλωσε· [τοῖς δὲ] ἀνθρώποις καὶ ταῦτα μὲν οὐχ ἥκιστα τρόπον ἕτερον προσγενήσεται, προσέσται δὲ καὶ ὁ σκώληξ καταδαπανῶν. «τρόπον» δὲ εἴρηκα «ἕτερον», ὅτι ὥσπερ τοῖς δαίμοσιν ἡ δύναμις τοῦ κακύνειν ἀναιρεθήσεται, οὕτω δὴ καὶ τοῖς κολαζομένοις ἀνθρώποις αἱ ἀφορμαὶ τῶν ἀρετῶν ἐκτμηθήσονται («ἐργασίας» γάρ φησιν «ὁ παρών, ὁ δὲ μέλλων ἀνταποδόσεως»)· καθάπερ γὰρ ὑπὸ πυρὸς τὴν γόνιμον ῥίζαν κατακαυθέντες τῶν ἀρετῶν, οὐκέτι θείων καρπῶν γενήσονται οἰστικοί. Οὕτω μὲν ἴση παρ' ἀμφοτέροις, τοῖς τε δαίμοσι καὶ τοῖς πονηροῖς ἀν θρώποις, τοῦ νοητοῦ πυρὸς ἡ ἐνέργεια, προσέσται δὲ τούτοις κατὰ προσ θήκην καὶ ὁ σκώληξ ὁ δαπανῶν. τίς δὲ οὗτός ἐστιν; ἡ συνείδησις ὧν εἰργάσαντο πράξεων· αὕτη γὰρ καθαπερεί τις σκώληξ ἐγκειμένη αὐτῶν ταῖς ψυχαῖς, ὅπως καὶ προφητικῶν φωνῶν ἠλόγησαν καὶ κηρυγμάτων ἀποστολικῶν καὶ αὐτοῦ τοῦ κυρίου καλοῦντος κατωλιγώρησαν, διασπα ράξει αὐτοὺς καὶ ὥσπερ τις ἰὸς ἢ σηπεδὼν τὴν διάνοιαν αὐτῶν διαβο σκηθήσεται. ἐπεὶ τοίνυν τὸ μὲν πῦρ παρ' ἀμφοῖν ὅμοιον, τῷ δὲ ἁμαρτωλῷ ὁ σκώληξ προστέθειται, βαρυτέρα ἡ πλάστιγξ αὕτη τοῦ ἐπιτιμίου, καὶ διὰ τοῦτο τὸ μετὰ τοῦ σκώληκος πῦρ τῶν ἄλλων πέφυκε φοβερώτερον. Τίς δὲ καὶ ἡ προσθήκη τοῖς ἀπορρήτοις τούτοις ῥητοῖς; «εἰ μή τῳ φί λον» φησι «κἀνταῦθα τοῦτο νοεῖν φιλανθρωπότερον καὶ τοῦ κολάζοντος ἐπαξίως». τοῦτο δὲ οὐχ, ὥς τινες εἰρήκασι, τὴν Ὠριγένους δόξαν αἰνίττε ται, ἣν ἐκεῖνος ἀπὸ τῶν Ἑλληνικῶν ληρημάτων ὥσπερ ἀπό τινων θολερῶν ναμάτων ἠρύσατο. αἰώνιον γάρ τινες τῶν Ἑλλήνων οὐ τὸ ἀίδιον οἴονται, ἀλλὰ τὸ ἀφωρισμένον περιόδοις τισὶ χρονικοῖς, ὥσπερ τὴν χιλιονταετηρίδα ἢ τὴν διπλάσιον ταύτης ἢ τὴν τρὶς τοῦτο ἢ ὁποσάκις βούλει, καί φασι τὰς ψυχὰς εἰς αἰῶνας κολάζεσθαι ἤτοι τὰς ἀφωρισμένας περιόδους ἐν ταῖς κολάσεσι καὶ ἀναλόγους οἷς ἡμαρτήκασι. ταύτην γοῦν τὴν δόξαν ὁ Ὠρι γένης προσειληφώς, οὐκ ἀιδίους τὰς κολάσεις τίθεται ταῖς ψυχαῖς· ἄτοπος, γάρ φησιν, ὁ δικαστὴς τὴν ἐν τοῖς τρισὶν ἔτεσιν ἢ πλέον τούτων ἢ ἔλαττον πλημμελήσασαν ψυχὴν αἰωνίαις ὑποβάλλειν κακώσεσι· δεῖ δὲ ὥσπερ τὸ ῥυπτόμενον ἱμάτιον πρὸς τὸ μέτρον τοῦ μολυσμοῦ ῥύπτεσθαι καὶ λακτίζεσθαι. οὐ ταύτην γοῦν τὴν δόξαν αἰνίττεται ὁ πατήρ· οὐ γὰρ ἂν οὕτως εἴρηκε, «καὶ τοῦ κολάζοντος ἐπαξίως». τί οὖν ἐστιν ὅπερ ἐν ταῦθα κεκρυμμένον φησί; τὰς ἐν τῷδε τῷ βίῳ κεκρυμμένας κολάσεις συγκρίνει πρὸς τὰς τοῦ μέλλοντος καὶ οἴεται μή πως, ὥσπερ ἐνταῦθα οὐ πρὸς τὸ μέτρον τῶν ἁμαρτημάτων ἐπάγει τὴν κόλασιν («ἐὰν γὰρ ἁμαρτίας παρατηρήσῃς, κύριε, κύριε, τίς ὑποστήσεται;»), οὕτω δὴ καὶ ἐν τοῖς ἐκεῖθεν ἐπιτιμίοις· εἰ καὶ «πῦρ ἄσβεστον» ἀπειλεῖται καὶ «σκώληξ ἀκοίμη τος» καὶ «σκότος ἐξώτερον» καὶ «ὀδόντων βρυγμός», οὐ κατ' ἰσότητα τοῖς πλημμελήμασιν αἱ τιμωρίαι μετροῦνται. Ἀμφιβάλλει δὲ περὶ τούτου, δυσὶ τούτοις ἀντιδιαιρούμενος, τῇ τε φιλαν θρωπίᾳ τοῦ τιμωροῦντος καὶ τῇ δικαιότητι, καὶ ὡς μὲν δίκαιον οἴεται ἐν ζυγῷ πάντα θεῖναι, πράξει πρᾶξιν εὐθῦναι καὶ λογισμῷ λογισμὸν πλῆξαι καὶ πρὸς τὸ μέτρον τῆς παρανομίας θεῖναι τὸ μέτρον τῆς τιμωρίας, ὡς δὲ φιλάνθρωπον ἑτερορρεπῆ ποιῆσαι τὴν πλάστιγγα καὶ μετακινῆσαι τὸ ἀκριβὲς τοῦ ζυγοῦ, ὥστε μὴ ἴσα ἴσοις ἀποδοῦναι, [ἀλλ' ἐλάττονα μείζ] οσιν, ὥσπερ ἐν ταῖς τῶν ἀγαθῶν ἀντιδόσεσιν ἐλάττοσι μείζονα. τοῦτο γοῦν οἶμαι τὸ ῥητὸν ἐμφαίνειν τῷ μεγάλῳ πατρί· [τὸ γὰρ.... «εἰ μή τῳ] φίλον κἀνταῦθα» ταύτης τῆς διανοίας ἐστὶ σημαντικόν, τουτέστιν ὅτι ὥσπερ ἐν τῷ παρόντι βίῳ φιλανθρωπίαν ταῖς τιμωρίαις κατ [αμ] ί [γνυ] σιν, οὕτω κἀν τῷ μέλλοντι παρατεθραυσμένον ἔχει τὸ δίκαιον. «Ἀλλ' ἀναπετάσας τὰς θύρας ἀναπνεῦσαι βούλομαι», καὶ ταῦτα οὐ [....] ει λαλῶν, ὥσπερ ὁ ῥήτωρ ἐκεῖνος, οὐδ' ἐν τῷ πνιγώδει χωρίῳ, ἀλλ' ἡ τῶν θεωριῶν συνέχεια καὶ τὸ ἀπ' ἄλλων ἐπ' ἄλλα ἰέναι καὶ τὸ σχεδιάζειν βούλεσθαι τὰ θαυμαστὰ ταῦτα μυστήρια καὶ ἀπόρρητα καὶ τὴν φωνὴν ἔστησέ μοι καὶ τὴν πνοήν. ἀλλ' ὑμῶν εἵνεκα βουλοίμην ἂν καὶ αὐτὴν ἐρυγεῖν τὴν ψυχήν.