Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 71 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
71.1
πϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «θέλω τὸν πατέρα μείζω εἰπεῖν» Ταῦτα μέν, ἃ βούλεται μὲν εἰπεῖν ὁ μακάριος, ὀκνεῖ δὲ διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. ἡμεῖς δ', ἐπεὶ δοκεῖ τὰ ῥητὰ καὶ ἀσάφειαν τινὰ ἔχειν διὰ τὴν τῶν νοημάτων συστροφήν, πρὶν ἢ κατὰ μέρος αὐτὰ ἐξηγήσασθαι καὶ τὰς αἰτίας εἰπεῖν δι' ἃς ἕκαστον λέγεται, παραφράσομεν, εἰ δοκεῖ, πρὸς τὸ σαφέστερον, ἵνα τέως τὴν ἐπιπόλαιον διάνοιαν τῶν ῥημά των γνόντες, οὕτω δὴ καὶ τοῦ βάθους τῶν νοημάτων ἐπήβολοι γένοισθε. «Βούλομαι» φησί «τὸν πατέρα» ὡς αἴτιον υἱοῦ καὶ πνεύματος, καὶ τοῦ μὲν ὄντα γεννήτορα, τοῦ δὲ προβολέα, «μείζονα» τούτων «εἰπεῖν», «ἀφ' οὗ» δὴ πατρός ἐστι «τοῖς» δυσὶ τούτοις «ἴσοις», υἱῷ φησι καὶ πνεύματι, «τὸ εἶναι ἴσοις» (ἐκεῖνος γὰρ αἴτιος τῆς τούτων ἰσότητος, ὁμοῦ καὶ κατὰ ταὐτὸ τὸν μὲν γεννῶν, τὸ δὲ προβαλλόμενος) «καὶ» αὐτὸ δὲ «τὸ εἶναι»· ὁ γὰρ πατὴρ αἴτιος αὐτοῖς καὶ τῆς ὑποστάσεως καὶ τῆς ἰσότητος, «τοῦτο γὰρ παρὰ πάντων δοθήσεται». βούλομαι μὲν οὖν τοῦτο εἰπεῖν, τουτέστι μείζονα τὸν πατέρα, «φοβοῦμαι» δὲ «μὴ» ἐντεῦθεν «καθυβρίσω τὴν» πατρικὴν «ἀρχήν», ποιήσας αὐτὴν ἐλαττόνων ἑαυτῆς προσώπων αἰτίαν, καὶ ἐν αὐτῷ τῷ προτιμῆσαι τὸν πατέρα ὕβριν τούτῳ προστρίψωμαι, ὡς μὴ δυνα μένῳ ἑαυτῷ γεννᾶν ἴσα ἢ προβάλλεσθαι, ἀλλ' ἐλάττονα· «οὐ γὰρ δόξα τῷ» πατρί, «ἐξ οὗ» ὁ υἱὸς καὶ τὸ πνεῦμα, «ἡ ταπείνωσις τῶν ἐξ αὐτοῦ» προεληλυθότων. ἄλλως τε «ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ λαβὼν τὸ μείζων», φωνὴν οὖσαν ὁμώνυμον, προσαρμόσῃς «τῇ φύσει» καὶ μίαν οὖσαν «διχοτομήσῃς», μείζονα μὲν λέγων τὴν τοῦ πατρός, ἐλάττονα δὲ τὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. εἰ γὰρ καὶ μείζονα λέγω τὸν πατέρα υἱοῦ καὶ πνεύματος, οὐχ ὅτι μείζων ἐστὶ τῇ φύσει φημί· οὐσία γὰρ οὐσίας οὐδέποτε εὑρέθη μείζων ἢ ἐλάττων. «οὐ κατὰ τὴν φύσιν» οὖν μείζονα τὸν πατέρα λέγω, ἀλλὰ κατὰ «τὴν αἰτίαν»· αἴτιος γὰρ ἀμφοῖν τοῦ γεγεννῆσθαι τὸν υἱὸν καὶ τοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα ὁ πατήρ, τὸν μὲν γεγεννηκώς, τὸ δὲ προβαλλόμενος. Τοιαύτη μὲν ὡς ἐφικτὸν ἡ τῶν θεολογικῶν τούτων ῥητῶν πρὸς τὸ σαφέστερον μεταποίησις· αἱ δὲ καθεξῆς ἐξηγήσεις αἵδε. βουλόμενος ὁ πατὴρ τὴν ἐν τοῖς εὐαγγελίοις τοῦ κυρίου ἑρμηνεῦσαι φωνήν, ἥτις ἐστὶν ὅτι «ὁ πατήρ μου μείζων μού ἐστι», τὸν περὶ τοῦ μείζονος λόγον τῷ λόγῳ ἐπεισκυκλοῖ καὶ τὸν ἐπίβουλον ἀκροατὴν πρὸ τῆς ἐξηγήσεως ἀναστέλλει. «βούλομαι» γάρ φησιν «εἰπεῖν μείζονα τὸν πατέρα, ἀλλὰ δέδοικα» τάδε καὶ τάδε, δύο τινὰ κατορθῶν, τό τε τὴν φωνὴν ὡς εὖ ἔχουσαν προσαρμόσαι τῷ λόγῳ καὶ προθεραπεῦσαι τὸν ὑποτρέχοντα. «θέλω» φησί «τὸν πατέρα μείζονα εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι»· τοῦτο διὰ μέσου ἔρριπται ἐπεμβληθὲν τῷ νοήματι· εἶτα ἡ ἐπισύναψις εὐθὺς ἀποδοθεῖσα κατὰ γοργότητα, «καὶ δέδοικα τὴν ἀρχὴν μὴ ἐλαττόνων ἀρχὴν ποιήσω», οὐ διὰ τὸ εἰπεῖν ὅτι ὁ πατὴρ μείζων τῶν ἐξ αὐτοῦ (οὐ γὰρ ἐν τεῦθεν τὸ μεῖζον καὶ τὸ ἔλαττον δίδοται), ἀλλὰ διὰ τὴν τοῦ ἀκούοντος ἄγνοιαν. ὁ γὰρ ἀκροατὴς τὸ «μείζων» ἀθρόον ἀκούσας οὐ διαστέλλει τὴν ὁμωνυμίαν, ἀλλὰ κατὰ πάντα χρῆται τῇ κλήσει τοῦ μείζονος. Τὸ δὲ «ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι» τοιαύτην ἔχει τὴν ἔννοιαν. «ὁ ἐπὶ πάντων θεὸς» καὶ πατὴρ τοῦ μονογενοῦς υἱοῦ πρὸ πάντων αἰώνων ὁμοῦ καὶ κατὰ ταὐτὸ τόν τε υἱὸν γεγέννηκε καὶ τὸ πνεῦμα προὐβάλετο, οὐ προεπινοούμενος τούτων (οὐκ ἦν γὰρ ὅτε οὐκ ἦν πατήρ, ἐξ ἀρχῆς γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον), αἴτιος δὲ ἀμφοῖν ὡς ἐξ αὐτοῦ προεληλυθότοιν. ἐπεὶ οὖν διὰ τὴν κατὰ ταὐτὸ πρόοδον ἴσοι τὴν ἀρχὴν ὅ τε υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, φησὶν ὁ πατὴρ τὸ «ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι», τουτέστιν ἀφ' οὗ δὴ πατρὸς ὑπάρχει τοῖς ἴσοις, υἱῷ φημι καὶ πνεύματι, τὸ εἶναι ἴσοις. οὗτος γὰρ κατὰ ταὐτὸ τοὺς ἴσους ὑπεραιωνίως ὑποστησάμενος, τῆς ἀμφοτέρων ἰσότητος γέγο νεν αἴτιος, οὐ μόνον δὲ τῆς ἰσότητος, ἀλλὰ καὶ τῆς ὑπάρξεως· καὶ τοῦτο οἱ κοινοὶ δώσουσι λογισμοί. Πλὴν ὅρα ἐνταῦθα τοῦ δόγματος τὸ περισκελές· οὐ γὰρ αἴτιος οὕτως ὁ πατὴρ τῆς ὑπάρξεως υἱοῦ καὶ πνεύματος ὡς τῆς τῶν κτισμάτων ὑπάρ ξεως. ταῦτα μὲν γὰρ ἀπὸ σημείου τινὸς χρονικοῦ τὴν ἀρχὴν ἔσχηκε καὶ ἦν ὅτε οὐκ ἦν· υἱὸς δὲ καὶ πνεῦμα οὐκ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ γεγεννῆσθαι τὸν υἱὸν καὶ τὸ προβεβλῆσθαι τὸ πνεῦμα. ἐπεὶ καὶ ὁ αἰσθητὸς οὗτος ἥλιος αἴτιος τῆς ὑπάρξεως τῶν τε ἀκτίνων καὶ τῆς λαμπηδόνος, ἀλλ' οὐκ ἦν ὅτε τούτων ἔρημος ἦν, οὐδ' ἔστι πρῶτον, εἶτ' ἀκτῖσι καταυγάζει τὴν γῆν, ἀλλ' ὁμοῦ τε δεδημιούργητο καὶ ταῦτα αὐτῷ συμπαρῆν ἐξ ἐκείνου γεγενημένα. τῷ δὲ παραδείγματι μέχρι τινός μοι χρῶ· ἐνταῦθα μὲν γὰρ ἐξ ἡλίου ἀκτὶς καὶ διαύγεια, ἐπὶ δὲ τῆς ἁγίας καὶ μακαρίας τριάδος ὡς ἐξ ἡλίου οἷον τοῦ πατρὸς δύο προεληλύθασιν ἥλιοι. πολλαχόθεν δὲ περισφίγγω τοῦτο τὸ δόγμα, ἵνα μή, ἐπειδὰν ἐντύχητε Ὠριγένει λέγοντι ὡς ὁ πατὴρ τὸν υἱὸν οὐσίωσε καὶ τὸ πνεῦμα, ἀποδέξησθε, εἰ καὶ ἀχρόνως φησὶ καὶ μηδενὸς μέσου διατειχίζοντος. οὐ γὰρ οὕτως παρεμβάλλει τὸ δόγμα, ὡς ἡμεῖς λέγομεν, ἀλλὰ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν τῶν προσώπων ἐμφαίνει, ὥς που δὴ καὶ τῶν Ἑλλήνων οἱ θεολογικώτατοι ἀπὸ μὲν τοῦ ἑνὸς τὸ ὂν ὑποστῆναί φασιν, ἀπὸ δὲ τούτου τὸ αὐθυπόστατον καὶ ἀπὸ τούτου τὸ αὐτοκίνητον καὶ αὖθις τὸ κινητὸν καὶ διαστατόν. ἓν γὰρ ἐκεῖνοι τὸ ὑπὲρ τὸ ὂν ὁριζόμενοι, τἆλλα καθ' ὑποβάσεις παράγουσιν· ἡμῖν δὲ ἐν τρισὶ προσώποις ὁμο τίμοις καὶ ὁμοδόξοις ἡ καθ' ἡμᾶς μοναρχία χαρακτηρίζεται, καὶ ἵνα μὲν μὴ διέλωμεν τὴν φύσιν, ὁμοτιμίαν τούτοις διδόαμεν, ἵνα δὲ μὴ πολυαρχίαν τὴν μοναρχίαν ποιήσωμεν, ὑφ' ἓν αἴτιον, τὸν πατέρα, τὸν υἱὸν καὶ τὸ πνεῦμα ἀνάγομεν. Δέδοικα οὖν, φησὶν ὁ θεολόγος πατήρ, μὴ μείζονα τὸν πατέρα εἰπὼν καθυβρίσω μᾶλλον τοῦτον ἢ τιμήσω διὰ τῆς προτιμήσεως. ἐπεὶ μηδὲ βα σιλεὺς σεμνὸς μείζων ἰδιώτου καλούμενος, ἀλλ' ὁμοθρόνων καὶ ἴσων· οὕτως οὖν οὐδὲ δόξα τῷ πατρὶ ἐλαττόνων ὄντι ἀρχῇ, οὐ γὰρ σεμνύνεται ἐφ' οἷς τὰ ἐξ αὐτοῦ πρόσωπα ταπεινὰ καθέστηκε καὶ ὑποδεέστερα. οὐ διὰ τοῦτο δὲ φείδομαι τῆς τοῦ μείζονος φωνῆς μόνον, ἀλλ' ὅτι καὶ σὺ ὁ ἀκροα τὴς ἀμαθὴς εἶ περὶ τὴν τῶν ὀνομάτων προχείρισιν καὶ μίαν φωνὴν λαβὼν πᾶσιν ὁμοίως ἐφαρμόττεις πράγμασι. δέδοικα γοῦν μὴ τὸ μεῖζον ἀκούσας τὴν μίαν εὐθὺς φύσιν καταδιέλῃς, ἢ τὸ ἐν χρόνῳ μεῖζον ἢ τὸ ἐν τόπῳ ἢ τὸ ἐν ἀξιώματι διδοὺς τῷ πατρί, τὰ δ' ἄλλα τοῖς κοιλοτέροις ἐγκαθιδρύοις καὶ ὑπὸ χρόνον ποιήσῃς καὶ ἧττον ἀξιωματικά. φοβοῦμαι μὴ καὶ ἀμαθίᾳ τὸν μὲν πατέρα μείζονα ποιήσῃς κατὰ τὴν φύσιν, ἐκεῖνα δὲ κατὰ ταύτην ἐλάττονα. Διὰ ταῦτα πάντα ὀκνῶ τοῦ μείζονος τὴν φωνήν, σὲ μᾶλλον ἢ τὸν λόγον οἰκονομῶν. ὁ μὲν γὰρ λόγος ἀσφαλής, πάντῃ τῷ ὑπερέχοντι τοῦ αἰτίου περιφρουρούμενος· σὺ δὲ εὐπολιόρκητος καὶ εὐάλωτος, Σπαρτιάτης ἀτεχ νῶς τὴν ἀμαθίαν τυγχάνων καὶ οὐδ' ἀσπίδι τὸ σῶμα φρουρῶν, ἀλλὰ σο βαρὸν τὸ ἦθος τοῖς ἐναντίοις ἐπιδεικνύς. πῶς γὰρ οὐκ ἀμαθής, διχοτομῶν ἢ τέμνων τὰ ὁμοούσια, τὴν μίαν διαιρῶν φύσιν τῷ μᾶλλον καὶ τῷ ἧττον; εἰπὲ γάρ, πρὸς τῆς τριάδος αὐτῆς, ἣν πρεσβεύειν δοκεῖς· τίνος τῶν πάντων φιλοσόφων ἀκήκοας ὅτι ἔστιν οὐσία μείζων οὐσίας κατ' αὐτὸ τὸ εἶναι; μὴ γάρ μοι ἐνταῦθα τὰς τῶν χρωμάτων προσαρμόσῃς διαφορὰς ἢ τὰς ἄλλας ποιότητας, ἀλλὰ γυμνὴν αὐτὴν τὴν οὐσίαν τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν ἀποκαλύψας παράστησον. ἆρ' οὖν ἔχεις εἰπεῖν ὅτι τοιαύτης οὐσίας τὸ μὲν ἔστι μᾶλλον κατὰ τὸ εἶναι, τὸ δὲ ἔλαττον, καὶ διαφέρει τοῦτο ἐκείνου κατὰ τὴν ὕπαρξιν; ὡς φορτικῶς ἄγαν σὺ ταῖς Κατηγορίαις ὡμίλησας, μᾶλλον δὲ ὡς ἀμαθῶς τοῖς τῶν φιλοσόφων ἐντυγχάνεις συντάγμασι. καὶ οὔ μοι σκοπὸς ἐντεῦθεν ἑλεῖν σε, ἀλλο τρίας μὴ δεομένῳ τῆς συμμαχίας («μὴ» γὰρ «πιάνοι τὴν» ἐμὴν «κεφαλὴν ἁμαρτωλῶν ἔλαιον»), ἀλλ' ἐνδείξασθαι ὅτι καὶ τῆς κατὰ σὲ φιλοσοφίας τυγχάνεις ἀνήκοος. Ἀλλὰ ταῦτα μὲν παρεκβατικώτερον ὁ λόγος ἐνεανιεύσατο· ὑμῖν δὲ αὐτάρκως πρὸς τὴν διαπόρησιν ἔχει ἡ ἐπίλυσις.

Intertext edge

Open linked passage

Note