Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1
πζʹ. Εἰς τὸ «περιεπάτει ὁ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ». Εἰκός τί μοι πεποιηκέναι δοκεῖ καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης μὴ δημοσιεύων εἰς ἰδιώτιδας ἀκοὰς τὰ ἀνέκφορα, κἀγώ τι προὔργου ποιῶν οὐχ ἁλωτὸς μεμψιμοίρων λαβαῖς, ὅτι πρὸς φιλοσόφους μοι ὁ διάλογος, φιλοσόφων δὲ οὐδὲν οὕτως ἰδιαίτατον ὡς τὸ «αἰχμαλωτίζειν πᾶν νόημα» εἰς θεόν. ἐντεῦθεν ὁ μὲν μέγας ἐκεῖνος ἀνὴρ τὴν ἐν τῷ δειλινῷ τοῦ κυρίου ἐπὶ τοῦ παραδείσου κίνησιν ἐπαγγειλάμενος εἰπεῖν καὶ κατὰ νοῦν ἐξηγή σεσθαι ἀνεβάλετο (οὐ γὰρ ἂν ἴσχυσεν ὁ πολὺς ἀκροατὴς ἀσωμάτους κινή σεις δέξασθαι καὶ πραγμάτων προσκαίρους ἀναλογίας), ἐγὼ δὲ θαρρούν τως ὑμῖν τῆς ἀναγωγῆς τὸν νοῦν ἀναπτύξαιμι. ὡς μέρος δὲ τοῦτο τῆς ὅλης ἀλληγορίας ἀφορισάμενος ἐρῶ· ποῦ γὰρ ἂν ἐν ὀλίγῳ καιρῷ τὴν πᾶσαν σειρὰν τῆς ἀναγωγῆς ἐξηγησαίμην, ἐν ᾗ παράδεισος φυτευόμενος, καὶ οὗτος κατὰ ἀνατολάς, Ἀδάμ τε ἀλλαχόθι πλαττόμενος καὶ ἐκεῖσε μετατι θέμενος, ἔνθα δὴ καὶ τοῖς θηρίοις τὰ ὀνόματα τίθησι; πῶς δ' ἂν οὕτω κεφαλαιώσωμαι τὴν τῶν φυτῶν φύσιν, ὅπως τὰ μὲν ἀνεῖντο αὐτῷ πρὸς τροφήν, τὰ δ' ἀπεκέκλειστο, πολλὰ μὲν ἐκεῖνα, δύο δὲ ταῦτα, καὶ τούτων ἑκάτερον ἐν τῷ μέσῳ τοῦ παραδείσου; Διὰ ταῦτα τὸν πολὺν τοῦτον βυθὸν ὥσπερ ὑπερνηξάμενος, μιᾷ τινι κυμάτων ἐπιφορᾷ ἀντιθήσομαι, ἥτις ἐστὶν ἡ κατὰ «τὸ δειλινὸν ἐν τῷ παραδείσῳ» τοῦ κυρίου βάδισις. διὰ τί γὰρ μὴ μεσημβρίας ἢ τοῦ ἡλίου παρανατείλαντος ἐπὶ τῆς Ἐδὲμ ὁ κύριος ἐπορεύετο; τίς δὲ καὶ ὅλως θεοῦ κίνησις τοῦ «πάντα πληροῦντος» καὶ ὑπὲρ τὸ πᾶν ὄντος καὶ πάντων ἀσχέτως περιδεδραγμένου; τί δὲ καὶ αὐτὸ τὸ τοῦ δειλινοῦ βούλεται ὄνομα; ἐφ' ἑκάτερα γὰρ τῶν καιρῶν συντεταγμένην τὴν ὀνομασίαν ἀκούω· δείλης γάρ φασιν αἱ συγγραφαὶ πρωΐας καὶ δείλης ὀψίας. τί οὖν τὸ ἐφ' ἑκάτερον δειλινόν; δύο τοίνυν ταῦτα ὀνόματα ἐπὶ τοῦ ἡμερησίου πέφυκε διαστήμα τος, ὄρθρος καὶ ἑσπέρα· ὁ μὲν γὰρ τὸν ἑῷον ὁρίζοντα ὑπερτέλλοντος τοῦ ἡλίου λέγεται, ἡ δὲ τὸν ἑσπέριον καταδύνοντος. δηλοῖ γὰρ καὶ τοὔνομα τῆς ἑσπέρας· οἱονεὶ γὰρ πέρας ἐστὶ τοῦτο τὸ μέρος τοῦ ἡμερινοῦ κατα στήματος. ὅταν τοίνυν ἀκούῃς δείλην ἑῴαν, τὸ μετὰ τὴν ἀνατολὴν τοῦ ἡλίου κατάστημα τῆς ἡμέρας ὀφείλεις νοεῖν, καὶ κατὰ τὸ ἀνάλογον ἑσπέ ριον δειλινόν, τὸ μετὰ τὴν τοῦ ἡλίου κατάδυσιν, ὑπόλειμμα γάρ τι τὸ δει λινὸν ἐπί τε πρωΐας καὶ ἑσπέρας λέγεται. Τὸ μὲν οὖν σημαινόμενον τοῦ ὀνόματος οὕτως. πῶς δὲ κατὰ τοῦτο τῆς ἡμέρας τὸ μέρος, εἴτε τὸ ἑῷον εἴτε καὶ τὸ ἑσπέριον, τῷ πλάσματι ὁ πλάσας ἐπὶ τῆς Ἐδὲμ συνεγίνετο; ἀλλὰ περὶ μὲν τοῦ παραδείσου, ὅστις οὗτός ἐστι, μὴ νῦν λόγους ἀπαιτηθείημεν· «μέγα» γὰρ τὸ περὶ τούτου μυστήριον «καὶ οὐ ῥᾴδιον διιδεῖν». ὅθεν οὐκ ἂν ἑτοίμως ἀποφηναίμην ὅτι τῆς γῆς ἐν μετεώρῳ πεφύτευτο, ὥσπερ τινὲς ἀνεξετάστως ἀποδεδώκασιν, οὐδ' ὡς ἄλλο τι βούλεται ἡ γραφὴ παρὰ τὴν ἁπλῆν προφοράν. ἀλλὰ τοῦτο μὲν κείσθω τέως ἀδιάκριτον, σῳζέσθω δὲ ἡμῖν καὶ ἡ ἱστορία καὶ ἡ ταύτης ἀναγωγή. οὕτω γὰρ ἐγὼ πάσης τῆς Μωσαϊκῆς βίβλου ἀκούω· οὔτε γὰρ τὸ σωματικὸν ἀθετῶ καὶ ζητῶ τὸ πνευματικόν. δέχομαι τὴν σκηνὴν καὶ ἐρευνῶμαι πρὸς τί κατεσκεύασται. οὐκ ἀμφιβάλλω περὶ τῆς κιβωτοῦ, ἀλλὰ τὴν ἀχειροποίητον θηρῶμαι καταμαθεῖν. οὐ καταψεύδομαι τῶν θυσιῶν, ἀλλὰ τοὺς λόγους πολυπραγμονῶ καθ' οὓς ἐτύθησαν. οὕτω τοιγαροῦν μηδέν τι περὶ τοῦ παραδείσου τέως προετάζων, ἀλληγορῶ τὸν κύκλον αὐτοῦ καὶ τὴν τῶν δύο φυτῶν διακριβοῦμαι μεσότητα. ἔστω γοῦν καὶ ἡ ἱστορία ἀμετακίνητος καὶ ἡ ἀλληγορία πρὸς ταύτην ἀνάλογος. ἀλλ' οὕτω μὲν ταῦτα. Ὁ δὲ κύριος ἐκινεῖτο τὸ δειλινὸν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, ἐκινήθη· πρὸ μὲν γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἑῷος ὁ αὐτὸς ἦν καὶ μεσημβρινὸς καὶ ἑσπέριος. ἀλλὰ τί μὴ πᾶσαν ὑμῖν ἀνακαλύπτω τὴν ἔννοιαν; μόνον τῶν πάντων πέρας κινήσεως ὁ θεός· πρὸς γὰρ αὐτὸν πᾶσα περιορίζεται κί νησις, αὐτὸς δὲ τὰ πάντα κινῶν ἀκίνητος παρὰ ταῦτα καθέστηκεν. εἰ γὰρ κινοῖτο, πᾶν δὲ τὸ κινούμενον ὑφ' ἑτέρου τὴν ἀρχὴν ἔσχηκε τῆς κινή σεως, προηγουμένην αἰτίαν ποιήσομεν τοῦ θεοῦ. πάντα δὲ τῷ ἀκινήτῳ κινῶν, τὰ μὲν νοητῶς, τὰ δὲ νοερῶς, ἄλλα δὲ ζωϊκῶς καὶ ἄλλα ψυχικῶς, καὶ τὰ μὲν κυκλικῶς, τὰ δὲ εὐθυφορικῶς, τὰ δὲ ἑδράζων μέν, ὥστε τῆς κατὰ τόπον ἐστερῆσθαι κινήσεως, αὐξήσεως δὲ καὶ φθίσεως καὶ ἀλλοιώ σεως καί, τὸ ὅλον εἰπεῖν, γενέσεως μὴ ἄμοιρα καθιστῶν– ἀλλ' ἐπὶ μὲν τῆς οἰκείας μένων «περιωπῆς» ἀραρότως ἤδρασται καὶ ἀκινήτως μεμόνω ται· εἰς νόησιν δὲ τοῖς ὑπ' ἐκεῖνον ἐρχόμενος καὶ κινεῖσθαι καὶ μεταπίπτειν δοκεῖ. Ἀλλ' ἄπαγε τοῦ λόγου ὅτι ἐκεῖνος κεκίνηται· ἀλλ' ἡ μετ' ἐκεῖνον οὐσία πᾶσα μὴ δυναμένη δίχα κινήσεως αὐτῷ προσβαλεῖν, ὅπερ αὐτὴ πάσχει ἐκείνου κατηγορεῖν εἴωθε. ποῦ γὰρ ἂν ἐκεῖνος κινηθείη ἢ ποῖος ἔσται τόπος ἔρημος τῆς ἀπεριλήπτου καὶ θείας ἐκείνης φύσεως; εἰ γὰρ καὶ παν ταχοῦ λέγεται εἶναι, ἀλλὰ καὶ ὑπὲρ τὸ πᾶν αὐτὸν τὰ θεῖα τιθέασι λόγια· καὶ πανταχοῦ μέν ἐστιν, ὅτι πάντα ἐκείνου μετέχει, διότι καὶ ἐκεῖθεν παρῆκται, ὑπὲρ τὸ πᾶν δέ, ὅτι πάσῃ γενητῇ φύσει ἀπερίληπτος ὁ θεός. ἔστιν οὖν καὶ ἐν φυτοῖς καὶ ἐν λίθοις καὶ ἐν ἀλόγοις ζωαῖς καὶ ἐν εἰδωλικαῖς φύσεσι καὶ ἐν ψυχαῖς, ἔν τε νοήσεσι καὶ ἑνώσεσι καὶ ἑνάσιν· ἀλλ' ὅπου μὲν φυτικῶς, ὅπου δὲ σπερματικῶς, κἀνταῦθα μὲν ψυχικῶς, ἀλλαχοῦ δὲ νοερῶς, ἐν δὲ τοῖς ἐπέκεινα ἀνεννοήτως τε καὶ ὑπερουσίως. ὅσα μὲν γὰρ ἁπλῶς εἰσι, κατ' αὐτὸ τὸ εἶναι μετέχει θεοῦ, ὅσα δὲ καὶ ζῇ, κατ' ἄμφω, ὅσα δὲ καὶ νοεῖ, ἐπὶ μᾶλλον. Εἴποιμι δ' ἂν αὐτὸς μηδὲ τὰς στερήσεις ἀμοίρους εἶναι θεοῦ, καὶ τούτων γὰρ ὑποστάτης θεός, ὅτι καὶ πάντων, ἵνα μὴ ὑπεκδράμῃ τὸν νοῦν· ὁ γὰρ νοῦς εἰδῶν ποιητής, ἀλλ' οὐ στερήσεων. ἐπεὶ οὖν πάντα ὑποβέβηκε τὸν θεόν, δεῖ δὲ ἐν πᾶσι τοῦτον εἶναι, ἀνάγκη κίνησιν ἐπιφέρειν μεταξὺ θεοῦ καὶ ἡμῶν, ἥτις ἀφ' ἡμῶν, οὐκ ἀπ' ἐκείνου. ἡμεῖς γὰρ ἐστράμμεθα πρὸς αὐτόν, ἵν' ἐκεῖνον ἴδωμεν πανταχοῦ παρόντα· ἀλλὰ τοῖς μὲν ἑῷος κινεῖται, ὅσοι τὸν νοῦν ἔχουσι διαυγάζοντα, τοῖς δὲ μεσημβρινὴν τὴν κίνησιν δίδωσιν, ὅσοι κατὰ τὴν διάνοιαν διαλάμπουσιν, ἐπὶ δὲ τῶν βαδίζει ὡς ἕσπερος, ὅσοι κατὰ τὴν ψυχὴν ἡγνισμένοι τυγχά νουσιν· οἷς δὲ τὸ νοερὸν ἠμαυρώθη φῶς καὶ ὁ τῆς ἀρετῆς ἐν αὐτῷ ἔσβεσται ἥλιος, δειλινὴν παρέχει τὴν κίνησιν, τουτέστιν οὐ διαστράπτουσαν, οὐ φωτοβόλοις ἀκτῖσι τὸν νοῦν καταλάμπουσαν, ἀλλὰ λοξήν τε καὶ παρεγκε κλιμένην, καὶ τῆς τε ἑῴας ἀνατολῆς τῆς τε μεσημβρινῆς φωτοφανείας ἀπέχουσαν. Πρῶτον μὲν οὖν τῷ Ἀδὰμ οὐκ ἐκ διαστήματος συνεγίνετο οὐδὲ ποτὲ μὲν παρῆν, ποτὲ δὲ ἀπῆν, ἀλλὰ καὶ πρωΐας καὶ μεσημβρίας καὶ δύ σεως, τουτέστι καὶ νοερῶς καὶ διανοητικῶς καὶ ψυχικῶς, συμπαρῆν καὶ συνωμίλει τῷ πλάσματι· ἀφ' οὗ δὲ ἐκεῖνος μύσας τὰ αἰσθητήρια ἀπ έκλεισεν ἑαυτῷ τοῦ θείου φωτὸς τὴν ἀκτῖνα, τηνικαῦτα ὁ μὲν ἑαυτὸν διέστησε τοῦ θεοῦ, ὁ δὲ τῷ πανταχοῦ παρεῖναι μηδενὸς ἀπολιμπανόμενος ὥσπερ ἐκ διαστήματος ἐδόκει συγγίνεσθαι καὶ συνομιλεῖν. «ἤκουσε» γάρ φησιν ἡ γραφή «τῆς φωνῆς κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν» καὶ «ἐκρύβη ὅτι γυμνὸς ἦν». πρότερον μὲν γὰρ οὐ τοῖς ὠσὶ τὸν ψόφον ᾐσθάνετο, ἀλλὰ τοὺς ὀφθαλμοὺς τῷ φωτὶ κατελάμπετο· ἐπεὶ δὲ ἀπετυφλώθη τὸν νοῦν καὶ πόρρω γέγονε τῆς θείας αὐγῆς, διὰ τῶν ψόφων τὴν τοῦ κυρίου παρουσίαν ἐχαρακτήριζεν. Ἀλλ' ὁ λόγος ζητεῖ καὶ τοῦ ψόφου τὴν ἰδιότητα. οἶμαι τοίνυν ἐγὼ ὡς ἅπασα κεκαθαρμένη ψυχή, μᾶλλον δὲ ὅστις ἂν ᾖ νοῦς θεοπτικός τε καὶ διαβατικώτατος ταῖς συγγενέσι πρὸς τὸ θεῖον ἐλλάμψεσι, τὰ περὶ θεοῦ μυεῖται μυστήρια, τὰς αἰσθήσεις ἀφεὶς κάτω μετὰ τῶν κτισμάτων καὶ μήτε τύποις μήτε σχήμασι μήτε τισὶν ἄλλοις πρὸς κατανόησιν τοῦ θεοῦ χρώμενος, ἀλλὰ νοεραῖς ἀντιβλέψεσι πρὸς αὐτὸν ἀμέσως ἐντρανίζων τὸν ἥλιον· ὁπότε δὴ καὶ τὸν θεὸν ὁρᾷ ἀψόφῳ ποδὶ βαίνοντα καὶ μὴ σκηνο βατοῦντα τὴν κίνησιν. εἰ δὲ μὴ οὕτω τις ἐμμετεωρισθείη, ὡς ὑπεραναβῆναι καὶ χρόνον καὶ φύσιν καὶ πρώτην κίνησιν, ἵν' οὕτως ἴδῃ θεὸν καθαρῶς, ἀπὸ τῶν ψόφων αἰσθάνεται τοῦ θεοῦ· κέκραγε γὰρ τρόπον τινὰ καὶ οὐρανὸς καὶ γῆ τὸν ποιήσαντα καὶ «ἀλαλήτοις φωναῖς» ἡ κτίσις ὑπερηχεῖ τὸν θεόν. Τοιοῦτος γέγονε καὶ Ἀδάμ, πρῶτον μὲν αὐτὸν ὁρῶν τὸν θεὸν καὶ μὴ ἀπὸ τῶν κτισμάτων τοῦτον συλλογιζόμενος, ἀλλ' αὐτοφανῶς καταθεώ μενος τὸν γενεσιουργόν. ἐπεὶ δὲ ἀπέσβη αὐτῷ τὸ τοιοῦτον ὄμμα καὶ τῆς πρωΐας ἐκπέπτωκε καὶ τῆς καθαρᾶς τοῦ ἡλίου ἀνατολῆς ἐν αὐτῇ τῇ μεταπτώσει, ἥτις δειλινὸν τροπικῶς κατωνόμασται, ἀπὸ τῶν ἐκτὸς ψόφων ᾐσθάνετο τοῦ θεοῦ. ἐνενόει γάρ, ὡς εἰκός, ὅτι· πόθεν οὕτως τὸ καλὸν τοῦτο χωρίον ἐπὶ τῆς γῆς ἵδρυται; τίς ὁ θριγγίοις τοῦτο περιβαλὼν καὶ τοῖς φυτοῖς περιζώσας καὶ κυκλώσας εὐφυῶς καὶ τὰ μακρὰ ταῦτα ῥιζώσας δένδρα καὶ αὐτομάτως εἰς καρπῶν διαρρήξας γονάς; πόθεν δὲ ἥλιος μὲν αὐγάζει καὶ ἀμείωτον ἔχει τὸ φῶς, ὁ δὲ ἐλάττων ἀστὴρ ἡ σελήνη ὅτε μὲν αὐτῷ συνοδεύει, ἀποπεφώτισται τὸ κάτωθεν ἡμισφαίριον, ὅταν δὲ κατὰ διάμετρον γένηται, πλησιφαής ἐστι καὶ πανσέληνος; πῶς δὲ τὰ μὲν ἐνδέδεται τῶν ἄστρων καὶ τῷ παντὶ περιφέρεται, τὰ δὲ προποδισμοῖς καὶ ἀναποδισμοῖς πρός τε τὰ ἡγούμενα καὶ τὰ ἑπόμενα τὴν ἐν τῷ οὐρανῷ χορεύει χορείαν, καὶ δύο μὲν αὐτῶν ἧττον ἀφεστήκατον τοῦ ἡλίου, τὰ δ' ἄλλα ἄνωθεν κάτεισι κάτω ἀπὸ τῆς πρώτης βαθμίδος εἰς τὴν τετάρτην καὶ κάτωθεν ἄνω ἀπὸ τῆς τετάρτης εἰς τὴν πρώτην, καὶ ἄνωθεν μὲν κάτω κινούμενα ὑποποδίζει καὶ ἐλλείπει, εἶτα στηρίζει, κάτωθεν δὲ ἄνω προ ποδίζει καὶ προλαμβάνει; ἆρά γε αὐτόματος τούτων ἡ κίνησις; ἀλλ' ἡ τάξις πόθεν; ἀλλ' αὐτὰ τοῖς πᾶσιν ἐφέστηκε; καὶ ἡ κίνησις διὰ τί; δεῖται γὰρ τὸ κινούμενον τοῦ κινοῦντος. ἄλλη τις ἄφατος φύσις ἡ ταῦτα δημιουρ γήσασα, ἥτις δὴ καὶ πρὸ τῶν πάντων ἐστὶ καὶ τοῖς πᾶσιν ἐφέστηκε καὶ «καρδίας» ὁρᾶ «καὶ νεφροὺς ἐξετάζει» καὶ τὴν ἐμὴν πλημμέλειαν οὐκ ἠγ νόησεν. ὁρᾷς ὅπως ἀπὸ τῶν περὶ τὴν κτίσιν ψόφων τῆς τοῦ θεοῦ παρουσίας ᾐσθάνετο; Ἀλλ' ἐπειδὴ κἀκεῖνος ἐκρύβη ἀπὸ τοῦ θεοῦ, μηδὲ ἡμεῖς προσωτέρω τοῦ λόγου βαδίσωμεν· οὐ γάρ ἐσμεν σεμνότεροι τοῦ προπάτορος· εἰ γὰρ ἐκεῖνος συμβολικὴν ἐπιστασίαν οὐκ ἤνεγκε τοῦ θεοῦ, πῶς ἡμεῖς ὑπενέγκοι μεν τὴν ἐν τῷ λόγῳ διακαθαιρομένην κίνησιν τοῦ θεοῦ; διὰ ταῦτα ἐν ταῦθα τοῦ λόγου γενόμενοι, ἐς νέωτα τὴν τῶν ἐπιλοίπων ἐξήγησιν σα φηνίσομεν.