Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1
[Εἰ] ς τὰ ὑποκείμενα ῥητὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ «Ἀνέβη» φησί «καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεχθήσεται. ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀπο κρυφὴν αὐτοῦ. κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Ἃ μὲν ἠρωτήκατε ταῦτα· ἔστι δὲ ταυτὶ τοῦ κατὰ τὴν οἰκονομίαν μυ στηρίου συγκεφαλαίωσις, οὐ μόνον δέ, ἀλλὰ καὶ αἰτία σαφής, δι' ἣν καθ' ἡμᾶς ὁ κύριος γέγονε, τῶν τε δύο διαθηκῶν διασάφησις ἀκριβὴς καὶ ὅπως ἡ δευτέρα τὴν πρώτην δ [ιηγ] κωνίσατο. δεῖ δὲ ὑμᾶς ἐφιστάνειν καὶ τῷ ὕφει τῆς ἀναγνώσεως· τὰ μὲν γὰρ κατὰ σύνδυο ἀναγνωστέον ἡμῖν κόμματα, τὰ δὲ κατὰ πλείονα. οὕτω γοῦν ἀναγινωσκέσθωσαν οἱ χρησμοί, ταυτὶ μὲν συνάμα, «ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται»· αὖθίς τε ἀπ' ἄλλης ἀρχῆς, «ἄνθρακες ἀνήφθη σαν ἀπ' αὐτοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη». τὰ δὲ ἄλλα οὐχ οὕτως, ἀλλ' ἢ καθ' ἓν ἢ συμπεπλεγμένως· οὐ γὰρ δεῖται θάτερον θατέρου. ἀλλὰ τὸ μὲν «ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ», ἵν' ἐν βραχεῖ τὸ πᾶν δηλώ σαιμι, τὴν αἰτίαν ἡμῖν παριστᾷ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως· τὸ δὲ «ἔκλινεν οὐρανοὺς καὶ κατέβη» αὐτὸ δηλοῖ τὸ μυστήριον· τὸ δὲ «ἐπὶ χερουβεὶμ ἐπετάσθη καὶ ἐπὶ πτερύγων ἀνέμων» τὴν εἰς οὐρανοὺς αὐτοῦ μετὰ τὴν ἀνάστασιν διασαφεῖ ἄνοδον· τὸ δὲ διεληλυθέναι «τὰς νεφέλας ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ» τήν τε τῶν σκιῶν δηλοῖ παραδρομὴν καὶ τὴν τῆς ἀληθείας φανέρωσιν. Ἀλλ' ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου ἐπανιτέον ἡμᾶς. «ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ»· δικαστής ἐστιν ὁ θεός, καὶ δικαστῶν ἁπάντων ὁ δικαιότατος· δίκη γὰρ αὐτόχρημα καὶ θέμις ἐστὶ καὶ δικαιοσύνης ὑπεροχή. δικαστοῦ δὲ οὐ τὰς ἀμφισβητήσεις μόνον διαλύειν, ἀλλὰ καὶ τῷ δικαίῳ χρῆσθαι κατὰ τῶν ἠδικηκότων θυμῷ καὶ οἷον πῦρ ἀποσπινθηρίζειν ἐν οἷς κατὰ τῶν παρανομούντων ἀποφαίνεται. ἀλλ' εἴωθε φυσικῶς πρὸ τοῦ πυρὸς καπνός τις ἐπεγείρεσθαι, ἀφ' οὗ δὴ τὴν φλόγα σημαινόμεθα. ἐπεὶ οὖν ἠδικήθημεν ἡμεῖς τῆς πατρῴας ἀπελαθέντες γῆς, φημὶ δὴ τῆς Ἐδέμ, ἠδίκησε δὲ ὁ ἀρχέκακος ὄφις, μᾶλλον δὲ ὁ ἐν τούτῳ συστησάμενος τὴν καθ' ἡμῶν μηχανήν, ἀμφοῖν δὲ κρινομένοιν ὁ τῆς «δικαιοσύνης» ἐδίκαζεν «ἥλιος», ὁ ἀπαραλόγιστος δικαστὴς ὠργίσθη δικαίῳ θυμῷ κατὰ τοῦ ἠδικηκότος ἡμᾶς, ἀντέχεται γὰρ καὶ μετὰ τὴν καταδίκην τοῦ πλάσματος. ὀργιζομένῳ δὲ καὶ οἷον ἤδη πυρακτουμένῳ κατὰ τοῦ πονηροῦ, «καπνὸς ἀνέβη ἐν ὀργῇ αὐτοῦ». τίς δὲ ὁ καπνός; ἡ τοῦ πονηροῦ ἐπίσχεσις δαίμονος. τὸ μὴ ἐᾶν αὐτὸν ὅλῃ καθ' ἡμῶν τῇ δυνάμει χρῆσθαι. «ἀνέβη» οὖν ὁ «κα πνὸς ἐν ὀργῇ αὐτοῦ»· καπνὸν νοήσεις καὶ τὴν τοῦ μυστηρίου πρὸ τῶν αἰώνων ἀφόρισιν, καὶ τὴν τοῦ Μωσαϊκοῦ νόμου παράδοσιν, καὶ ὅσα δέ δοκτο τῷ θεῷ ἐπὶ σωτηρίᾳ μὲν ἡμῶν, ἀπωλείᾳ δὲ τοῦ πονηροῦ δαίμονος. τοῦτο μὲν ὡς ἤδη γεγονὸς ἐγνωκὼς ὁ προφήτης ἐπὶ παρῳχηκότος χρόνου ἐσχηματίσατο· ἐπεὶ δὲ ταῦτα μὲν οἷον καπνός, ἡ δὲ μέλλουσα τηνικαῦτα συγκατάβασις ἀποτελεύτησις τοῦ καπνοῦ καὶ οἷον πῦρ, οὔπω δὲ ἐγεγόνει ἐν τοῖς χρόνοις Δαυίδ, ἔμελλε δὲ γίνεσθαι, προφητικώτατα πάντῃ τὸ μέλ λον ἀπεχρησμῴδησεν ὁ Δαυίδ. «Καὶ πῦρ» γάρ φησιν «ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται». ὁρᾷς ὡς τὰ μὲν προηγησάμενα ὡς ἤδη γεγονότα ἀπήγγειλε, τὰ δὲ ἐπακολουθή σαντα ὡς μέλλοντα ἐταμιεύσατο; εἰ γὰρ ἀνέβη καπνός, ἕψεται καὶ τὸ πῦρ· εἰ δὲ καπνὸς ἡ μετρία τοῦ δαίμονος ἐποχὴ καὶ ἡ σύμμετρος ἡμῖν σωτηρία, πῦρ πάντως ἡ παντελὴς ἐκείνου διαφθορὰ καὶ ἡ τελεία πύρωσις ἡμῶν καὶ κάθαρσις. ἀλλ' ὅρα ὅπως καὶ τοῦτο σαφέστατα εἴρηκε· «πῦρ» γάρ φησιν «ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται». ἓν γὰρ πρόσωπον καὶ μετὰ τὴν σάρκωσιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ εἷς τῶν τριῶν ὑποστάσεων, ὃς δὴ καθ' ὑπόστασιν ἡμᾶς ἑαυτῷ ἑνώσας, πρόσωπον ἓν καὶ μετὰ τὴν ἄρρητον ταύτην ἕνωσιν ἔγνωσται· ἀπὸ τοῦ προσώπου αὐτοῦ πῦρ καταφλε γήσεται, τουτέστιν ἀπὸ τῆς μιᾶς αὐτοῦ ὑποστάσεως, ἣν δὴ ἀναλλοίωτον ἐν τῇ τῆς σαρκὸς ἑνώσει τετήρηκε. καὶ ἡ ἱστορία σαφὲς τὸ πρᾶγμα δηλοῖ· «τί» γὰρ «ἡμῖν καὶ σοί», φασίν, «υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» καὶ αὖθις, «κέλευσον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χορίων». ὥσπερ ὑπὸ πυρὸς διωκόμενος ἢ οὕτως εἰπεῖν καταπιμπράμενος, οὐκέτι ὦπτο τῷ τέως πειραζόμενος θεῷ· πειρασθεὶς γὰρ τῆς ἀπὸ τοῦ προσώπου αὐτοῦ πεμπομένης φλογός, οὐκέτι δευτέραν πεῖραν προσήνεγκε. καταπέ φλεκται δὲ καὶ ἐν ἡμῖν τῶν ἀντικειμένων δαιμόνων ἡ σύμπασα δύναμις καὶ βραχεῖά τίς ἐστιν αὐτοῖς ἡ καθ' ἡμῶν κίνησις. ἐοίκασι γὰρ ὄφει τὴν μὲν κεφαλὴν συντριβέντι καὶ τὴν πολλὴν ἀποβεβληκότι δύναμιν, σπαίροντι δὲ τῷ οὐραίῳ καὶ δεδιττομένῳ τὸν νηπιάζοντα· ὡς εἴ γε ἡμεῖς ἀνδρεῖον ἔχοιμεν φρόνημα καὶ κατὰ τὸ θεανδρικὸν τοῦ κυρίου πολιτευόμεθα εὐαγ γέλιον, παιδιὰ τοῦτο δόξει καὶ οἷον ἀληθείας ὑπόκρισις. ἐπειδὰν γὰρ πᾶσαν τὴν κτίσιν κινήσωσιν ἐφ' ἡμᾶς καὶ ὄρεσιν ἑαυτοὺς ἀπεικάσωσιν ἢ ἀκρω τηρίοις μεγάλοις, «θάλασσά τε ἠχήεσσα» δόξωσιν ἢ σύες ὁμόσε χωροῦντες ἢ βρυχόμενοι λέοντες ἢ συρίττοντες δράκοντες, εὐθύς τε τὸ τοῦ σταυροῦ σημεῖον τεθέανται καὶ ὡς ὑπό τινος ἀφανοῦς δυνάμεως ἀπελαυνόμενοι, οἱ τέως ὑπέρογκοι καὶ τοῖς μεγάλοις σώμασιν ἀπεικασμένοι ταπεινοὶ καὶ εὐμετάπτωτοι γίνονται. σὺ δὲ βούλει μαθεῖν ἀνθ' ὅτου μὴ πάντῃ κατηνθρακώθησαν; ἵνα μὴ ἄφετος μείνῃς καὶ πάντῃ ἐλευθεριάζων τῷ βίῳ, ἵνα στεφανίτης ἀναδειχθῇς πρὸς πολεμίους μαχόμενος, ἵνα σοι τὸ διπλοῦν φανεῖται τῆς προαιρέσεως, ἵνα μὴ τῇ μορφῇ τοῦ κυρίου μόνῃ, ἀλλὰ καὶ τῇ σῇ ψυχῇ, τὴν ἰδέαν ἐκείνου εἰκαζούσῃ, καταπολεμηθῇ ὁ πολέμιος. «Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, ἔκλινεν οὐρανοὺς καὶ κατέβη». ὅρα τὴν ἀκολουθίαν τῶν λέξεων· «καπνὸς» προηγήσατο, ἐπηκολούθησε μετὰ ταῦτα τὸ «πῦρ», εἶτ' «ἀνήφθησαν ἄνθρακες» καὶ «ἔκλινεν οὐρανοὺς καὶ κατέβη». ἀλλὰ τίς ἡ τῶν δύο τούτων πρὸς τὰ ἠγορευμένα διαφορά; ἐγώ φημι ὅτι τὸ μὲν ἀναβεβηκέναι τὸν καπνὸν καὶ τὸ ἀναφθῆναι τοὺς ἄνθρακας ἀμφότερα τῆς πρώτης τοῦ κυρίου παρουσίας προοίμια, τὸ δὲ ἀναφλεγῆναι τὸ πῦρ καὶ τὸ καταβεβηκέναι τὸν λόγον τοὺς οὐρανοὺς κλίναντα αὐτῆς δὴ τῆς κατὰ σάρκα θεοφανείας αὐτοῦ ἐναργέστατα μηνύματα πέφυκε· πλὴν ὅσον ὁ μὲν καπνὸς πορρώτερον αἴτιον τῆς τοῦ κυρίου συγκαταβάσεως, τὸ δὲ ἀναφθῆναι τοὺς ἄνθρακας ἐγγύτερον καὶ προσεχέστερον. ὥσπερ γὰρ ἐπὶ τῆς κάτω φλογώσεως δεῖ πρῶτον καπνὸν ἀναβῆναι τῆς ἐμπιπραμένης ὕλης, τοῦ πυρὸς τὸ ἐγκείμενον τῆς ὕλης ὑγρὸν εἰς ἀτμοὺς διαλύοντος, εἶτα μεταποιηθῆναι τὴν ὕλην εἰς ἰδέαν πυρός, καὶ τότε ἐξαφθῆναι τὴν φλόγωσιν, οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ κυρίου κατὰ τοῦ πονηροῦ δαίμονος ὀργίλου κινή σεως τὸ μέν τι αὐτοῦ καπνῷ εἴκασται, ἡ πορρωτάτη τοῦ μυστηρίου προπαρασκευή, τὸ δέ τι ἄνθραξιν ἀνημμένοις, ὅπερ ἐστὶν ἡ προσεχὴς αὐτοῦ πρὸς τὸ μυστήριον πάροδος· ἀλλ' ὁμοῦ τε ἀνήφθη τῷ ὑπὲρ ἡμῶν πυρὶ θερμανθεὶς οἷον τὴν φύσιν, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. ἀλλ' ἄνω μὲν «πῦρ καταφλεγήσεται», ἐνταῦθα δὲ οὔ φησι «κλινεῖν» αὐτὸν «τοὺς οὐρανοὺς καὶ καταβῆναι», ἀλλὰ θεοπτικώτατος ὁ προφήτης γενό μενος, ὡς γεγονὸς εἶδε τὸ μέλλον. ὅθεν οὐδὲ συμβολικῶς αὐτὸ τῷ [... 40...] κεν, ἀλλ' ἀριδήλως τε καὶ σαφῶς. Τί δὲ ἔδει αὐτὸν «καταβαίνοντα κλῖναι [... 38...] αὐτῶν οἷον κοιλαν θείσης, καὶ πῶς ἐντεῦθεν διαβέβηκε πρὸς ἡμᾶς; οὐδὲν γὰρ [... 34...] μὴ καταβέβηκεν, ἐκείνων μεινάντων ἐπὶ τοῦ σχήματος. οἶμαι οὖν ἄλλο τι δηλοῦ [... 32...] φησὶ κατεληλυθέναι τὸν κύριον πρὸς ἡμᾶς, ὥστε λαθεῖν «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας» [... 30...] ὠνόμασεν «οὐρανῶν». οὐ γὰρ ἔδει αὐτὸν μετὰ νεφῶν καὶ βροντῶν ἐκεῖθεν συρραγῆναι πρ [... 28...] καὶ προσουδίσαι τῇ γῇ, ἵνα λάθῃ τὴν κένωσιν, ἥ τι ἀδιαστάτως καὶ ἀχρόνως πρὸς τὴν κ [... 25...], οὐ διὰ μέσου ἀέρος χωρήσας, ἵνα κατὰ κενοῦ δράμῃ τοῦ παντός, ἀλλ [... 23...] μη τῷ βουλήματι τὸ θεῖον τῆς οἰκονομίας μυστήριον. ἢ «οὐρανοὺς» ἐνταῦθα οἰητέον κ [... 20...] στον τῆς ὑποστάσεως τὸ ἄρρητον καὶ ὑπεράρρητον, ἃ δὴ πάντα ὥσπερ οὐρα νοὺς κλίνας [... 20...] οὐκ ἀπηνήνατο ἐσχατιάν. «Καὶ γνόφος» φησίν «ὑπὸ τοὺς πόδας αὐτοῦ». οὐ γὰρ ἐπειδὴ [... 15...] κεν, ἤδη καὶ γνωστὸς ἡμῖν παντάπασι γέγονεν. ἀλλ' ὅτι μὲν τὴν ἡμετέραν φύσιν ἐνεδύσατο καὶ ἄνθρωπος ἐχρημά [τισε] τέλειος, ἐξ αὐτῶν τε τῶν πραγμάτων καὶ τῶν προφητικῶν ἐγνώκαμεν ῥήσεων, ὅπως δὲ τὸ κυρίως ὂν συνήφθη τοῖς μὴ οὖσιν ἡμῖν καὶ ἡ ὑπὲρ τὸ πᾶν φύσις ἐν μικροῖς ἐχωρήθη μέρεσιν, ὅπως τε καὶ σύμπασα θεότης ἐν τῷ ἑνὶ [καὶ ἡ ὅ] λη ἀνθρωπότης συνήνωνται, οὔπω ἐγνώκαμεν, ἀλλ' οὐδὲ γνωσόμεθα, ἕως τούτῳ τῷ παχεῖ καλυπτόμεθα σώματι. εἰ [γὰρ Παῦ] λος ἐν «ἐσόπτροις» ἔτι βλέπει καὶ «ἐν αἰνίγμασι» καὶ τὴν ἐκ μέρους γνῶσιν εἴληφεν, οὔπω δὲ τὸ τέλειον ἔσχε, Παῦ [λος ἐκεῖ] νος ὁ τῶν ἀθεάτων θεατὴς καὶ τῶν ἀρρήτων ἀκροατής, ὁ παροικῶν τῇ σαρκὶ διὰ τὴν τῶν καταρτιζομένων ὠφέλειαν, [πῶς] ἡμεῖς, οἱ μηδὲν ὑπὲρ τὸ σῶμα φαντασθῆναι δυνάμενοι, γνωσόμεθα τοῦ μυστηρίου τὴν δύναμιν; «Ἔθετο σκό [τος] ἀποκρυφὴν αὐτοῦ». οἷον ἀχλύν τινα κατέχεε τῶν ἡμετέρων ὀφθαλμῶν ἀποκρύπτουσαν τοῦτον καὶ συγκαλύπτουσαν. «καὶ γνόφος ὑπὸ πόδας αὐτοῦ». μή σε παρέλθῃ ὁ σύνδεσμος τοῦ λόγου προτεθειμένος· οὐ γὰρ μόνον ἀθέατος καὶ ἀκ [ατα] νόητος πρὶν ἢ τὴν ἡμετέραν φύσιν ἑαυτῷ συνενῶσαι, ἀλλὰ «καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ», τουτέστι καὶ ἐν αὐτῇ τῇ κενώσει, [ἣν] δὴ τροπικῶς ὁ προφήτης πόδας ὠνόμασε, γνόφος ἄπειρος κέχυται. ἀλλ' ἡμῖν μόνοις; οὐμενοῦν, ἀλλὰ καὶ αὐταῖς ταῖς σεραφικαῖς τάξεσιν. οὐχ ὁρᾷς ὅπως ταύτας Ἰεζεκιὴλ τεθέαται ὁ μακάριος «ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ»; ἓξ αὐτῷ πτέρυγες αἱ τῶν σεραφεὶμ φύσεις διατετυπωμέναι ὤφθησαν, ἀλλ' «ταῖς δυσὶ» μό ναις «ἐπέταντο»· αἱ δ' ἄλλαι τί; «αἱ» μὲν «δύο τὰ πρόσωπα» αὐτοῖς «κατ εκάλυπτον, αἱ δὲ δύο τοὺς πόδας» περιεπτύσσοντο, τί ἐντεῦθεν δηλοῦντος τοῦ λόγου; διὰ μὲν τοῦ προσώπου τὴν τριαδικὴν θεολογίαν, διὰ δὲ τῶν ποδῶν τὴν θεανδρικὴν τοῦ θεοῦ λόγου ἐπιφάνειαν, ἃ δὴ καὶ τοῖς σερα φεὶμ συγκαλύπτεται. «Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀν [έ μων.]» τὰ δὲ χερουβεὶμ ταῦτα ἡ Ἑλληνικὴ ἀπαγγελία ἐξέτεινεν, ἐπεὶ ὁ Ἑβραῖος χερουβὶμ αὐτὰ ὀνομάζει. δύναται δὲ ὁ λόγος τὸν ἐμπρησμόν· ἐμπρηστὰς γοῦν αὐτοὺς οἱ λογιώτεροι τῶν Ἰσραηλιτῶν ἔτι κατονομά ζουσιν, οἷον ἐμπιπραμένους ὑπὸ τῆς θείας φλογώσεως καὶ ὅλον τὸ ἐκεῖθεν ὑποδεχομένους πῦρ καὶ ἀκάθεκτον τὴν πρὸς τὰ ἄνω φορὰν ἔχοντας· τούτοις γοῦν πρώτοις τὸ θεῖον ἐνορᾶται φῶς, ἐφ' ὧν δὲ καὶ ὁ θεῖος λόγος ἐποχηθεὶς μετὰ τὴν τοῦ μυστηρίου συμπλήρωσιν πρὸς τὸν πατέρα ἐπ ανελήλυθεν, ὁ μηδέποτε τοὺς ἐκείνου κόλπους ἀφείς. «ἐπέβη» οὖν «ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων». ἀλλὰ πῶς ἐπ' ἐκείνων μὲν ἐπέβη, ἐπὶ τούτων δὲ ἐπετάσθη; ὅτι ἐκεῖνο μὲν ἦν, τοῦτο δὲ ἐδείκνυτο· οὐ γὰρ δὴ καὶ τεθέατο τοῖς ἀποστόλοις τοῖς χερουβεὶμ ἐποχούμενος, ἀλλὰ διὰ μέσου τοῦ ἀέρος φερόμενος καὶ οἷόν τις κούφη φύσις πτέρυξιν ἀνέμων ἐπὶ τὸ ἄναντες κουφιζόμενος. «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ». οὐ γὰρ ἔτι μετὰ σαρκὸς ὡμίλησε τοῖς ἀνθρώποις· ἀλλ' ἣν μὲν προσελάβετο φύσιν οὐκ ἀπέθετο οὐδ' ἀπο θήσεται πώποτε (οὐ γὰρ ἐντεῦθεν προσθήκη τις τῇ τριάδι προσεγένετο), οὐ μέντοι γε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον πάλιν ἐπὶ γῆς διατριβὰς ἐποιήσατο, ἀλλ' εἰς ἑαυτὸν οἷον ἀποκαταστάς, ἀφανῆ πεποίηκεν, οὐκέτι τοῖς πολλοῖς ὁρώμενός τε καὶ γνωριζόμενος. τὴν γοῦν τοιαύτην ἀορασίαν ἀποκρυφὴν καὶ σκότος ὁ προφήτης ὠνόμασε. «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ». σκηνὴν ἐνταῦθα αὐτὴν τὴν προσειλημμένην φύσιν νοήσεις, ἐν ᾗ ὥσπερ ἐν οἰκίσκῳ τινὶ κατῴκησεν ὁ θεός. ταύτην οὖν φησι κύκλῳ αὐτοῦ εἶναι, τουτέστι τοῖς μὲν ἄλλοις ἀθέατον, περὶ αὐτὸν δὲ μόνον φαίνεσθαι, οὐχ ὡς ἔξω αὐτοῦ, ἀλλ' ὡς προσπεφυκυῖαν αὐτῷ. «κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ». τὸ κατὰ κύκλον προσειλημμένον ὑπό τινος οὐ τὸ μὲν αὐτοῦ πε ριέχεται, τὸ δὲ ἐκτὸς τοῦ κύκλου μεμένηκεν, ἀλλ' ὅλον ἐνδότατον πέφυ κεν. ἵν' οὖν ὁ λόγος ἐνδείξηται ὡς ὅλος ἡμῖν ἡνώθη ὁ θεὸς λόγος καὶ τὸ βραχὺ τῆς φύσεως ἡμῶν μόριον τὴν ἀμερῆ καὶ ἀπερίληπτον οὐσίαν αὐτοῦ συμπεριείληφε, κατὰ κύκλον φησὶν αὐτῷ ἑστάναι τὴν σκηνὴν αὐτοῦ. «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων». τοῦτο οἷον οὐ πάνυ σπουδάζοντός ἐστι τοῦ προφήτου, ἀλλ' ἡμῶν καταπαίζοντος. ἐπεὶ γὰρ ἔφησεν ἀνεληλυ θέναι μὲν τὸν κύριον πρὸς οὐρανούς, οὓς δὴ καὶ καταβέβηκε κλίνας, μη κέτι μέντοι γε θεατὸν μετὰ τὴν ἄνοδον εἶναι, ὥς τινος διαποροῦντος, «καὶ πῶς οὐ θεαθήσεται, φανοτάτου τοῦ ἀέρος τυγχάνοντος, ᾧ δὴ καὶ τἆλλα ὁρῶμεν καὶ γινώσκομεν;» ἐπήνεγκε, «σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων», ὅτι μὴ οἴου πάντα τὸν ἀέρα τυγχάνειν διαφανῆ. εἰ γὰρ καὶ τὴν φύσιν τοιοῦτός ἐστιν, ἀλλ' ἐν ταῖς νεφέλαις, καθ' ἃς δὴ πρὸς ἑαυτὸν συνθλιβό μενός τε καὶ συμπνιγόμενος τὸν ὑετὸν ἡμῖν ἀποστάζει, πυκνός ἐστι καὶ σκοτεινός, τοῦτο μὲν διὰ τὴν τῶν μερῶν αὐτοῦ πρὸς ἄλληλα σύνθλιψιν καὶ τὴν τοῦ ἐν αὐτῷ νέφους παχύτητα, τοῦτο δὲ διὰ τὸ μὴ διικνεῖσθαι δι' αὐτοῦ πρὸς ἡμᾶς τὸ τοῦ ἡλίου φῶς. Εἰ δέ τις τοῦτο οὐκ ἀποδέχοιτο ὡς γλαφυρὸν μέν, βεβιασμένον δέ, ἐροῦμεν τὸν ἀληθέστατον λόγον. ἐπεὶ γὰρ εἰρήκει ἄνω ὅτι ἀποκέκρυπται ἡμῖν ὁ θεὸς παντάπασι καὶ οὐκ ἔστιν ἴχνος οὐδὲ βραχὺ τῆς αὐτοῦ καταλή ψεως, πολλοὶ δὲ τοῖς προφητικοῖς λόγοις προσομιλοῦντες ᾤοντο ἐντεῦθεν κατειληφέναι τὸν κύριον, πρὸς τούτους ἐμβριθῶς διατείνεται ὅτι «σκοτει νὸν ὕδωρ ἐν νεφέλαις ἀέρων». νεφέλαις μὲν γὰρ ἐν ἀέρι τοὺς προφήτας ἀπείκασεν, ὕδατι δὲ τὴν αὐτῶν περὶ τοῦ κυρίου προκήρυξιν· ἀλλ' οὐ διαφανὲς τὸ ὕδωρ τοῦτο, ἀλλὰ σκοτεινὸν καὶ δύσοπτον καὶ τὸ ὅλον δυσκατανόητον. «ἐκδικήσω» γάρ φησιν ὁ προφήτης Ὠσηέ «τὸ αἷμα τοῦ Ἰεσράελ ἐν τῇ κοιλάδι». τοῦτο δὲ τὴν κατὰ τῶν σταυρωσάντων τὸν κύριον ὑπαινίττεται κόλασιν· Ἰεσράελ γὰρ κατὰ τὴν Ἑβραΐδα διάλεκτον «σπορὰ θεοῦ» ἑρμηνεύεται. ὁρᾷς ὅπως σκοτεινὸν τὸ ὕδωρ ἐν ταῖς τῶν ἀέρων νεφέλαις; «ψαλμός» φησὶν ὁ Δαυίδ «τῷ Δαυὶδ ὑπὲρ τῶν κρυ [φίων τοῦ υἱοῦ».... 25...], τῆς ἀπορρήτου φιλοσοφίας πυνθάνου. «Ἀπὸ τῆς τηλαυ [γήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον»]. ὅτε ἤκμαζεν ἡ σκιὰ καὶ τὸ σκοτεινὸν ὑπερίσχυε γράμμα τὸ ἀπο [... 35...] σ̣ ίαι ἐπὶ τῆς θείας σπονδίας καὶ ζῳοθυσίαι τῷ ζωοποιῷ λόγῳ [... 30... «στηθύ] νιον» μὲν ὁ ἱερεὺς καὶ «λοβὸν» ἐλάμβανεν «ἥπατος», τὰ δ' ἄλλα πυρὶ «κατε [καίετο», τὸ δ' αἷμα τῇ τοῦ θυσιαστηρ] ίου προσεχεῖτο φλιᾷ. ἀφ' οὗ δὲ Χριστὸς κατελήλυθεν, «ἐνώπιον αὐτοῦ [αἱ νεφέλαι»... 20...] τοῦ σκοτεινοῦ παρεληλύθεισαν γράμματος, ὥσπερ τινὸς ἡλίου φανότερον [... 28...] όμενος τὴν μὲν σκιὰν ἔπαυσε, τὴν δὲ ἀλήθειαν ἀντεισήνεγκε, καὶ τὴν μὲν σάρ [κα... 25...] περιττὰ τῆς ψυχῆς· καὶ ζύμῃ ἐπὶ τῆς τῶν ἄρτων ὀπτήσεως χρώμενοι «ἐν ἀζύ [μοις»... 20...] προσαγόμεθα· πνοῆς δὲ μηδὲ ἓν ἀποστεροῦντες τῶν ζῴων ὅσον ἐπὶ ταῖς θυ [σίαις... 15... τῷ κρ] είττονι. πέπαυται δὲ καὶ τὸ ἱερατικὸν «ἀφαίρεμα, ὁ λοβός», καὶ τὸ ἐπὶ τοῦ στήθους μέρος [... 24...] τῆς προήγορος τήν τε καρδίαν καὶ τὴν ἐπιθυμίαν· ταῦτα γὰρ παραδηλοῖ ὅ τε τοῦ «ἥπατος [λοβὸς»... 16...] ἀμώμητα. προσχέομεν δὲ καὶ τὸ αἷμα τῇ τοῦ θυσιαστηρίου φλιᾷ, τουτέστι τῇ βάσει τῆς πίστεως τὰ ἀκατανόητα τῶν μυστηρίων καταπιστεύοντες· καὶ ὡς ἀληθῶς «ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον».