Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1
Εἰς τὸ «ἐπλήσθησαν οἱ ἀπόστολοι πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι» Πολλοὶ τὸ ἐναντίον, οὗ περὶ τῶν πυρίνων γλωσσῶν ἡ θεολόγος φωνὴ διηρμήνευκε, θαυμάσιον ἥγηνται· καὶ πῶς γάρ, φασίν, οὐ παράδοξον, εἰ ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς φωνῆς πολλαὶ διάλεκτοι ἀνεβλάστανον; ὥσπερ γὰρ ἀπὸ μιᾶς καλάμης τοῦ στάχυος ἀνθέρικές τε καὶ ἀκίδες καὶ θῆκαι καὶ λέμματα. τὸ δὲ μεταλλάττειν τὰς διαλέκτους πρὸς τὴν τῶν ἀκουόντων οἰκείαν φωνήν, τοῦτο καὶ ἀνὴρ πολλαῖς ἐπιπλανηθεὶς πόλεσι καὶ πλείσταις γλώσσαις ἐνωμιληκὼς ποιήσειε. καὶ ἡμεῖς δὲ τεθεάμεθα πολλοὺς τῶν καθ' ἡμᾶς νῦν μὲν Ἀράβιον ἀφιέντας φωνήν, νῦν δὲ κατὰ Φοίνικας ἢ Αἰγυπτίους διαλεγομένους, οἱ δ' αὐτοὶ καὶ Πέρσαις καὶ Ἴβηρσι καὶ Γαλάταις καὶ Ἀσσυρίοις τὴν γλῶτταν διαμερίζουσιν, οὓς δὴ τῆς μὲν εὐγλωττίας, ὡς ἄν τις εἴπῃ, θαυμάζομεν, οὐ μὴν δὲ τὴν πολλὴν ταύτην φωνὴν σημεῖον θεοφανείας ποιούμεθα. εἰ δέ τις τὴν μίαν διάλεκτον πολ λαῖς γλώσσαις διαμερίζοι, ὡς καὶ τὸν Φοίνικα ταύτης συνιέναι καὶ τὸν Ἀσσύριον καὶ τὸν Σκύθην καὶ τὸν Αἰθίοπα, τοῦτον ἂν εἰκότως ἐν μετου σίᾳ λογισώμεθα. Ἀλλ' ὁ μέγας πατὴρ τὸ ἐναντίον τούτου τεθαύμακε, καὶ πάσας ὁμοῦ τὰς διαλέκτους αὐτομάτως τοῖς ἀποστόλοις ἐπιμαρτυρήσας ἄριστα καὶ τὴν αἰτίαν προσθείς. εἰ μὲν γὰρ ἐκεῖνοι μιᾷ διελέγοντο γλώττῃ, πολυμε ρῶς δὲ ταύτης οἱ παρόντες ἀντελαμβάνοντο, ἐκείνων ἂν εἰκότως τὸ θαῦμα τῆς ἀντιλήψεως δόξειε, περισπώντων εἰς ἑαυτοὺς τὴν μίαν διάλεκτον κατὰ τὴν οἰκείαν γλῶτταν· εἰ δ' ὁ πρὸ μικροῦ Ἰουδαῖος μόνον καὶ τὴν Ἰουδαίων μεμαθηκὼς μόνην φωνὴν αὖθις Ἀσσυρίοις τε ὁμιλεῖ κατὰ τὴν ἐκείνων γλῶτταν καὶ πάλιν Μήδοις καὶ μετὰ ταῦτα Βαβυλωνίοις, ὧν οὐδὲ τὰ ὀνόματα πάνυ σαφῶς ἠπίστατο, τούτῳ ἂν εἰκότως μόνῳ ἡ θεία προσμαρτυρηθείη ἐπίπνοια, ὡς πολυειδεῖ ἀθρόον ἀναφανέντι καὶ ἀπὸ μιᾶς πηγῆς πολλοὺς διαμεριζομένῳ τοὺς ὀχετούς. διὰ ταῦτα ὁ μέγας οὗτος ἀνὴρ τοῦτο μᾶλλον ἢ ἐκεῖνο θεοφανείας ἠξίωσε. Πῶς δὲ καὶ ἦν μίαν μὲν αὐτοὺς ἀφιέναι φωνήν, πολυειδῶς δὲ ἠκροᾶσθαι τοὺς ἐντυγχάνοντας; εἰ μὲν γὰρ ὕλη τις ἦν αὕτη τοῦ λεκτικοῦ εἴδους, ψοφώδης τις ἦν καὶ μόνον ἐκφύσησις, ἀπὸ μὲν τοῦ πνεύμονος πηγάζουσα κάτωθεν, διὰ δὲ τῆς ἀρτηρίας ἐπὶ τὴν γλῶτταν ἀναπεμπομένη, ὥστε οὐδὲ κατὰ διάλεκτον ἡ φωνὴ τοῖς ἀποστόλοις ἐπέμπετο, ἀλλ' ἔδει μόνον ὑπ ανοίγειν τὰ χείλη καὶ περιχαίνειν τὸ στόμα, ὥσπερ δὴ πολλάκις ἐγὼ τε θέαμαι τὰς ὀμφαλοτόμους περὶ τὰ τῶν βρεφῶν ποιούσας ἀρτίτοκα ἢ καὶ περὶ αὐτὴν τὴν λεχώ. ἐκεῖναι γάρ, ἐπειδὰν ἡ γεννησαμένη ἢ καὶ τὰ ἄρτι τῆς μήτρας διολισθήσαντα λειποθυμίαις περισχεθῶσιν, ἁπλῶς οὕτω τὰς χεῖρας περὶ τοὺς κροτάφους τιθέασιν, εἶτα δὴ ἐμφυσῶσαι πνευματίῳ βραχεῖ οἴονται τὰς δυνάμεις ἀνακαλεῖσθαι. Εἰ μὲν οὖν κατὰ τὴν τοιαύτην τῆς φωνῆς ὕλην ἐφθέγγοντο οἱ ἀπόστολοι, οὐδέν τι διέφερον τῶν φληναφῶν τούτων γραῶν· εἰ δὲ μετὰ τοῦ εἴδους τοῦ λεκτικοῦ ἐποιοῦντο τὴν ὁμιλίαν, ὁποῖον τοῦτο ἦν; εἰ μὲν ὅπερ ἐξ ἀρχῆς ἀπὸ τῆς πυργοποιίας εἰλήφασιν ἤ, εἰ δεῖ πιστεύειν τοῖς λέγουσιν, ὃ δὴ καὶ ὁ Ἀδὰμ ἐν παραδείσῳ πρῶτος παρὰ θεοῦ εἴληφε, τί καινὸν τὸν Ἰουδαῖον κατὰ τὴν οἰκείαν διάλεκτον φθέγγεσθαι, ἢ τί πλέον αὐτοῖς ἡ τοῦ πυρὸς γλῶσσα πεποίηκεν; εἰ δὲ πρὸς ἑτέραν μετεποιήθη ἡ γλῶσσα τούτων φωνήν, Ἰβηρικὴν ἢ Ἀσσύριον, διὰ τί τὸ ἐφ' ἑνὶ θαυμαζόμενον οὐκ ἂν μᾶλλον κρεῖττον φανείη καὶ ὑψηλότερον ἐπὶ πολλὰς γλώσσας διαμερισθέν; καὶ ἡμεῖς μέν, εἴ τις ἐπὶ βραχεῖ χρόνῳ Αἰγυπτίαν ἐκμάθοι φωνὴν καὶ ἐθισθείη ἐπ' ἐνίοις τῶν ἐν ἐκείνοις γραμμάτων ἄνευ γλώττης τῷ πνεύματι μόνῳ προσομιλεῖν, τῆς εὐγλωττίας θαυμάζομεν καὶ τῆς πρὸς τὴν ἄσκησιν ἐπιτηδειότητος· καίτοι τί καινὸν τὸν μαθήσει μέσῃ χρησάμενον εἰδέναι πρὸς ὃ αὕτη φέρει; ἀλλ' ὅμως ἡμεῖς ἀγάμεθά τε τὸν τῆς ἀλλοτρίας γλώτ της ἐπήβολον καὶ μετὰ τῶν κρειττόνων ἄγομεν, ὅτι ταχέως μεμάθηκεν. Εἰ δὲ τοῦτο καινόν, ὁ μίαν γλῶτταν εἰδώς, εἶτ' ἀθρόον ταῖς πάσαις πᾶσι προσφθέγγοιτο, οὔτε προμαθὼν οὔτ' ἐπιμαθών, οὐ ζηλωτὸς οὗτος ἀνὴρ καὶ μακάριος καὶ κρατὴρ ὄντως ἀκήρατος τῶν μετεώρων ἐπιπνοιῶν; οὐ «κάλαμος» οὗτος «γραμματέως ὀξυγράφου», πρὸς ὅπερ ὁ γραμματεὺς βούλοιτο καὶ τῇ ἐκείνου μόνῃ ῥοπῇ ἀγόμενος καὶ φερόμενος; εἰ γὰρ καὶ ἡ γλῶττα ἐρρύθμισται πρὸς πᾶσαν διάλεκτον, ἀλλ' οὐκ ἂν οὐδὲ κατὰ μίαν φθέγξοιτο ἄνευ ἀσκήσεως· τοῖς δ' ἀποστόλοις αὐθωρὸν αἱ πᾶσαι διά λεκτοι ποταμοῦ δίκην διὰ τῆς ψυχῆς ἐπεισρεύσασαι, κρουνηδὸν τῇ γλώττῃ ἀνεστομώθησαν. τίς οὖν ὁ τὴν γλῶσσαν τούτων κινῶν, τίς ὁ μεταβάλλων πρὸς τὴν ἑκάστου διάλεκτον; ἡ τῶν φωνῶν ἐπιστήμη; ἀλλ' οὐδαμοῦ ταύ την μεμαθήκασιν. ἀλλ' ἡ τῆς ψυχῆς φύσις; καὶ ἔδει γε κατὰ ταύτην πάν τας ἀθρόον τὰ πάντων προσομιλεῖν. ἀλλ' ὁ νοῦς; ἀλλὰ τούτῳ ἡ φύσις νοε ρῶς ἀντιλαμβάνεσθαι τῶν εἰδῶν, ἀλλ' οὐχὶ καὶ πρὸς ὁμιλίαν τὰς γλώττας κινεῖν. οὐ τοίνυν δῆλον ὅτι θεία τις ἐνέπνευσε τοῖς περὶ τὸν Πέτρον ἐπί πνοια, ἣ δὴ ἐν τῇ τῆς ψυχῆς ἀκροπόλει προκαθημένη, ὥσπερ δή τις βασι λίς, πρὸς τὸ ἑαυτῆς βουλητὸν τὴν ὑποκειμένην γλῶτταν μετῆγε καὶ μετερρύθμιζε; Τοῦτο μὲν οὖν καὶ διηπορήθη καλῶς τῷ πατρὶ καὶ τῆς πρεπούσης τετύχηκε λύσεως. ἐγὼ δὲ ἐκεῖνο προσαπορήσαιμι· ἆρά γε ταῖς τῶν ἐντυγχανόντων διαλέκτοις τὴν γλώσσαν καταλλήλως μετάγοντες οἱ ἀπόστολοι ᾔδεσαν ὅ τι καὶ φθέγγοιντο, ἢ τὴν μὲν τοιάνδε φωνὴν ἔπεμπον, ἀνεπαίσθητοι δὲ ποίου τῶν ἐθνῶν εἴη ἐτύγχανον; ἐπεὶ καὶ «ἡ» τοῦ Ἀπόλλωνος «προφῆτις, τῷ στομίῳ» ὡς ὁ λόγος «περικαθίσασα» περὶ τὸν «τριποδικὸν λέβητα», ἔχρα μὲν καὶ Πέρσαις, ἔχρα δὲ καὶ Ἀσσυρίοις καὶ Φοίνιξι, καὶ πάντα ἐς μέτρα τε καὶ ῥυθμούς, οὓς οὐκ ᾔδει, μετὰ καλλι επείας, ἣν οὐ μεμάθηκεν. ἆρ' οὖν ἀνεπιστήμονες ἐτύγχανον καὶ οἱ τοῦ Χριστοῦ μαθηταὶ ὧν δὴ προσωμίλουν καὶ διελέγοντο; οὐδαμῶς· τοῦτο γὰρ ἄντικρυς μαινομένων ἐστὶ καὶ τῆς οἰκείας διανοίας ὑποστάντων παράλλαξιν, ὥσπερ δὴ καὶ οἱ μεμηνότες, οὓς δὴ φοιβολήπτους οἱ πάλαι ὠνόμαζον, οὔθ' ὧν ἐθεώρουν οὔτε μὴν ὧν διελέγοντο ἐτύγχανον ἐπιστή μονες, ἀλλ' ἡ κατ' ἐκείνους θεοληψία αὐτομάτως αὐτοῖς καὶ τὰς φωνὰς ἀνεδίδου καὶ τὰ ὁρώμενα ἔπλαττεν. οἱ δέ γε περὶ τὸν Πέτρον οὔτε τοῦ οἰκείου ἐξίσταντο λογισμοῦ καὶ μετεῖχον τοῦ κρείττονος, παρ' οὗ δὴ καὶ ἐπεστομοῦντο πρὸς τὴν νοερὰν ταύτην ἐνέργειαν. ᾔδει τοιγαροῦν ὁ καθ' ἕνα τῶν μαθητῶν ὅτι Πέρσης ὁ προσιὼν αὐτῷ καὶ ὅτι δεῖ τὴν Περσίδα τούτῳ ἀφεῖναι φωνήν, ὅτι τε Μῆδος καὶ ὅτι δεῖ κατὰ Μήδους φθέγγεσθαι. τὸ μὲν οὖν ἀπὸ τῶν σχημάτων διαγινώσκειν τοὺς ἐντυγχάνοντας τῆς οἰκείας ἦν γνώμης τε καὶ συνέσεως, τὸ δὲ καὶ τοὺς μεταμπισχομένους ἀλλοτρίαις στολαῖς ἐπίστασθαι καὶ φθέγγεσθαι, ἣν εἰδεῖεν ἐκεῖνοι φωνήν, τῆς ὑψηλοτέρας καὶ κρείττονος καὶ ἦς δὴ τὸ τηνικαῦτα κατηξιώθησαν. Ἀπορῶ δὲ καὶ περὶ τῶν γλωσσῶν, ὅπως δὴ καὶ τεθέανται· καὶ ἵνα πρὸς τὸ καθόλου τὸν λόγον ἀναβιβάσω, φιλοπονώτερον τῇ θεωρίᾳ πρόσειμι, καὶ διαποροῦμαι ὅπως δήποτε σωματικῶς ὁρᾶται τὰ θεῖα, καὶ τίνες αἱ τούτων προβολαί, καὶ τί τὸ ὑπεστρωμένον αὐτοῖς φῶς. ἐπεὶ δὲ δόξαι διτ ταὶ περὶ ταῦτα, αἱ μὲν ἡμέτεραι, αἱ δὲ τῶν ἄκρων Ἑλληνικῶν, δεῖ με ἀμφο τέρας εἰπεῖν πρὸς ὑμᾶς. αἱ μὲν οὖν ἡμέτεραι αὗται. τὸ θεῖον, ὅ τι ποτέ ἐστιν, ἀσώματον ὄν, πρὸς τὰς τῶν ὑποδεχομένων δυνάμεις τὰς οἰκείας θεοφανείας ἀδρανεστέρας ἢ τρανεστέρας ποιεῖ, καὶ τοῖς μὲν ἐν αἰσθήσει φαίνεται, τοῖς δὲ ὑπὲρ τὴν αἴσθησιν ἐμφανίζεται· μᾶλλον δέ, ἵνα τὸ ἀκριβέστερον εἴπω, ἐκεῖνο μὲν ἀμετάβλητον μένει καὶ ἀναλλοίωτον, ἡμεῖς δὲ περὶ ἐκεῖνο μεταποιούμεθα καὶ μεταβαλλόμεθα. ὥσπερ γὰρ μιᾶς ἀπηχηθείσης ἐν ὑπαίθρῳ φωνῆς ὁ μέν τις ἡμῶν ἤκουσεν, ὁ δὲ οὐκ ἤκουσε, καὶ τῶν ἀκουσάντων ὁ μέν τις τρανέστερον, ὁ δὲ ἀδρανέστερον ἀντελάβετο κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως καὶ τῆς εἰλικρινοῦς ἀκοῆς, τῶν δὲ μὴ ἀκουσάντων ὁ μὲν διὰ τὸ πολὺ διεστάναι οὐκ ἀντελάβετο, ὁ δὲ διὰ τὸ ἐμπεφράχθαι αὐτῷ τὸν τῆς ἀκοῆς πόρον, ἐμψυγέντος κατ' ἐκεῖ νο τὸ μέρος τοῦ φλέγματος, ὁ δὲ διὰ τὸ πρὸς ἑτέροις εἶναι, καὶ ἡ πολυ μερὴς αὕτη ἀλλοίωσις οὐ κατὰ τὴν ἀπηχηθεῖσαν φωνὴν ἐγένετο, ἀλλὰ κατὰ τὴν ἐνηχηθεῖσαν ἀκοήν, οὕτω δὴ καὶ τοῦ θείου μὴ μεταβαλλομένου ἡμεῖς περὶ ἐκεῖνο μεταβεβλήμεθα καὶ τοιοίδε ἢ τοιοίδε γινόμεθα· ὥσπερ δὴ καὶ τοῦ ἡλίου ἑστῶτος ἐν μεσημβρίᾳ πάρνοπες καὶ νυκτάλωπες ἀμυ δρόν τι τοῦ φέγγους εἰσδέχονται, ἄνθρωποι δὲ καὶ ἐλέφαντες κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν μᾶλλον ἢ ἧττον ἐνοπτρίζονται. διὰ ταῦτα τοιγαροῦν καὶ οἱ περὶ τὸν Πέτρον καὶ οἱ τότε παρατυχόντες τὰς πυρίνους γλώσσας ἐκείνας ἐθεάσαντο, οὐχ ὅτι κατὰ γλῶσσαν τὸ θεῖον διεσχημά τισται, ἀλλ' ὅτι περὶ τὴν γλῶσσαν ἔμελλεν ἡ τοῦ πνεύματος ἐνέργεια γίνεσθαι. ἀλλ' οἱ μὲν ἀπόστολοι κατὰ τὴν τῆς ψυχῆς ἀξίαν [ἐθε] ῶντο τὴν θεοφάνειαν, οἱ δ' ἄλλοι, ἵνα δὴ μάρτυρες εἶεν τοῦ μεγάλου θεάματος. Ταῦτα δὴ τὰ τῆς ἡμετέρας αὐλῆς. Ἑλλήνων δὲ παῖδες, ὧν δὴ τελευταῖος δᾳδοῦχος καὶ ἱεροφάντης ὁ Πρόκλος ἐγένετο, εἰς τρία δὴ ταῦτα τὴν θεα γωγίαν καταμερίζουσι, καὶ τὸ μὲν αὐτῆς αὐτοπτικόν φασι, τὸ δὲ ἐποπτι κόν, τὸ δὲ ἐνθεατικόν, ὡς εἶναι καὶ τοὺς ὁρῶντας αὐτόπτας καὶ ἐπόπτας καὶ ἐνθεαστάς. εἰ μὲν οὖν τις τῷ νοερῷ τῆς ψυχῆς καὶ αὐγοειδεῖ καὶ αἰθριώδει ὡς ἔχει φύσεως τὸ θεῖον ὁρᾷ, αὐτὸς ὢν καὶ κλήτωρ καὶ θεατής, αὐτόπτης οὗτός ἐστιν· ὅστις δὲ τῷ φανταστικῷ τῆς ψυχῆς ὀχήματι τὰ θεῖα φαντάζοιτο, ὑφ' ἑτέρου θεολόγου κατ' ἐκείνους πρὸς τοῦτο ἀνακι νούμενος, ἐπόπτης ἂν οὗτος καλοῖτο· εἰ δὲ μήτε κατὰ νοῦν θεωροίη μήτε κατὰ φαντασίαν, αὐτοῖς δὲ μόνοις τοῖς ὄμμασι θείας τινὰς ὁράσεις τῷ ἀέρι ἐμφερομένας, ἐνθεάζει τε οὗτος περὶ αὐτάς, καὶ ἐνθεαστὴς ὀνομάζοιτο. φασὶ γὰρ καὶ φῶς σωματικὸν ὑπεστρῶσθαι τοῖς θείοις, οὗ δὴ ἀντιλαμβάνονται, οἱ μὲν ἀπραγματεύτως τοιαύτης τυχόντες ὀμμάτων φύσεως, οἷος δὴ καὶ Σωκράτης καὶ Πλωτῖνος ἐγένοντο, οἱ δὲ κατά τινας περιόδους τῷ σεληναίῳ ἴσως φωτὶ τρεπόμενοι τὴν διάνοιαν· Αἰγύπτιοι δὲ τοὺς ὀφθαλμούς, ὥς φασι, χρίοντες ἢ τῷ καλουμένῳ τάρρῳ ἢ τῷ τῆς λι βάνου ὀπῷ ἢ τῷ βδελλίῳ, αὐθωρὸν πρὸς τὰς ὀπτασίας ἀνέβλεψαν· Ἀσσύ ριοι δὲ χαίρειν εἰπόντες πόαις τε καὶ ὀποῖς καὶ ἐγχρίσμασι, συνθήκαις τισὶ καὶ ὀνόμασιν ἀρρήτοις καὶ γράμμασιν ἀπορρήτοις ἐν ἱερατικοῖς πετάλοις ἑαυτοὺς καθαγιάζοντες, τὸ ὑπεστρωμένον φῶς ταῖς ἀσωμάτοις δυνάμεσιν ἐθεάσαντο. Ταῦτα δὴ Πορφύριος καὶ Ἰάμβλιχος καὶ ὁ τερατολόγος Πρόκλος ἐλή ρησαν· ἐμοὶ γὰρ ἀποπεφάνθω μηδὲν τούτων τυγχάνειν ἀληθές. ἀλλ' ἡμεῖς γε οὐ τὰς θεραπευούσας μόνον βοτάνας, ἀλλὰ καὶ τὰς φαρμακώδεις εἰδέ ναι ὀφείλομεν, ὡς ἂν ταύταις μὲν ὑγιαζοίμεθα, ἐκείνων δὲ πόρρω γιγνοί μεθα καὶ μὴ ὡς οἰκείοις τοῖς ἀλλοτρίοις περιπίπτοιμεν.