Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
Εἰς τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος». Ἔδει μὲν αὐτὸν ἐκεῖνον τὸν πρόδρομον τῆς θειοτέρας Χριστοῦ παρουσίας, τὸν τῆς «βροντῆς υἱὸν» κατὰ τὸν ἕτερον θεολόγον, τὴν οἰκείαν θεολογίαν διερμηνεύειν τοῖς ἐπαΐειν δυναμένοις φωνῶν θεολογικῶν. ἐπεὶ δὲ ἐκεῖνος ᾤχετο ἀποπτάς, «εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν», ἣν δὲ μεγαλοφωνίαν ἐβρόντησε περὶ θεολογία οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν διανοίαις ἑτερογνώμοσι διασπάσαντες οὐδέν τι σαφὲς περὶ ταύτης ἀπήγγειλαν, ἀναγκαῖόν ἐστιν ἡμᾶς, οἷς τὸ τῆς φιλοσο φίας ὄνομα κέκληται, φιλοσόφως τῷ λόγῳ προσβῆναι καὶ τὸν ἐγκεκρυμμέ νον τῇ θεολογίᾳ διερευνήσασθαι νοῦν. φιλοσοφίας γὰρ κορυφαιότατον ἡ θεολογία μέρος, ἥτις πᾶν τὸ αἰσθητὸν ἀτιμάσασα, ἐν ᾧ δὴ φύσις εἱλεῖται, ὣς δὲ καὶ τὸ ἐν ἐπινοίαις ἀσώματον, ὑπερπηδήσασα δὲ καὶ τὰς τῶν οὐσιῶν ἐπιφανείας καὶ αὐτὰ δὴ τὰ σχήματα γυμνοῖς αὐτοῖς προσβάλλει τοῖς νοεροῖς, ὧν μόνος ὁ νοῦς τὴν ἀντίληψιν ἴσχει. νοῦς δὲ τοῦ σώματος ὑπεξῄρηται· διὸ οὐδὲ ὡς ὀργάνῳ τούτῳ χρᾶται καθάπερ ψυχή, ἀλλ' ἄλη πτος ὢν παντὶ ὄγκῳ σωματικῷ, ἀσωμάτως τῶν ἀσωμάτων κατατρυφᾷ. καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ προοιμίου ἐς ὑμετέραν ὠφέλειαν παρερ ρίφθω· τὸν δὲ λόγον ἀκτέον ἐπὶ τὸ προτεθὲν πρόβλημα. «Ἐν ἀρχῇ» φησίν «ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». καὶ πρῶτον ἐκεῖνο ζητητέον ἡμῖν καὶ διαιτητέον, πῶς ἐν ἀρχῇ ὁ λόγος ἦν, καὶ τίς ἡ ἀρχή, ἐν ᾗ οὗτος ᾐνίξατο· ἆρά γε οὐσία ὑφεστῶσα ἢ πέρας οὐσίας ἤ τι τῶν ἄλλως συμβεβηκότων; ἀλλ' εἰ μὲν οὐσία, πῶς ἐν ταύτῃ ὁ ὑπερούσιος λόγος ἦν; εἰ δὲ οὐσίας ἀποτελεύτησις, πῶς δὴ ὁ ἄπειρος λόγος ἐκείνῃ συνεπεραίνετο; εἰ δὲ συμβεβηκός, πῶς ὁ τοὺς οὐσιώδεις ὅρους ὑπερπηδήσας ἕδραν ἑαυτῷ τὸ συμβεβηκὸς ὑπεβά λετο; εἰ δὲ πάντα ὁ λόγος ὡς ἄτοπα διελέγχει, πῶς «ἐν ἀρχῇ ἦν ὁ λόγος»; Πρὸς ταῦτα οὕτως ἀπαντητέον, ὅτι δυνατὸν κατὰ δύο τρόπους τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» διερμηνεῦσαι. ἢ ὅτι ἐν τῷ πατρὶ ἦν ὡς ἀρχῇ καὶ αἰτίῳ· δεῖ γὰρ τὰ ἐξ ὧν πρὸς ἐκεῖνα καὶ εἶναι καὶ ἀναφέρεσθαι. ἐν ἀρχῇ τοιγαροῦν ὁ λόγος, ἤγουν ἐν τῷ πατρί, ἵνα καὶ τὸ πρός τι τηρήσωμεν καὶ φυλάξωμεν τὸ συναΐδιον· ἥ τε γὰρ ἀρχὴ τῶν πρός τι, καὶ τὰ πρός τι ἅμα, ὥστε καὶ ἀρχὴ τοῦ λόγου ὁ πατὴρ καὶ ἅμα ἄμφω καὶ συναΐδια. ἢ συμπεφρασμένως δεῖ ἐκλαμβάνειν τὸ κόμμα· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι «οὐκ ἦν ὅτε οὐκ ἦν» ὁ λόγος οὐδέ τι πρεσβύτερον αἰῶνος τῆς τοῦ λόγου οὐσίας διάστημα ὑπέρ κειται, «ἐν ἀρχῇ» φησίν «ἦν ὁ λόγος», τουτέστιν ἀιδίως, καὶ ὅτι μηδέν ἐστι τούτου πρεσβύτερον. ἐπεὶ δὲ ἑνδεκαχῶς τὴν τοῦ «ἐν» προφορὰν ἐν ταῖς Κατηγορίαις ἐσημειούμεθα, εἰ μὲν κατὰ τὴν προτέραν ἔννοιαν τὴν τοῦ «ἐν σημασίαν ζητήσομεν, ὡς ἐν αἰτίῳ αἰτιατὸν εὑρήσομεν, ὥς πού φα μεν ἐν ψυχῇ μὲν ὂν τὸ σῶμα, ἐν νῷ δὲ τὴν ψυχήν, ἐν θεῷ δὲ τὸν νοῦν· ταῦτα δὲ πρὸς τὰ οἰκεῖα ἀντέστραπται αἴτια. αἴτιον δὲ καὶ τοῦ υἱοῦ ὁ πατήρ· ὡς οὖν ἐν αἰτίῳ τῷ πατρὶ ὁ ἐξ ἐκείνου φὺς ὑπῆρχεν υἱός. εἰ δὲ κατὰ τὴν δευτέραν ἀπόδοσιν τὸ «ἐν» διερευνησόμεθα, οὐδεμιᾷ τῶν ἕνδεκα σημασιῶν τοῦτο προσαρμόσαι ἰσχύσομεν· τὸ γὰρ σύνθετον ἁπλῶς ἑρμη νεύοντες, ἤτοι τὸ ἐν ἀρχῇ ἀντὶ τοῦ «κατ' ἀρχάς», πῶς ἂν ἐπὶ τὸ «ἐν» ἀνάξω μεν; «Ἐν ἀρχῇ» φησίν «ἦν ὁ λόγος». καὶ διὰ τί, ὦ θεολόγων ἀκρότης, μὴ καὶ τῷ πνεύματι ταύτην προσμαρτυρεῖς τὴν φωνήν; ἐν ἀρχῇ γὰρ ἦν καὶ τὸ πνεῦμα, ὅθεν προβέβληται. ἐγὼ δέ φημι ὅτι καὶ ὁ πατὴρ ἐν ἀρχῇ ἦν, εἴτε ἐν τῷ υἱῷ ἢ ὅτι ἐξ ἀιδίου· ἐγώ, γάρ φησιν ἡ σοφία, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ ὁ πατὴρ ἐν τῷ υἱῷ, ἀρχὴ δὲ ὁ υἱός, ἐν τῷ υἱῷ ἐστι καὶ ὁ πατήρ. ὅθεν οὐκ ἀκόμψως τινὲς τὸ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» «ἐν τῷ υἱῷ» διηρμηνεύκασιν· «ἐν αὐτῷ» γὰρ «ἔκτισται τὰ πάντα» φησὶν ὁ ἀπόστολος «εἴτε ὁρατά, εἴτε ἀόρατα». ἀλλὰ τοῦ μὲν πνεύματος οὐκ ἐπεμνήσθη προηγουμένως ὁ θεῖος οὗτος ἀπόστολος, ὅτι περὶ τῆς θείας οἰκονομίας θεολογεῖν εἵλετο, ἧς δὴ κεφάλαιον ὁ ὑπὲρ ἡμῶν τὴν καθ' ἡμᾶς φύσιν ἀμφιασάμενος· τὰ δὲ περὶ τοῦ πνεύματος ἐν τῷ τέως ἀποσιωπᾷ, μέχρις ἂν δείξῃ τὸν σαρκωθέντα θεὸν πρὸς ἐκεῖνον ἔχοντα τὴν ἀναφοράν, εἶθ' οὕτως καὶ περὶ ἐκείνου λαμπροφωνήσει. «Ἐν ἀρχῇ ἦν ὁ λόγος». μὴ γάρ, ὅτι, φησίν, ἀπὸ χρόνου τὴν καθ' ἡμᾶς οἰκονομίαν πεποίηκεν, ἐπὶ τῆς Καίσαρος βασιλείας ταύτην ἐπιδειξάμενος, νεώτερον οἰηθῶμεν τοῦ χρονικοῦ διαστήματος καὶ θεὸν πρόσφατον· οὗτος γὰρ ὁ ἀπὸ Μαρίας τὴν γέννησιν ἐσχηκὼς καὶ ἐν βραχεῖ χρόνου μο ρίῳ τὴν καθ' ἡμᾶς οἰκονομίαν περιγραψάμενος, ἐν ἀρχῇ ἦν, οὐ χθὲς καὶ πρώην ἀρχὴν τῆς οὐσίας ἐσχηκώς, ἀλλ' ἐν ἀρχῇ ὤν, ὡς ἀρχὴ πάντων καὶ τῆς τῶν ὅλων φύσεως δημιουργός. «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὐ τῇ χρονικῇ ἢ σωματικῇ· ἀρχὴ μὲν γὰρ σώματος ἡ στιγμή, χρόνου δὲ τὸ νῦν, ἀλλ' ἐν οὐδεμιᾷ τούτων τῶν ἀρχῶν ἡ τῶν ὅλων ἀρχὴ ἦν· οὔτε γὰρ ἐν πέρασι σωμάτων, οὔτε μὴν ἐν ἀποτελευτήσεσι χρόνων ἡ εἰδοποιὸς τῶν ὅλων ἀρχὴ ἦν, ἀλλ' ἐν ἀρχῇ ἦν τῇ ὑπὲρ χρόνον, τῇ ἀιδίῳ, ἣν οὐ καταλαμβάνει αἴσθη σις, ἧς οὐκ ἐφικνεῖται ὁ νοῦς, πρὸς ἣν ἀνελίττουσα ἡ διάνοια, καὶ δι' ἑτέρου ἀναγομένη πρὸς ἕτερον, οὐδεμίαν ἕξει ποτὲ τῆς φαντασίας ταύτης ἀπο τελεύτησιν. «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὁ σεσωματωμένος οὗτος, ἀλλ' οὐχὶ καὶ τὸ πρόσλημμα ἐν ἀρχῇ· τοῦτο γὰρ ἐν μέτρῳ τινὶ χρόνου τῇ ἀκηράτῳ φύσει ἀπὸ τῶν ἀχράντων αἱμάτων συνεξυφάνθη τῆς θεομήτορος. αὐτὸς δὲ ὁ λόγος, ἓν καὶ μετὰ τὴν πρόσληψιν τοῦ κυριακοῦ σώματος χρηματίσας πρόσωπον, ἐξ ἀιδίου συνῆν τῷ πατρί· οὐδὲ γὰρ προσθήκη ταῖς τρισὶν ὑποστάσεσιν ἡ προσληφθεῖσα φύσις ἐγένετο, ἀλλὰ τὸν ἀριθμὸν καὶ μετὰ τὴν ἕνωσιν τῆς μιᾶς τετηρήκασι. «Καὶ ὁ λόγος» φησίν «ἦν πρὸς τὸν θεόν». λαμπρὰ θεολογία τῶν ὑπο στάσεων. ἐπεὶ γὰρ οὐ μοναρχίαν προσώπων ἡμεῖς δογματίζομεν, ἀλλ' ἐν τῇ τῆς φύσεως ὁμοτιμίᾳ ταύτην φυλάττομεν, «καὶ ὁ λόγος» φησίν «ἦν πρὸς τὸν θεόν»· ἐπεὶ μηδὲ αὐτὸς ἦν μόνος τῶν ἄλλων ἀρχή, ἀλλὰ μετὰ τοῦ πατρὸς ἐξ ἀιδίου θεὸς ἦν καὶ πάντων ἀρχή. «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». θεὸν ἐνταῦθα ὡρισμένως ἀκουστέον τὸν πατέρα, πρὸς ὃν ἦν ὁ υἱός, οὐχ ὥσπερ ἡμεῖς νενευκότες πρὸς ἐκεῖνον ταῖς προαιρέσεσιν, ἀλλ' ὡς αἰτιατὸν πρὸς αἴτιον ὤν· τὰ γὰρ αἰτιατὰ κατὰ τὴν πρεσβυτέραν φιλοσοφίαν καὶ διῄρηνται τῶν αἰτίων καὶ σύνεισιν ἐκείνοις καὶ ἀναφέρεται πρὸς ἐκεῖνα, οὐκ ἀνὰ μέρος, ἀλλ' ὁμοῦ πάντα· ἐξ οὗ γὰρ ἔστι τι, καὶ ἐκεῖθεν πρόεισι καὶ ἐν αὐτῷ ἐστι καὶ πρὸς ἐκεῖνο τὴν ἀναφορὰν ἔχει. ἥ τε γὰρ ψυχὴ ὁμοῦ ἀπὸ νοῦ τε διῄρηται {καὶ ἀπὸ τοῦ νοῦ ἵδρυται} καὶ ἐν τῷ νῷ τὴν ἕδραν ἴσχει καὶ πρὸς ἐκεῖνον ἀνάγεται· καὶ ὁ υἱὸς ἐκ τοῦ πατρός τε πρόεισι καὶ ἐν τῷ πατρί ἐστι καὶ πρὸς τὸν πατέρα ποιεῖται τὴν ἄνοδον. τὰ δὲ τοιαῦτα νοήματα τῇ τῆς μιᾶς προθέσεως φύσει παραδηλοῦται· «ὁ λόγος» γὰρ «ἦν πρὸς τὸν θεόν»· εἰ δὲ πρὸς τὸν θεὸν ἦν, ἐπέστραπται πρὸς ἐκεῖνον· εἰ δὲ ἐπέστραπται πρὸς ἐκεῖνον, καὶ ἐκεῖθεν ἀπογεγέννηται· ὃ δὲ ἐπέ στραπται, πρὸς ὃ ἐπέστραπται, ἐν ἐκείνῳ ἐστί. «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»· οὐ γὰρ ἐπειδὴ «κλίνας τοὺς οὐρανοὺς» μεθ' ἡμῶν γέγονεν, ἡμῖν μὲν ἐπεξενώθη, τῆς δὲ πατρικῆς συναφείας ἀπεξενώθη, ἀλλὰ καὶ μεθ' ἡμῶν ἦν καὶ τοῦ πατρὸς οὐκ ἀπέστη, οὐ διαστάσης αὐτοῦ τῆς φύ σεως οὐδὲ μῆκος εἰληφυίας καὶ πλάτος, ἀλλ' ἀμερίστως πανταχοῦ παρούσης καὶ πάντων περιδεδραγμένης καὶ ἐν οὐδενὶ χωρουμένης. «Καὶ θεὸς ἦν ὁ λόγος»· μὴ γὰρ λόγον ἀκούσας, φησίν, ἀνυπόστατόν τινα οὐσίαν οἰήσῃ καὶ διὰ γλώσσης τὴν γένεσιν ἔχουσαν, ἀλλὰ μηδὲ σεμνολογῶν ὡς ἐνδιάθετον τοῦτον φύσεως ὑποκειμένης φαντασθῇς, ὥσπερ ἕξιν τινὰ τυγχάνοντα, δι' ἧς τὸ ὑποκείμενον ὅλον οὐσιωδῶς πε ποίωται. ἐντεῦθεν γὰρ καὶ ὁ λῆρος Πορφύριος τὸ θεῖον ἡμῖν κατατεχνο λογεῖ. εἰ γὰρ λόγος, φησίν, ἢ προφορικὸς ἢ ἐνδιάθετος· ἀλλ' εἰ μὲν προφορικός, οὐκ οὐσιώδης, ὁμοῦ γὰρ ἐξαγγέλλεταί τε καὶ οἴχεται· εἰ δὲ ἐνδιάθετος, ἀχώριστος τῆς τοῦ πατρὸς φύσεως· πῶς δὲ κεχώρισται καὶ πῶς ἐκεῖθεν εἰς τὸν βίον καταπεφοίτηκε; τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ὁ ἀνήρ. διὰ τοῦτο, φησί, λέγω ὅτι «θεὸς ἦν ὁ λόγος», οὔτε γλώσσῃ ἐξαγγελλόμενος οὔτε ὡς ἕξις τις ὢν παρὰ τῷ πατρί, ἀλλὰ καὶ οὗτος θεὸς κατὰ τὸν πατέρα, τῷ αἰτιατῷ καὶ μόνῳ παραλλάττων ἐκείνου· «θεὸς» γὰρ «ἦν ὁ λόγος», ὅ τε πρὸ τῆς σαρκώσεως μετὰ τοῦ πατρὸς ὢν καὶ ὁ μετὰ τὴν σάρκωσιν μήτε τῶν ἐκείνου κόλπων ἀποφοιτήσας καὶ θεώσας τὸ πρόσλημμα. Λογγῖνος μὲν οὖν ὁ κριτικός, τὸν τοῦ Πλάτωνος ἐξηγούμενος Τίμαιον καὶ βουλόμενος μηδὲ τῶν ῥητορικῶν χαρίτων ἄμοιρον αὐτὸν ἀποδεῖξαι, σοφιστικῶς τὴν τοῦ προοιμίου διερμηνεύει περίοδον, ἐν ᾗ τρία ταυτὶ κόμματά εἰσιν, «εἷς, δύο, τρεῖς», εἶτα «ὁ δὲ δὴ τέταρτος ποῦ», καὶ αὖθις «τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;». τὸ μὲν οὖν πρῶτον κόμμα λελύσθαι φησὶ κατὰ τὴν ἑρμηνείαν καὶ τοῖς ἀριθμοῖς μόνοις περι λαμβάνεσθαι, τὸ δὲ δεύτερον τῇ παραλλαγῇ τοῦ τετάρτου καὶ τῇ και νότητι ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐμπεποιηκέναι τῇ ἀκοῇ, τὸ δὲ τρίτον μακρότερόν τε τυγχάνειν τῶν πρώτων φησὶ καὶ ταῖς τῶν ὀνομάτων χά ρισι τὸ τῆς ψυχῆς ἀχλυῶδες προσαφαιρεῖσθαι. ἐγὼ δὲ τῇ θεολογικῇ ταύτῃ προσγινόμενος χάριτι, οὐκ οἶδ' ὅ τι σοφίσομαι ἢ τί πρῶτον εἴπω τοῦ κάλλους καὶ τοῦ ῥυθμοῦ καὶ τῆς εὐαρμόστου συνθήκης καὶ τῆς ἐν τῷ ἀφελεῖ συνεστραμμένης καλλιλογίας, ἣν οὐδὲ τῶν ἄγαν ῥητορευσάν των οἱ πλείους ἐν τοῖς οἰκείοις θεῖναι συγγράμμασιν ἀπηξίωσαν. πρὸς ἃ ἐξὸν πολλὰ εἰπεῖν καὶ πᾶν μὲν εἶδος λόγου συνερανίσασθαι, ἰδέαν δὲ πᾶσαν συγκεράσασθαι καὶ δεῖξαι ὡς πᾶσαν τέχνην ὑπερεβάλετο τὰ τρία ταυτὶ τοῦ θεολογικοῦ στόματος κόμματα, ταῦτα μόνα ἐκπληκτικώτατα ἂν εἴποιμι· ὢ κάλλους, ὢ συνθήκης, ὢ ἁρμονίας, ὢ λέξεων χάριτος, ὢ νοῦ μετεώρου, ὢ φράσεως καταμελιτούσης τὴν ἀκοήν, ὢ τέχνης ἀρρήτου, ὢ ἁρμονίας ἀμιμήτου, ὢ εὐγλωττίας, ὢ πάσης ἐνταῦθα ἀκηράτου καὶ ἡδυεποῦς ἡδονῆς.