Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Εἰς τὸ εὐαγγελικὸν ῥητόν· «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Ἰδοὺ καὶ αὖθις ἐπὶ τὰς εὐαγγελικὰς ἡμᾶς μετακαλεῖται φωνὰς ὁ ὑμῶν σύλλογος, πρὸς ἃς ἀποκναίειν δέον διὰ τοῦ ἐπιχειρήματος τὸ δυσέφικτον, τῷ πρὸς ὑμᾶς ἔρωτι τὸν λόγον βιάζομαι. τὸ γὰρ περὶ τούτου σιγᾶν ἐγὼ μὲν τοῦ παντὸς ἂν ἐτιμησάμην· ὑμῖν δὲ σύμβολον φανείη τοῦ μὴ ἐθέλειν καὶ τὰς ὑπερτέρας «πύλας» τῷ ὑμετέρῳ νῷ ἀνιόντι «ἐπαίρειν» καὶ εἰς τὰ ἅγια τῶν ἁγίων παρακύπτειν ἐᾶν. διὰ τοῦτο ἐρευνᾶν ἐπιχειρῶμεν τί ποτε δηλοῖ τὸ «πνεῦμα ὁ θεός», πρὸς τὴν Σαμαρείτιδα εἰρημένον παρὰ τοῦ σαρκωθέντος θεοῦ, ὁπότε ἐκείνη ὕδωρ ἀντλῆσαι ἄψυχον ἑλομένη τὰ τῆς ζωηρρύτου πηγῆς ἀπηρύσατο νάματα. ἐπεὶ δὲ Ἀριστοτελικοὶ πάντες ὑμεῖς τὴν παιδείαν, ἀλλ' οὐ τὴν λατρείαν, τούτῳ δὲ ἴδιον ἀπορεῖν πρῶτον περὶ τῶν προκειμένων, εἶθ' οὕτως ἐπάγειν τὰς λύσεις, μιμήσασθαι δεῖ καὶ ἡμᾶς τὸν διδάσκαλον καὶ ἀπορῆσαι πρῶτον μὲν περὶ αὐτῆς τῆς τοῦ πνεύματος φύσεως, μᾶλλον δὲ διαστεῖλαι τοῦ ὀνόματος τὰς ὁμωνυμίας, καὶ δεῖξαι κατὰ ποῖον τῶν σημαινομένων πνεῦμα προσειρῆσθαι δεῖ τὸν θεόν, καὶ διὰ τί ὅλως πνεύματι σημαίνεται τὸ ἀσώματον. Τῷ γοῦν ὀνόματι τοῦ πνεύματος σημαίνεται καὶ ὁ ἄνεμος καὶ ὁ ἀὴρ καὶ ἡ ψυχὴ καὶ ὁ ἄγγελος καὶ ὁ δαίμων καὶ ὁ πρεσβύτερος τῆς ψυχῆς νοῦς. τούτων τὰ μὲν δύο σωματικά τε καὶ ὑλικά, ὧν ὁ μὲν ἄνεμος ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ξηροτέρων ἀτμῶν τὴν γένεσιν ἔσχηκεν, ὁ δὲ ἀὴρ ἐκ θερμοῦ καὶ ὑγροῦ συνεστὼς στοιχεῖον τοῦ σώματος πέφυκεν, ἀὴρ μὲν κυρίως καλούμενος, διὰ δὲ τὴν εὐκινησίαν καὶ τὸ ταχὺ μεταφέρεσθαι πνεῦμα προσαγορευόμενος. τὰ δὲ λοιπὰ τῶν ἀπηριθμημένων τῆς ἀσω μάτου τετύχηκε φύσεως, καὶ πνεύματα λέγεται, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ ψυχὴ μὲν πνεῦμα λέγεται διὰ τὸ πανταχοῦ τοῖς τοῦ σώματος δια σπείρεσθαι μέρεσιν, ὁ δὲ νοῦς διὰ τὸ τῇ ψυχῇ ἐποχεῖσθαι, ὁ δὲ δαίμων διὰ τὴν εἰδωλικὴν φαντασίαν, ἐπεὶ καὶ τὸ πνεῦμα τρόπον τινὰ ὁρατόν ἐστιν, εἰδωλικῶς ἡμῖν φανταζόμενον, τουτέστιν ἀμυδρῶς καὶ λεπτῶς, ὁ δὲ ἄγγελος διὰ τὸ ὑψηλὸν τῆς φύσεως καὶ μετέωρον. Ἐν τούτοις οὖν τοῦ πνεύματος λεγομένου, τῶν σημαινομένων ποῖον ἁρμόσει τῇ ἀκηράτῳ φύσει; πότερον ὁ ἄνεμος; ἀλλ' ὁ μὲν ἀναθυμιάσεως ἀπογέννημα καὶ πρὸς διάφορα μέρη τῶν κλιμάτων, ἀφ' ὧν δὴ καὶ πνεῖ, ἀναδεχόμενος τὰς ποιότητας. προσέτι δὲ καὶ τῆς ὕλης οὐκ ἀποβέβηκεν, ὁ δὲ θεὸς ἄυλός τε καὶ ἀγέννητος καὶ μηδέπω τῆς οἰκείας φύσεως ἐξ ιστάμενος. ἀλλ' ἆρα ἀήρ; ἀλλ' ὁ μὲν στοιχεῖόν ἐστι σώματος καὶ ὑλικὸν αἴτιον, μᾶλλον δὲ συναίτιον, καὶ φύσις ἁπαλή τε καὶ διαρρέουσα, ὁ δὲ θεὸς ποιητικὸν αἴτιον καὶ οὐσία στάσιμος καὶ ἀκίνητος. μή ποτε οὖν ἡ ψυχή; ἀλλ' ἡ μὲν τὸ μέσον κέντρον τῶν τε πάντῃ διαστατῶν καὶ τῶν ἀδιαστάτων ἐπήξατο, πολυειδής τε τὴν κίνησιν καὶ ῥέπουσα πρὸς ἀμφό τερα, οὐσίαν φημι καὶ γένεσιν, καὶ προσέτι γεννητὴ καὶ πρεσβύτερα ἔχουσα τῆς ὑπάρξεως αἴτια, ὁ δὲ θεὸς ἀγέννητος φύσις, ἀκίνητος, ἀρχὴ τῶν ὑποβεβηκυιῶν ἀρχῶν, ὁρίζων πάντα, τινὶ δὲ μὴ ὁριζόμενος, οὐσία μονοειδὴς καὶ ἁπλῆ. τί δ' ἂν εἴποιμι περὶ τοῦ νοῦ; ἴσως γὰρ τούτῳ παρ όμοιος ὁ θεός. ἀλλὰ καὶ ταύτην ὁ λόγος ἐλέγξει τὴν ἔννοιαν· ὁ γὰρ νοῦς κύκλον τινὰ μιμούμενος πρὸς ἑαυτὸν στρέφεται καὶ ἐπάνεισι, τρίτος τέ ἐστιν ἀπὸ τοῦ ὄντος, καὶ τῆς ζωῆς δὲ τὰ δευτερεῖα εἴληχεν. [θεὸς δὲ καὶ τὸ ἀ] κίνητον ὑπερβέβηκε, πηγή τέ ἐστι τῆς ζωῆς καὶ τοῦ ὄντος ὑπόστα σις. καὶ ὁ μὲν δαίμων, ὅστις ποτ' ἂν [ᾖ, καλῆς μὲν εἴλ] ηχε τῆς ἰδίας ὑπάρ ξεως, μονοειδὴς δὲ μὴ ὢν τὴν πρὸς τὰ καλὰ κίνησιν, ἀλλὰ ῥοπῇ διοικού μενος [πονηρᾷ] ἐκλίθη τε πρὸς τὸ μὴ ὂν καὶ τοῦ ὄντος ἀπώλισθε· καὶ νῦν ὁ μέν τίς ἐστιν ἐν αἰθέρι, ὁ δὲ ἐν ἀέρι, [... 12...] ὑποχθόνιος· πρὸς γὰρ τὴν ἀναλογίαν τοῦ πλημμελήματος τὸν τῆς ἀποπτώσεως μεμέτρηται ὄλισθον· ὁ δὲ θεὸς ἀπροαίρετος φύσις, οὐσία τις ἀγαθότητος, οὐ ταλαν τευόμενος ἐφ' ἑκάτερα, οὐ τόπῳ χωρούμενος, οὐχ ὁρίοις περικλειόμενος. αὖθις δὲ ἄγγελος μὲν βαθμός ἐστι τάξεως, ἐξαγγελεύς τε καὶ εἰσαγγελεὺς τῆς τε ἄνωθεν ἐκφαντορίας καὶ τῶν παρ' ἡμῖν πράξεων, μεμενηκὼς μὲν ἐν τῷ καλῷ διὰ τὴν πληρεστάτην τοῦ ἀγαθοῦ μετουσίαν, τὴν δὲ φύσιν ἔχων ἀμφιρρεπῆ· ὁ δὲ θεὸς πληρῶν, οὐ πληρούμενος, ἀγαθύνων, οὐκ ἀγαθυνόμενος, ἑνίζων, οὐχ ἑνιζόμενος, οὐκ ἔξω προβαίνων καὶ εἴσω χωρῶν, αὐτάγγελος τῶν οἰκείων δωρεῶν, αὐτήκοος τῶν παρ' ἡμῖν λόγων καὶ αὐτόπτης τῶν πράξεων. Ἐπεὶ οὖν τῶν λεγομένων πνευμάτων οὐδενὶ τὸ θεῖον ἀπείκασται, πῶς αὐτὸς ὁ θεὸς τὸ πνεῦμα ἑαυτῷ προσμαρτυρεῖ; πρὸς τοῦτο ἐκεῖνο ἐπάγειν δεῖ, ὅτι ἡ μακαρία φύσις, ἡ τριαδικῶς ὑμνουμένη καὶ ἑνικῶς, ἥτις ποτέ ἐστι τὴν οὐσίαν, ἄρρητος καὶ ἀκατονόμαστος πέφυκεν· ὄνομά τε γάρ ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ νοῦς ἀνόητος, καὶ λόγος ἄρρητος, ἀνοησία τε καὶ ἀλογία, καὶ γνόφος καὶ σκότος βαθύ, οὐσία τε ἀνούσιος καὶ ὕπαρξις ἴχνος οὐκ ἔχουσα γνώσεως, ἑνὰς ἑνοποιὸς ἑνάδων, καὶ ἀγαθὸν ἀμέθεκτόν τε ὁμοῦ καὶ κοινωνοῦν πᾶσι τῆς ἀγαθότητος. ὅ τι γοῦν ἡμεῖς περὶ ἐκείνου φαινόμεθα λέγοντες, εἰκάζοντες λέγομεν καὶ ἐκ τῶν ὑστέρων ἐρανιζό μενοι· καὶ τὰ μὲν τῶν ὀνομάτων ἀπεμφαινόντως, τὰ δὲ εἰκότως προσάγο μεν, καὶ τὰ μὲν αὐτῷ καταφατικῶς διδόαμεν, τὰ δὲ ἀποφαινόμενοι. γνόφον μὲν γὰρ λέγομεν ἀπεοικότως καὶ φῶς προσεοικότως, νοῦν τε αὐτοῦ καταφάσκομεν καὶ νοῦν μὴ εἶναι ἀποφαινόμεθα, τὰ μὲν τιμῶντες καὶ σεβαζόμενοι, τὰ δὲ δεικνύντες τὸ ὑπερούσιον, καὶ ὅ τι δ' ἂν αὐτὸ ὀνομάσωμεν, τοῖς τῆς ἐπινοίας λόγοις τὰ ὀνόματα συντιθέαμεν. «θύραν» τε γάρ φαμεν τὸν υἱὸν καὶ «μαργαρίτην», ἐκεῖνο μὲν ὅτι δι' αὐτοῦ τὴν πρὸς τὸν πατέρα προσαγωγὴν ἐσχήκαμεν, τοῦτο δὲ ὅτι καθαρὸς τὴν φύσιν ἐστὶ καὶ συνεστραμμένος πρὸς ἑαυτὸν διὰ τὴν νοερὰν ἰδιότητα. κοινῶς τε νοῦν μὲν τὴν τριάδα προσαγορεύομεν καὶ ζωὴν καὶ οὐσίαν καὶ ὄν, οὐχ ὅτι νοῦς ἐστιν, οὐδ' ὅτι κυρίως ὄν, ἀλλ' ὅτι μηδὲν ἔχομεν τούτων παρ' ἡμῖν τιμιώτερον, ἵν' ἐκεῖνο τὴν αὐτοῦ φύσιν κατονομάσωμεν. οὕτω καὶ πνεῦμα προσαγορεύομεν καὶ ζωὴν διὰ τὸ λεπτὸν καὶ διὰ τὸ ἐγγὺς ἀσωμάτου διὰ τὸ πανταχοῦ εἶναί τε καὶ φέρεσθαι. «πνεῦμα» γοῦν φησὶν «ὁ θεὸς» περὶ ἑαυτοῦ, ὅτι μὴ σῶμα παχὺ καὶ γεῶδες, μηδὲ ὁρατὸν ἢ ψηλαφητόν, μηδὲ συμπτύξει δακτύλων κρατούμενον, ἀλλὰ «πνεῦμα ὁ θεός», ἀπερίληπτος ὕπαρξις, ἀκατανόητος ὑπόστασις, ἁπανταχοῦ καὶ ὢν καὶ κινούμενος. Σημειωτέον δὲ καὶ ὡς οὐ περὶ τῆς μιᾶς ὑποστάσεως, τοῦ θείου πνεύ ματός φημι, τὸ πνεῦμα ἐνταῦθα παρῆκται, ἀλλὰ κοινόν ἐστι τῆς μιᾶς θεότητος πρὸς ὃ καὶ «ὁ βλασφημήσας οὐκ ἀφεθήσεται»· τῷ μὲν γὰρ προσπταίοντι τῷ προσλήμματι καὶ μὴ οἰομένῳ τοῦτο θεὸν συγγνώμη πάντως, τῷ δὲ τὴν θεότητα ἀθετοῦντι, ἣν ὅλην εἶχεν ἐν ἑαυτῷ ὁ σαρκωθεὶς λόγος, παραιτουμένῳ μὲν τὰ θαύματα, τοῖς δὲ σημείοις μὴ ἐναγομένῳ πρὸς τὴν τελείωσιν τῆς πίστεως, ἀλλ' «ἐν τῷ ἄρχοντι τῶν δαιμόνων» οἰομένῳ «ἀπελαύνειν τὰ δαιμόνια», ἡ βλασφημία ἀσύγγνωστος. ἐν οὖν τῇ τῆς κρίσεως ἡμέρᾳ συγγνωσθήσεται μὲν ἴσως τοῖς περὶ τὸ κυριακὸν σῶμα διημαρτηκόσιν, ἐφ' οἷς δὲ πρὸς αὐτὴν τὴν θείαν φύσιν πεπαρῳνήκασιν οὐκ ἀφεθήσεται τοῦ τολμήματος. Ἀλλὰ ταῦτα μὲν ἐν παρέργῳ τῶν λόγων. πῶς δὲ χρὴ τὸ «καὶ τοὺς προσ κυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν» παραλαμβά νειν; πρὸς τοῦτο οὐχ οὕτως ἀπαντᾶν δεῖ, ὅτι «οὐδεὶς λέγει κύριον, εἰ μὴ ἐν πνεύματι ἁγίῳ»; ναί, καὶ πάνυ· τὸ γὰρ πνεῦμα ἐλθὸν ἐνάγει τὸν ἡμέ τερον νοῦν καὶ διδάσκει πῶς δεῖ προσκυνεῖν τὸν θεόν. ὅσοι γοῦν ἄλλως σεβάζονται, ὑποδιαιροῦντες καὶ τέμνοντες, οὐκ ἐν πνεύματι προσκυνοῦ σιν οὐδὲ λατρεύουσι. πῶς γὰρ ἐν πνεύματι προσκυνήσειεν ὁ Ἄρειος, ὁ ὑποβεβλῆσθαι τὸν υἱὸν δογματίζων τῷ πατρί; πῶς δὲ Εὐνόμιος, ὁ ἀπο σχίζων καὶ ἀποξενῶν τῆς τοῦ πατρὸς φύσεως τὸν υἱὸν καὶ ἀνόμοιον φά σκων τῷ γεγεννηκότι τὴν οὐσίαν ἔχειν; πῶς δὲ Ὠριγένης, ὁ λανθανόντως ὑποστῆναι τὸν υἱὸν παρὰ τοῦ πατρὸς φάσκων καὶ ἐκεῖθεν εἰληφέναι τὴν ὕπαρξιν; πῶς δὲ Μακεδόνιος, ὁ κτίσιν εἰσάγων τοῦ πνεύματος, ἢ Ἀπο λινάριος, ὁ τὸν νοῦν ἀφαιρῶν τῆς ψυχῆς καὶ ἄνουν τὸ σῶμα προσειληφέναι δογματίζων τὸν κύριον; πῶς δὲ Νεστόριος, ὁ φαντάζων τὴν θεότητα, ἢ Εὐτυχής, ὁ τῷ ἀνθρώπῳ τοῦτο προσμαρτυρῶν; πῶς δὲ οἱ δύο τιθέμενοι ἀρχάς, ἀγαθοῦ καὶ κακοῦ, Οὐαλεντίνους φημὶ καὶ Μαρκίωνας, ὧν ἀνά γραπτα τὰ ὀνόματα ὡς δοκίμων φανέντων ἐν ταῖς αἱρέσεσιν; ὁ γοῦν ὀφείλων ἀληθῶς «προσκυνεῖν» τὸν θεὸν «ἐν» θείῳ προσκυνήσει «πνεύματι καὶ ἀληθείᾳ»· ὁ γὰρ νοῦς τῷ ἀπλανεῖ ὁδηγούμενος πνεύματι καὶ ὑπ' ἐκεί νου πρὸς τὴν προσκύνησιν μεταγόμενος ἐν ἀληθείᾳ προσκυνήσει τὸν θεόν. Ἔστι δὲ καὶ κατ' ἄλλην ἐπιβολὴν ἑτέραν ἑρμηνείαν ἐπαγαγεῖν. εὑρίσκω γὰρ τὸν θεῖον ἀπόστολον τριμερῆ πολλάκις ποιοῦντα τὸν ἄνθρωπον, καὶ τὸ μὲν αὐτοῦ σῶμα κατονομάζοντα, τὸ δὲ ψυχήν, τὸ δὲ πνεῦμα· καὶ σῶμα μὲν «ὁ χοϊκὸς ἄνθρωπος», ψυχὴ ἡ τὸ σῶμα ὑπερβεβηκυῖα, μηκέτι δὲ νοερῶς ἐνοπτριζομένη τὸν κύριον, πνεῦμα δὲ ὁ νοῦς, περὶ οὗ φησιν· «ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει πνευματικῶς», καὶ ὅτι «ψυχικὸς ἄν θρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος». οὔτε γοῦν ὁ τοῖς ἀπὸ τῆς σαρκὸς λογισμοῖς οὔτε ὁ τοῖς ἀπὸ τῆς ψυχῆς προσκυνῶν τὸ θεῖον ἐν ἀληθείᾳ προσκυνεῖ, ἀλλ' ὁ τοῖς ἀπὸ τοῦ πνεύματος, ἤγουν ὁ κατὰ τὸν νοῦν δεχό μενος τὰς θείας ἐμφάσεις καὶ πρὸς ἐκεῖνα μεταποιούμενος. ἀλλὰ καὶ ὁ νόμος, «ἀγαπήσεις» φάσκων «τὸν κύριον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου», τὴν τοιαύτην μοι δοκεῖ τριμέρειαν ὑπαινίττεσθαι. διὰ μὲν γὰρ «τῆς καρδίας» τὸ σῶμα ὑπεμφαίνεται, διὰ δὲ «τῆς ἰσχύος» ἡ ψυχὴ καὶ διὰ «τῆς διανοίας» ὁ νοῦς. ὅλοις οὖν τοῖς μέρεσιν ὁ νόμος ἐντέλλεται ἀγαπᾶν τὸν θεόν, ὡς καὶ τῷ Νυσσαεῖ Γρηγορίῳ δοκεῖ. «ἐν πνεύματι» γοῦν «δεῖ προσκυνεῖν τοὺς προσ κυνοῦντας» θεόν· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον γινώσκεται, καὶ νοῦς κατα λαμβάνεται νῷ. Τὸ δὲ προσθεῖναι τῷ πνεύματι «καὶ ἀληθείᾳ» τοιοῦτόν μοι ὑποβάλλει τὸν νοῦν. δύο ταύτας εὑρίσκω ἐν τοῖς οὖσι γενικωτάτας ἀρετάς, πρᾶξιν καὶ κάθαρσιν ἤτοι θεωρίαν, περὶ ὧν δὴ λόγος πολύς, καὶ εἰς ἄλλον καιρὸν ἡ περὶ τούτων ἀναβεβλήσθω ἐξέτασις. ἀποτελευτᾷ δὲ ἡ μὲν πρᾶξις πρὸς τὸ ἀγαθόν, ἡ δὲ θεωρία πρὸς τὸ ἀληθές· τέλος γὰρ θεωρίας ἡ ἀληθεστάτη τοῦ ὄντος κατάληψις. πολλάκις δὲ καὶ τὰς ἀρχὰς ἀπὸ τῶν τελῶν ὀνομά ζουσιν οἱ φιλόσοφοι καὶ τὰ τέλη ἀπὸ τῶν ἀρχῶν. ἐνταῦθα γὰρ ἀντὶ τοῦ εἰπεῖν «ἐν πνεύματι καὶ θεωρίᾳ δεῖ προσκυνεῖν τὸν θεὸν» ἀπὸ τοῦ τέλους τὸν λόγον παρεσχεδίασεν. οὔτε γὰρ ὁ πρακτικὸς ἀνὴρ ἀληθῶς προσκυνεῖ τὸν θεόν, ὅτι μήπω πρὸς τὰς ἐλλάμψεις ἀπέκλινεν, οὔτε ὁ θεωρητικός, εἰ μὴ πρὸς τῷ τέλει γένηται, τότε γὰρ αὐτῷ τὸ φῶς ἐξαπλοῦται καὶ ἀληθῶς προσκυνεῖ τὸν θεόν. διὰ τοῦτο καὶ ὁ νόμος παρακελεύεται «ἐν ἀληθείᾳ τὴν ὀσφὺν περιζώννυσθαι», περὶ οὗ καὶ ὁ πολὺς τὰ θεῖα Γρηγό ριος διαπορῶν φαίνεται· «ζητῶ» γάρ φησι «τί κοινὸν ὀσφύι καὶ ἀληθείᾳ». ἀλλ' ἡ μὲν ὀσφὺς τῆς τῶν παθῶν κινήσεως σύμβολον πέφυκεν· ἐν ταύτῃ γὰρ τὰ νεφριτικὰ μόρια καὶ τὸ τῶν ἡδονῶν ἀποτεθησαύρισται πῦρ, καὶ δεῖ ταύτην περιστέλλειν τῇ ἀληθείᾳ ἤτοι τῷ τέλει τῆς θεωρητικῆς ἀρετῆς· ὁ γὰρ πρακτικὸς μέτρον τοῖς πάθεσιν, ἀλλ' οὐ συστολὴν τίθησιν, ὁ δὲ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ πρὸς τὸν θεὸν ὅλοις ἱστίοις ἀπάρας ὥσπερ δεσμοῖς ἀρρήκτοις καὶ ζωστῆρι περιεκύκλωσε τὴν ὀσφὺν καὶ τῇ τοῦ πνεύματος δρόσῳ τὸ πῦρ κατέσβεσε τῶν παθῶν. Ὁρᾶτε εἰς οἷόν με βυθὸν νοημάτων κατηγάγετε καὶ οἵῳ πελάγει δογμά των, ὥσπερ τὸν Ἰωνᾶν, μηδὲν ἡμαρτηκότα ἀπερρίψατε, ὡς μικροῦ δεῖν καὶ κήτους συλληφθῆναι γαστρί; ὅθεν ζητῶ μὲν ἀνανήξασθαι, οὐκ ἔχω δὲ ὅπως τὴν ἐπικειμένην ἀπώσομαι θάλασσαν ἢ τίσι «λιμέσι» προσορμίσω «εὐδίοις»· ἅπαντα γάρ μοι ἀλίμενα καταφαίνεται καὶ πανταχοῦ «πέτραι προβλήτιδες», τινὲς δὲ καὶ ὕφαλοι βραχεῖ καλυπτόμεναι ὕδατι. καὶ ὑμεῖς μέν, ἐπειδή με ἅπαξ ἐκρημνίσατε κατὰ τοῦ βυθοῦ, τὸ ἱστίον πετάσαντες ἐπὶ λειοκυμονούσης πλεῖτε θαλάσσης· ἐγὼ δὲ ἤδη καὶ «σχισμαῖς ὀρῶν» προσέρριμμαι καὶ ποταμοῖς ἀεννάοις μεμέρισμαι καὶ «μοχλοῖς αἰωνίοις» καταδεδέσμημαι· ὧν δὴ ῥυσθῆναι ἐπεύχομαι μέν, οὐκ οἶδα δὲ εἰ κἀμὲ τὸ θηρίον ἐξαγάγοι καὶ ἀπαλλάξει τοῦ κλύδωνος, οὐ κλήρῳ βληθέντα εἰς θάλασσαν, ἀλλὰ τῷ δι' ὑμᾶς ἔρωτι.