Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 77 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1
Εἰς τὸ «πῦρ ἦλθον βαλεῖν ἐπὶ τῆς γῆς» «Πῦρ» φησίν «ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν», περὶ ἑαυτοῦ λέγων ὁ σαρκω θεὶς λόγος, «καὶ τί θέλω εἰ ἤδη ἀνήφθη». Καὶ μὴν οὗτός ἐστιν ὁ τὴν κάμινον τοῖς τρισὶ δροσίσας παισὶ καὶ τὸ πῦρ ἀποσβεννὺς τῶν παθῶν καὶ συνιστῶν τὴν φύσιν καὶ διασῴζων τὴν τῶν γεγενημένων ὁλότητα καὶ ἐπὶ τούτῳ εἰς γῆν κατεληλυθώς, ἵν' εἴ τι τὸ πονηρὸν πῦρ ἐλυμήνατο, τοῦτο ἀναπληρώσῃ καὶ ἀποδώσει τοῖς ὅλοις τὴν τελειότητα. πῶς οὖν φησιν ὅτι «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»; ὅτι φυτουργός ἐστι τῆς ἡμετέ ρας ζωῆς καὶ τῶν ἀνθρωπίνων ψυχῶν γεωργὸς ἐμπειρότατος. τέχνη δέ ἐστιν ἀρίστη τοῖς γεωργοῖς, ἐφ' ἣν ἐργάζονται γῆν, οὐκ εὐθὺς καταβάλ λουσι ταύτῃ τὰ σπέρματα, ἀλλὰ πρῶτον μὲν ἀνακαθαίρουσιν ἅπαν τὸ ὑποκείμενον, διαιροῦσί τε τὸ πάχος τῆς γῆς καὶ ἀναχωννύουσιν, ἐκτέ μνουσί τε τὰς φαρμακώδεις βοτάνας καὶ εἴ τι ἄλλο ἄχρηστον ἀναβλαστά νει τῆς γῆς· ἔπειτα καὶ σπείρουσι καὶ φυτεύουσι τὰ λυσιτελοῦντα τῇ ἡμετέρᾳ ζωῇ, φυτουργικῇ τέχνῃ κηπεύοντες. εἰ μὲν οὖν βραχὺ εἴη τὸ μὴ εὔχρηστον μηδὲ ἐδώδιμον, τῇ ἀπὸ τοῦ σιδήρου χρῶνται τομῇ· εἰ δὲ λόχμην δασεῖαν θεάσαιντο, τότε δὴ πῦρ ἐπαφέντες ἐμπιπρῶσι τὴν ὕλην, καὶ εὔθετον εἰς γεωργίαν ἢ φυτουργίαν τὴν γῆν ἀπεργάζονται. τούτῳ δὴ τῷ τρόπῳ καὶ ὁ τὴν ἡμετέραν φύσιν ἐργαζόμενος κύριος, ἀκανθηφόρον φανεῖσαν καὶ πάντῃ ὑλομανήσασαν, πῦρ ἦλθε βαλεῖν ἐπ' αὐτήν. ἕως μὲν γὰρ μετὰ τοῦ χρησίμου καὶ τὸ ἄχρηστον παρεβλάστανεν, οἷόν τις ἔνυλος νοῦς τῷ ἀύλῳ παραδυόμενος, ἠρέμα τοῦτον ἐκάθαιρε καὶ ἀπέσπα γε τοῦ κρείττονος, μετρίᾳ χρώμενος τῇ τομῇ, ἵνα μὴ καὶ τὸ κρεῖττον συνανέλῃ τῷ χείρονι· ἐπεὶ δὲ καθάπαξ τὸ ἐν ἡμῖν θεῖον σπέρμα, συμπνιγὲν ταῖς ἀκάνθαις, τὴν τοῦ φυτοῦ δύναμιν ἀπεβάλετο καὶ τὸ κώνειον κατὰ τῆς ἡμετέρας ψυχῆς ἴσχυσε, τηνικαῦτα τὸ ἐκ μέρους τέμνειν ἀφείς, πῦρ ἦλθε βαλεῖν ἐφ' ἡμᾶς, ὃ τὰς πονηρὰς ἕξεις ἀπαναλίσκον τὴν φύσιν ἀδια λώβητον συντηρεῖ. Ἢ τὸ δραστήριον τοῦ πρὸς αὐτὸν ἔρωτος βουλόμενος παρενδείξασθαι, πῦρ τοῦτο τροπικώτερον κατωνόμασεν. εἰ γὰρ καὶ πρὸ τῆς ἐκείνου ἐπι δημίας πλεῖστοι δὴ τῶν πατέρων ἔφεσιν ἔσχον τοῦ κρείττονος, ἀλλ' οὐχ οὕτω πρὸς τὸν θεῖον πόθον παρεθερμαίνοντο, οὐδ' ὅλῳ τῷ τῆς ψυχῆς τόνῳ πρὸς τὸν πρὸς ἐκεῖνον δρόμον ἐκέχρηντο, ἐπεὶ μηδ' οὗτος καθαρῶς τού τοις ὠπτάνετο μηδὲ τὸ ἑαυτοῦ παρεδείκνυ γυμνότερον κάλλος καὶ μέγεθος, ἀλλ' ἐν συμβόλοις ἰνδάλλετο. διὰ τοῦτο ἧττον ἢ ἔδει πρὸς τὸ φαινόμενον ἔθεον· ἐπεὶ δὲ ὅλος ἡμῖν ἐπεδήμησε καὶ τὸ κάλλος τῆς οἰκείας παρέδειξε φύσεως, πυρὶ ἐπιθυμίας ἀρρήτου τὴν ἡμετέραν ὑψηγόρως ὑπ ανῆψε ψυχήν. ἀλλ' ὁ μὲν οἷά τις ἥλιος ἐξ αὐτῆς τῆς κυοφορίας τὰς ἀκτῖνας ἐπαφῆκεν ἡμῖν, ἵνα εὐθὺς καὶ τῆς αὐγῆς ἐμπλησθῶμεν καὶ τῆς θερμό τητος· ἡμεῖς δὲ ἅτε τῷ τῶν παθημάτων χειμῶνι καταψυγέντες καὶ μόνον οὐκ ἀποκρυσταλλωθέντες, οὐκ εὐθὺς τὴν δύναμιν ἐδεξάμεθα τοῦ πυρός. Διὰ τοῦτο αὐτῷ καὶ τοῦ πολλοῦ χρόνου ἐμέλησε τῆς μεθ' ἡμῶν συν διαγωγῆς, καὶ πρὸς ἑαυτὸν οὐκ ἐπανελήλυθεν, εἰ μὴ ἐκπυρωθέντας ἡμᾶς εἶδε. «τί» γὰρ «θέλω», φησίν, «εἰ ἤδη ἀνήφθη». ὀνειδιστικὸς ὁ λόγος καὶ καιρίαν ἐπιφέρων τοῖς ἀναισθήτοις πληγήν· εἰ γάρ, ἐφ' ᾧ παραγέγονα, τοῦτο γεγένητο, καὶ τὸ θεῖον πῦρ ἐν ταῖς ψυχαῖς εἰσεδέξασθε, τί ἔτι τῷ μεθ' ὑμῶν ἐμφιλοχωρῶ βίῳ, ἁφθέντος ἐφ' ὑμῖν τοῦ θείου πυρός; ἐγὼ γάρ, φησί, μονονουχὶ τοῦτο λέγων, ἐπὶ τούτῳ τῆς ὑμετέρας μετέλαβον φύσεως, ἵνα μεταδώσω τῆς κρείττονος, τῆς ἐμῆς, καὶ γένησθε πῦρ καθαρὸν καὶ πρὸς τὴν θείαν φύσιν μεταβληθείητε. εἰ οὖν ἤδη ἀνήφθητε καὶ οἷά τις σίδηρος ἐγχρονίσας πυρὶ ἐκπεπυρωμένοι τυγχάνετε τὴν ψυχὴν καὶ τέλος ἡ πρὸς ὑμᾶς ἐπιδημία μου εἴληφεν, εἰς μάτην ἄρα μοι ὁ μεθ' ὑμῶν χρόνος καταναλίσκεται. ἀλλ' οὔτε ἀνήφθητε, ψυχροὶ τὴν φύσιν τυγχάνον τες, κἀγὼ συμβιοτεύω ὑμῖν μέχρις ἂν τοῦ νοητοῦ πυρὸς αἴσθησθε. «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καί πως συνέχομαι ἕως οὗ τελεσθῇ». πληρώσας τὸν περὶ τοῦ πυρὸς λόγον, τὸν περὶ τοῦ ἰδίου γυμνάζει βαπτί σματος, ὃ δὴ οὐχ ἑαυτῷ μᾶλλον ἢ ἡμῖν ἐβαπτίσατο· οὐ γὰρ αὐτὸς ἐδεῖτο καθάρσεως «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀλλ' ἡμεῖς, δι' οὓς ἅπαντα ἐκείνῳ συνετετέλεστο. δεῖ δὲ οὕτως ἀναγινώσκειν τὸ δεύτερον κόμμα· «καί πως συνέχομαι ἕως οὗ τελεσθῇ», ἵνα κατ' ἔγκλισιν ᾖ ὀξυ τονούμενον. ἐπειδὴ γὰρ ἔμελλε γενέσθαι ἐπὶ τοῦ ὕδατος, ἵν' ἐκεῖσε «συνθλάσῃ τὰς κεφαλὰς τῶν δρακόντων», οὐκ εὐθὺς ἐπιτρέχει τῷ τοιούτῳ τελέσματι, ἀλλὰ δεῖται τοῦ προτελέσματος, ἵνα μετὰ ταῦτα πρὸς τὸ λουτρὸν παραγένηται. ἡγιάζετο γὰρ πρῶτον τὸ ὕδωρ ἐπικλήσεσί τισι καὶ θεοφανείαις καί τισιν ἄλλοις συμβόλοις θεοκλυτοῦντος τοῦ βαπτιστοῦ, εἶθ' οὕτως ἀπογυμνούμενος ὁ τελεσθησόμενος ἐπὶ τὸ ὕδωρ κατήρχετο. τοῦτο γοῦν αὐτός φησιν ὁ σωτήρ, ὅτι καὶ καθαρὸς ὢν τὴν φύσιν καὶ τοῦ βαπτίσματος δεόμενος ἥκιστα, ὣς δὲ καὶ τῶν προτελουμένων ἐν αὐτῷ (αὐτὸς γάρ εἰμι ὁ καὶ τὰ ὕδατα καθαίρων καὶ ἐν αὐτοῖς ἐμφαινόμενος) ὅμως κἀν τούτῳ τὸ τῆς οἰκονομίας μυστήριον ἐκπληρῶν, ἐπέχομαί πως, ἀναδύομαι τὴν ἐν αὐτοῖς βάπτισιν, μέχρις ἂν τὰ τελεστικῶς ἐν τῷ λουτρῷ γινόμενα τελεσθῇ. ὅθεν καὶ ἡ ἀμφίβολος αὕτη συνθήκη χώραν ἔσχε. «καί πως» γάρ φησι «συνέχομαι». ὅσον γὰρ ἐπὶ τῇ ἐμῇ φύσει οὐδόλως ἐπισχεῖν ἔδει οὐδὲ δεηθῆναι τῆς προκαθάρσεως οὔτε μὴν τῆς μετὰ ταῦτα τελειώσεως, ἐπεὶ δὲ ὑμῶν ἕνεκα βαπτίζομαι, διὰ ταῦτα συνέχομαι, ἵνα, τοῦ προτελεσμοῦ γενομένου, οὕτω δι' ὑμᾶς τύχω τῆς τελειώσεως. «Δοκεῖτε» δέ, φησίν, «ὅτι παρεγενόμην εἰρήνην δοῦναι ἐν τῇ γῇ; οὐχί», φησίν, «ἀλλὰ διαμερισμόν». καίτοι γε «αὐτός ἐστιν ἡ εἰρήνη», ὁ «τὸ μεσό τοιχον» ἀναιρῶν καὶ ἀποσκευασάμενος «τὸν φραγμὸν» καὶ καταλλάξας ἡμᾶς τῷ πατρὶ καὶ συνάξας εἰς μίαν μάνδραν τὰ διεσπαρμένα καὶ πολλαῖς ἀνακλήσεσι καὶ θείοις συρίγμασι συγκαλέσας τὰ ὀρειάλωτα. πῶς οὖν φησιν ὅτι διαμερίσαι ἡμᾶς ἐλήλυθεν, ἀλλ' οὐκ εἰρηνοποιῆσαι; ὅτι μὴ πάντες τοῦ μυστηρίου συνῄσθοντο μηδὲ τῆς τοῦ ποιμαίνοντος φωνῆς ἤκουσαν, ἀλλὰ τὰ μὲν εὐθὺς ἰδόντα ἢ ἐνηχηθέντα τὴν τῆς σύριγγος φωνὴν ἔδραμε, τὰ δὲ μεμένηκε πλανώμενα κατὰ τῶν πετρῶν. ἤκουσε Πέτρος καὶ συνέδραμον οἱ Ζεβεδαίου παῖδες, ἀλλ' ὁ Ἄννας οὐκ ᾔσθετο καὶ ὁ ἐκείνου κηδεστὴς ἀκούσας παρήκουσεν· ἤκουσε Παῦλος καὶ εὐθὺς εἰσε πήδησε, τῶν ὀρῶν καὶ τῶν κρημνῶν καθαλλόμενος, ἀλλ' ὁ ἐντὸς τῆς μάν δρας Ἰούδας ἐκτὸς τῆς συμμανδρεύσεως γέγονε, καὶ διεμερίσθη μετὰ τῶν δώδεκα ὁ τεταγμένος καὶ διέστη τῶν μαθητῶν. ὁρᾷς ὅπως ὁ θεῖος λόγος διαμερισμὸν ἦλθε βαλεῖν, ἀλλ' οὐκ εἰρήνην; σὺ δέ μοι νόει καὶ τοὺς προσερχομένους μετὰ ταῦτα τῷ λόγῳ τῆς πίστεως· οἱ μὲν γὰρ πατέρων ὠλιγώρουν, οἱ δὲ τῆς τῶν παίδων οὐκ ἐφρόντιζον φύσεως, ἀλλὰ τὸ τῆς συγγενείας σῶμα ἀπ' ἀλλήλων διεσπᾶτο καὶ διεμερίζετο. ὁ μὲν γὰρ θεὸς προηγουμένως εἰρήνην ἦλθε βαλεῖν, ὥστε τὸ πᾶν γένος ὥς γε ἑνὶ ἑαυτῷ συσφίγξαι «ἀκρογωνιαίῳ λίθῳ»· ἐπεὶ δὲ ταῖς προαιρέσεσι διῃρέθημεν καὶ οἱ μὲν αὐτῷ συνῳκοδομήθημεν, οἱ δὲ ἀπερράγημεν, διαμερισμὸν λέγε ται ἐμβαλεῖν. «ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί.» Καὶ ἁπλῶς μὲν οὕτως ὁ λόγος νοούμενος οὐδεμιᾶς δεῖται τῆς ἐξηγήσεως· διεμερίζοντο γὰρ ἐπὶ τῆς αὐτῆς οἰκίας διαφόροις προαιρέσεσιν οἱ ὁμέστιοι, καὶ οἱ μὲν παρεκάθηντο τῇ τοῦ νόμου σκιᾷ, οἱ δὲ πρὸς τὸ τοῦ μυστηρίου ἀνέβλεπον φῶς, ἐκείνων δύο τυγχανόντων, οὗτοι τρεῖς ἀριθμούμενοι, ἢ ἐκείνων τριῶν πεφυκότων, οὗτοι δύο γινόμενοι. κατὰ δὲ τὸν ὑψηλότερον λόγον καὶ ἐφ' ἑνὸς ἄν τις ἀνδρὸς εὕροι τὸν διαμερισμόν· ὁ γὰρ καθ' ἕνα ἡμῶν πέντε τυγχάνει διὰ τὴν αἴσθησιν, ὃς δὴ καὶ οἶκος τροπικῶς λέγεται ὡς ὑποδοχεὺς τῶν αἰσθήσεων. εἰ μὲν οὖν ἁπάσας δοίη τὰς αἰσθήσεις θεῷ, εἰρήνης ἐκεῖνον ἐπὶ τῶν ἔργων πεποίηκε φυτουργόν· εἰ δὲ ὁρᾷ μὲν ὥστε μὴ ἐπιθυμεῖν, λόγων τε κατακούει θείων, ὀσφραίνοιτο δὲ τῶν μυρεψουμένων ἡδέων καὶ γεύοιτο τῆς ἡδύτητος τῶν χυμῶν καὶ τῶν μαλακῶν ἅπτοιτο, δύο τοῖς τρισὶ διεμέρισεν, ὀφθαλμὸν μὲν καὶ οὖς δοὺς τῷ θεῷ, τὰ δὲ τρία τῷ κόσμῳ καὶ τῇ σκηνῇ. εἰ δὲ «γυναικὶ» μὲν «ἐνέβλε ψεν» ὥστε «ἐπιθυμῆσαι αὐτῆς» καὶ προσέθετο τοῖς ἐν τῷ θεάτρῳ κρότοις καὶ ταῖς ᾠδαῖς, ὠσφράνθη δὲ τῆς παρὰ τῷ κυρίῳ εὐωδίας καὶ «τῷ λάρυγ γι» τούτου «γλυκέα τὰ» τοῦ θεοῦ γέγονε «λόγια», αἵ τε χεῖρες αὐτοῦ ἀπετάξαντο ταῖς λειότησι καὶ ταῖς ἁπαλότησι, τὰ τρία ταῖς δυσὶ διεμέ ρισε. «Διαμερισθήσεται δέ» φησί «καὶ ἐφ' υἱῷ πατήρ». πολλοῖς μὲν γὰρ ὁ νοῦς, ὁ τὸν ἐν ἡμῖν λόγον γεννῶν, ἄνω τέταται πρὸς τὸν θεόν, ὁ δὲ λόγος ἐπὶ τῆς γλώττης ὀχούμενος κοσμικώτερος μᾶλλον ἢ νοερώτερος γίνεται· ἄλλοι δὲ τὴν μὲν τῆς γλώττης περιβολὴν ἐπὶ τὸ σεμνὸν μετασχηματίζουσι, τὸν δὲ νοῦν αἰσχρῶν καταπληροῦσιν ἐπιθυμιῶν. ἀλλὰ καὶ «μήτηρ ἐπὶ θυγατρί». Μήτηρ δ' ἂν ἐν ἡμῖν εἴη ἡ πίστις καὶ ἡ εὐσέβεια, θυγάτηρ δὲ ἡ ἀρετή. οἱ μὲν οὖν τὴν πίστιν παραδεχόμενοι τὴν θυγατέρα ταύτης δια μερίζουσιν, ἄσχολοι πάντῃ τῆς τῶν ἀρετῶν τυγχάνοντες πράξεως· τοῖς δὲ ἡ μὲν περὶ τὰς ἀρετὰς ἐνέργεια σεμνὴ καὶ σπουδαία, ἡ δὲ μήτηρ ταύτης ἀπηλλοτρίωται, μὴ δεξαμένη τὸ κήρυγμα. «διαμερισθήσεται δέ» φησί «καὶ πενθερὰ ἐπὶ νύμφῃ καὶ νύμφη ἐπὶ πενθερᾷ». τὰ δὲ δύο ταῦτα γένη, φημὶ τὴν νύμφην καὶ τὴν πενθεράν, ἀλλοτρίοις διῃρημένα τοῖς γένεσι, διὰ τοῦ τῆς πενθερᾶς παιδὸς ἀγχιστεύουσιν. ἔστιν οὖν ἐν ἡμῖν δύναμίς τις, μητρὸς ἔχουσα λόγον, οἷον ἀποτίκτουσα υἱόν, ᾧ ἑτέρα τις δύναμις συν δυάζεται, νύμφης λόγον ἐπέχουσα· καὶ ποτὲ μὲν ὁμονοοῦσιν ἀλλήλαις ἥ τε νύμφη καὶ ἡ πενθερά, ποτὲ δὲ παρὰ μέρος ἀπ' ἀλλήλων ἀλλοτριοῦνται. ἔστιν οὖν ἡ κατ' εὐσέβειαν ἕξις, γεννῶσα υἱόν τινα, τὸν καθαρώτατον λογισμόν, ᾧ οἷά τις νύμφη ἔξωθεν ἡ θεωρητικὴ δύναμις συνδυάζεται. ὅσοις μὲν οὖν ἡ θεωρία τῇ εὐσεβείᾳ συνομολογεῖ καὶ τῇ θεωρίᾳ αὖθις ἡ εὐσέβεια διὰ μέσου τοῦ καθαροῦ λογισμοῦ, ὃς ἐκείνης μὲν ἀποτίκτεται, ταύτῃ δὲ συνάπτεται, τούτοις εἰρήνη ἐστὶν ὁ θεός· εἰ δ' εὐσεβοῦντες πρὸς τὰς τῶν ὄντων θεωρίας ἀποτυφλούμεθα, διεμερίσαμεν ἀπὸ τῆς νύμφης τὴν πενθεράν, ὥσπερ, εἰ ταῖς θεωρίαις ἑαυτοὺς συντείναντες τὴν κατ' εὐ σέβειαν ἕξιν οὐκ ἐκτησάμεθα, συνδιειλόμεθα τὴν νύμφην ἀπὸ τῆς πεν θερᾶς. ἐπεὶ οὖν πολυμερής ἐστιν ἡ οὐσία ἡμῶν καὶ συνῴκισεν ὁ θεὸς εἰς ἑνὸς ζῴου σύστασιν ὄχλον οὐκ ὀλίγων δυνάμεων, τὴν μὲν ὀχλοκρατίαν καταλύσωμεν, τὸν δὲ νοῦν ἡγεμόνα ἐπιστήσαντες καὶ τούτῳ τὰς ἄλλας δυνάμεις ὑποθέμενοι, βασιλείαν ἀντὶ τυραννίδος τῇ ἡμετέρᾳ ψυχῇ ἐγκα ταστησώμεθα.

Intertext edge

Open linked passage

Note