Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
78.1
Ἐκ τοῦ εἰς τὴν Πεντηκοστὴν θεολογικοῦ λόγου· «οἶδε μὲν τρέφειν καὶ πέντε ἄρτοις» «Οἶδε μὲν τρέφειν καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ τετρακισχιλίους· καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν κόφινοι δώδεκα, ὧδε δὲ σπυρίδες ἑπτά». ὑμεῖς μὲν τῶν θεολογικῶν ῥητῶν τοῦτό μοι ζητεῖν ἐοίκατε, διὰ τί ἐκεῖ μὲν πέντε ἄρτοις πεντακισχιλίου εἱστίασεν ὁ Χριστός, ἰσάριθμον τοῖς δαιτυμόσιν ὁ ἑστιάτωρ ἀποδοὺς τὴν τροφήν, ἐπὶ δὲ τῆς δευτέρας εὐωχίας τοὺς λόγους διήλλαξεν, ἐλάττονας πλείοσιν ἑστιῶν, καὶ ἐπὶ μὲν τῆς πρώτης θοίνης ἐς δώδεκα κοφίνους τὸ περίττευμα γίνεται, ἐπὶ δὲ τῆς δευτέρας εἰς σπυρίδας ἑπτά. Ἐγὼ δὲ καὶ τοῦτο μὲν τῶν μεγίστων ἂν θεωριῶν ἀξιώσαιμι, οὐκ ἐλάχι στον δέ μοι εἰς ἀπορίαν καταφαίνεται καὶ τὸ περὶ τοῦ μεγάλου τούτου πατρός. τὸν γὰρ ἑπτὰ τιμῆσαι βουλόμενος τοῖς ἀπὸ τῶν διαθηκῶν παραδείγμασιν, ἐν μὲν τοῖς ἄλλοις ῥητοῖς αὐτὸν τὸν ἀριθμὸν παρατίθησιν, ἐνταῦθα δὲ προτετάχαται τούτῳ οἵ τε πεντακισχίλιοι καὶ οἱ τούτους ἐκθρέψαντες πέντε ἄρτοι, εἶθ' ὕστερον τὸ περίττευμα τῆς πανδαισίας λογιζόμενοι δώδεκά τινες παρεισηνέχθησαν κόφινοι. ἐχρῆν δὲ ἴσως ἀφέμενον αὐτὸν τούτων τῶν ἀριθμῶν τὴν δευτέραν παρεισαγαγεῖν ἑστίασιν ἐν ᾗ δὶς ὁ ἑπτὰ παρείληπται. ἐμοὶ γοῦν οὐκ ἐλάχιστον τοῦ προτέρου τοῦτο διηπόρηται, οὐ μὴν καὶ προτέρας ἀξιοῦται λύσεως, ἀλλὰ δεῖ τὴν παρ' ὑμῶν προβληθεῖσαν ἀπορίαν ἐπιλυσαμένους οὕτως εἰς ταύτην ἐλθεῖν· ἀπὸ ταύ της γὰρ εὐεπήβολος αὐτοῦ ἡ λύσις ὀφθήσεται. ἐπεὶ δὲ ἅπαξ εἰς τὴν τού των ἐξέτασιν ἐμαυτὸν καθῆκα, ἐκεῖνο δεῖ πρὸς ὑμᾶς εἰπεῖν, ὡς ὁ μέγας οὗτος πατὴρ «τὰ πνευματικὰ» πάντα «πνευματικῶς ἀνακρίνων» περὶ μὲν τὸ γράμμα ἐλάχιστα φιλοπονεῖ, πειρᾶται δὲ τοῦτο διαιρεῖν, ὥσπερ τὸ καταπέτασμα ἐπὶ σταυροῦ ὁ Χριστός, καὶ τὰ ἐγκείμενα ἐποπτεύειν μυστή ρια. εἰ γὰρ καὶ πᾶσα ἡ κατὰ τὸ εὐαγγέλιον πολιτεία τῶν τύπων καὶ τῶν αἰνιγμάτων ἀπήλλακται, τῷ δὲ τῆς ἀληθείας χαίρει φωτί, ἀλλ' ἐπειδὴ καὶ αὕτη εἰς κρείττονα φέρει ἀποκατάστασιν, τοῦ μὲν Μωσαϊκοῦ γράμμα τος ἀποπλήρωσις πέφυκε, διδοῦσα τὰς ἐκβάσεις καθαρῶς τῶν ἐμφάσεων, τῆς δὲ «ἐν Χριστῷ κεκρυμμένης ζωῆς», κατὰ τὸν θεῖον φάναι ἀπόστολον, οὐκ ἂν ὀκνήσαιμι καὶ ταύτην τύπον εἰπεῖν, ἐπεὶ μηδὲ Παῦλος, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, τῆς τοιαύτης φωνῆς καὶ ἐννοίας ἀπέσχετο· «τὸ γὰρ νομικόν» φησί «πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος». πάντα γοῦν ὅσα ποιῶν ἢ λέγων ἱστόρηται ὁ Χριστὸς εἰς θεωρίαν ἀνάγεται. Περὶ μὲν οὖν τῶν ἄλλων ἐν ἄλλοις καιροῖς κατὰ μέρος διερμηνεύσομεν· ὃ δὲ τὴν τήμερον προβεβλήκατε προκείσθω πρὸς τὴν ἐξέτασιν. ἱστόρηται γοῦν ὅτι πέντε ἄρτοις πεντακισχιλίους ἐκθρέψας ὁ κύριος δώδεκα κο φίνους περιττεῦσαι πεποίηκεν. οἶμαι γοῦν ὡς, ἐπεὶ ὁ πενταδικὸς ἐν ἀμ φοτέροις φαίνεται ἀριθμός, τὴν ἐκ τῶν φυσικῶν ἐννοιῶν καταλλήλως ταῖς αἰσθήσεσιν ὑπεμφαίνειν διδασκαλίαν τὸν ἑστιάτορα· οἱ γὰρ μὴ πρὸς τὸν νοῦν ἀναβάντες μηδὲ τῆς θείας ἀξιωθέντες ἑνώσεως, ἀλλὰ τῷ πλήθει διαχεόμενοι τῶν αἰσθήσεων, πεντακισχίλιοι ἂν εἰκότως κληθεῖεν, δι' ὧν δὴ ὁρῷέν τε καὶ ἀκούοιεν ὀσφραίνοιντό τε καὶ γεύοιντο καὶ ἅπτοιντο τὸν γενεσιουργὸν ἀναλόγως κατανοοῦντες. χιλιοῦνται δὲ τὴν πενταδικὴν αἴσθησιν, ὅτι τριττὴν ποιοῦνται τὴν διὰ τῶν αἰσθητῶν κατανόησιν· «ἀπόγραψαι» γὰρ «αὐτά» φησίν «ἐν τῇ καρδίᾳ σου τρισσῶς». διὰ τοῦτο λοιπὸν οὔτε πεντήκοντα οὔτε πεντακόσιοι, ἀλλὰ πεντακισχίλιοι διὰ τῆς ὑψηλοτέρας θεωρίας τῶν ὁρωμένων καταμετρούμενοι· οἱ δὲ τοιοῦτοι καὶ πέντε ἄρτοις κατὰ λόγον ἐκτρέφονται· ἑκάστῃ γὰρ τῶν αἰσθήσεων κατάλληλος ἡ διὰ τοῦ λόγου τροφή. Τί δὲ κορεσθέντες ἐσχήκασιν ὥστε ἔχειν περίττευμα; κοφίνους δώδεκα, οἳ δὴ εἰς τὸν ἑπτὰ καὶ τὸν πέντε διαιρούμενοι τόν τε χρόνον ὑποσημαίνουσι καὶ τὴν αἴσθησιν, διὰ μὲν τοῦ ἑπτὰ τὸν χρόνον ἑβδοματικῶς κυκλούμενον καὶ ἀνελιττόμενον, διὰ δὲ τῶν πέντε τὴν αἴσθησιν. οἱ γὰρ διὰ τῶν αἰσθή σεων πρὸς τὸν θεὸν ἀναβαίνειν πειρώμενοι οὔτε τὸν χρόνον ὑπερπεπηδή κασιν οὔτε τὴν αἴσθησιν ὑπερβεβήκασιν, ἐπεὶ πῶς ἄνθρωποι πολυμερῶς περὶ τὸ θεῖον κινούμενοι καθαρῶς ἂν γνοῖεν τὸν νοῦν καὶ τὴν τοῦ αἰῶνος ἀμέρειαν; διὰ ταῦτα καὶ κορεσθέντες τῶν ἀπὸ τῆς αἰσθήσεως λόγων, εἰς τὰς χρονικὰς ἀποπερατοῦνται ἐννοίας καὶ τὸ πολυμερὲς τῆς αἰσθήσεως. Τοιαύτη μὲν ἡ πρώτη νοουμένη ἑστίασις· ἡ δὲ δευτέρα πολὺ κρείττων καὶ ὑψηλοτέρα. ἑπτὰ μὲν γὰρ οἱ ἄρτοι, τετρακισχίλιοι δὲ οἱ ἐσθίοντες, καὶ τὸ μετὰ τὸν κόρον περίττευμα σπυρίδες ἑπτά. οἱ μὲν γὰρ τετρακισχί λιοι τὸν ἀκριβῆ τῆς θεολογίας ἀποσῴζουσι χαρακτῆρα, ἥτις τρία τυγχάνει καὶ ἕν, διὰ ταῦτα τοιγαροῦν καὶ ἑπτὰ παρατεθειμένους ἔχουσιν ἄρτους. οὗτος δὲ ὁ ἀριθμὸς παρθενίας ἐστὶ σύμβολον· πολλάκις γὰρ ἡμῖν τεθεώ ρηται· τῶν ἄλλων γὰρ ἐντὸς τῆς δεκάδος ἢ γεννώντων ἢ γεννωμένων ἢ ἀμφότερα δρώντων τε καὶ πασχόντων, οὗτος μόνος τὸ γίνεσθαι καὶ τὸ γεννᾶν διαπέφευγεν. ἁρμόζει γοῦν τῇ θεολογικῇ καθαρότητι τὸ τῆς τροφῆς καθαρὸν καὶ ἀκήρατον. ἑπτὰς γοῦν αὕτη, κατ' ἔλλειψιν τοῦ σίγμα λεγο μένη, ἐπεὶ σεπτὰς ὡς ἀληθῶς ἐστιν, οἷον σεβασμία τις οὖσα καὶ τῷ φωτὶ κοσμουμένη τῆς καθαρότητος. διὰ ταῦτα ἰσάριθμον ταύτῃ καὶ τὸ περίτ τευμα, τί γὰρ ἂν ἐπέκεινα τῆς καθαρᾶς τελειότητος γένοιτο; ἐπὶ μὲν γὰρ τῆς πρώτης εὐωχίας πλεῖον τὸ περιττεῦσαν ὧν οἱ πεντακισχίλιοι βεβρώ κασιν, ἐπειδὴ καὶ πλεῖστα τὴν αἴσθησιν ὑπερβεβήκασιν· ἐνταῦθα δὲ τοῖς εἰς τὸ ἀκρότατον τῆς θεολογίας φθάσασι πῶς ἂν πλείων τροφὴ περιτ τεύσειεν; ἀλλ' οὐδὲ ἐλάττων, ὅτι μὴ καθ' ὑπόβασιν ἡ τελείωσις· ἴση τοιγαροῦν, ὅτι τοῦ τελείου οὐδὲν πέφυκε τελειότερον. Ἐπεὶ οὖν τὸ ὑμέτερον λέλυκα πρόβλημα, λύσων ἔρχομαι καὶ ὃ αὐτὸς διηπόρηκα. ἦν δέ, εἴ γε μέμνησθε, τί δήποτε ὁ οὐρανογνώμων οὗτος ἀνὴρ ἑτέρων ἀριθμῶν πρὸ τοῦ κατεπείγοντος ἐμνημόνευσεν, ἵνα διὰ τῆς συγκρίσεως, ὡς ἔγωγέ φημι, τοῦ ἑπτὰ δείξῃ τὴν τελειότητα. δὶς γὰρ εὑρηκὼς τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις ἑστιῶντα τοὺς ὄχλους, οὐχ ἁπλῶς οὕτως τὴν διπλῆν ταύτην ἑστίασιν παρέδραμεν, ἀλλὰ τὴν μὲν πρώτην ἀτελεστέραν ἐνόησε καὶ τῇ διὰ τῆς φύσεως ἀνόδῳ κατάλληλον, τὴν δὲ δευτέραν ὑψηλοτέραν μακρῷ καὶ θεολογικωτέραν, ὅτι δεῖ τὸν πρὸς τὸν θεὸν ἀνιέναι πειρώμενον πρῶτον μὲν διὰ τῶν στοιχείων ποιεῖσθαι τὴν ἄνοδον, ὥσπερ τινῶν κατωτέρων βαθμίδων αὐτῶν ἐπιβαίνοντα, εἶτ' ἐνοπ τρίζειν τὴν φαντασίαν καὶ διὰ μέσου ταύτης τὰς τοῦ θείου ἀπορροίας αὐγάζεσθαι, εἶτα πρὸς τὸν νοῦν ἐπανάγεσθαι καὶ θεοφάντορα ὁμοῦ καὶ θεολόγον ἀκρότατον γίνεσθαι. τοιοῦτον δὲ τὸ μυστήριον τῆς διπλῆς τοῦ Χριστοῦ κλήσεως καὶ πανδιασίας, καὶ διὰ ταῦτα περὶ μὲν τὴν πρώτην ἑστίασιν οὐδαμοῦ ὁ ἑπτὰ παρεμφαίνεται (πῶς γὰρ ἂν δοθείη τοῖς ἀτελέσι τὰ τέλεια;), ἀλλ' ὁ πενταδικὸς θρύπτεται ἄρτος· ἐν δὲ τῇ δευτέρᾳ ἀφθο νώτατά τε τοῖς δαιτυμόσι παρέχεται καὶ εἰς ἴσον καταλήγει περίττευμα. Διὰ τί δέ (τοῦτο γάρ μοι νῦν ὁ νοῦς ὑποβάλλεται) ἐλάττων τῶν πρώην ὁ τῶν δαιτυμόνων ἀριθμός; ἐκεῖ μὲν γὰρ πεντακισχίλιοι, ἐνταῦθα δὲ τετρακισχίλιοι. ὅτι ὥσπερ ὁ ἀπὸ τῆς ἑνάδος κατιὼν εἰς πλῆθος πρόεισιν, οὕτως ὁ ἀπὸ τοῦ πλήθους εἰς τὴν ἑνάδα ἀνιὼν ὑφαιρεῖ τοῦ ἀριθμοῦ καὶ συστέλλεται, ἵνα καθαρῶς ἑνισθείη καὶ σύστοιχος γένηται τῷ ἑνί. διὰ ταῦτ' ἄρα καὶ Πλάτων «Τιμαιογραφεῖν ἐπιχειρῶν» κατὰ τὸν σιλλογράφον περὶ μὲν τὴν πρώτην συνουσίαν εἰς πλῆθος τοὺς διαλεγομένους ἐξήπλωσεν, εἶτα δευτέραν καὶ τρίτην ποιούμενος, συστέλλει τὸν ἀριθμόν, καὶ πρὸ τῆς τελευταίας τέσσαρας τούτους εἰσαγαγών, ἐν ᾧ δὴ τὸ διὰ λόγων συμ περαιοῦται, εἰς τὴν τριάδα τούτους κατέκλεισεν. «εἷς», γάρ φησιν, «δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατό ρων;» ὁρᾷς Πλάτωνα οὐ πολὺ τῆς ἀληθείας ἀπῳκισμένον; τοιοῦτος γὰρ ὁ ἀνήρ, ἐν ἀλλοτρίῳ σχήματι ἀπορρήτως θεολογῶν τὰ ἡμέτερα καὶ οὐ πολλοστόν τι τῆς ἀληθείας καταλαμβάνων. ἀλλὰ Πλάτωνος μὲν ἅλις· ὑμεῖς δὲ μηδὲν ἀλόγω ἢ ἀναξίως τῶν τοῦ πνεύματος δέχεσθε, κατὰ τὴν θεολόγον φωνήν, ἀλλὰ πάντα πρὸς τὸ πνεῦμα μεταβιβάζοντες «αἰχμαλωτίζοιτε πᾶν νόημα εἰς Χριστόν». Οὐκ ἀγνοῶ δὲ οἷα Μάξιμος ὁ φιλόσοφος περὶ τοὺς ἀριθμοὺς τούτους ἐπραγματεύσατο καὶ ὡς ἄλλα ἐπ' ἄλλοις ἐπάγων ἀποκναίειν ποιεῖ τὸν ἀκροατήν· ἀλλ' ἡμεῖς γε τὴν ἀκριβεστέραν θεωρίαν ἐκ πασῶν τῶν ἀν αγωγῶν συλλεξάμενοι ὁμοῦ τε τῷ χρόνῳ καὶ τῷ μέτρῳ τῆς ὑμετέρας ψυ χῆς συνεμετρήσαμεν τὴν ἐξήγησιν.