Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 79 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1
Εἰς τὸ «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι» Πῶς, φασί, τῆς κατὰ τὴν γένεσιν βίβλου ἓξ ἡμέραις περιγραψαμένης τὴν τοῦ παντὸς ἐργασίαν (ἐν ταύταις γὰρ «συνετέλεσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων ὧν ἐποίησεν») ὁ τοῦ κηρύγματος λόγος, μᾶλλον δὲ αὐτὸς ὁ θειότα τος λόγος καὶ ὑπερούσιος, ἐν ἔργοις εἶναι καὶ τὸν πατέρα καὶ ἑαυτὸν ἀποφαίνεται; τί δ' ἂν ἔτι καὶ ἐργάσαιτο ὁ πατὴρ ἢ συνεργάσαιτο ὁ υἱός, ἀγγέλων γεγενημένων καὶ πάσης τῆς ἄνω διακοσμήσεως καὶ τοῦδε τοῦ παντὸς συμπαγέντος καὶ ἀπὸ τῶν πρωτίστων γενῶν μέχρι τῆς ὕλης τῆς δημιουργίας διαδραμούσης; δυοῖν γὰρ θάτερον ἐπισυμβήσεται ἄτοπον, ἢ τὸ μὴ δύνασθαι τὸν θεὸν ἐν βραχεῖ τὴν τῶν πάντων δημιουργίαν συγκε φαλαιώσασθαι, ἀλλ' ὥσπερ τῇ παρατάσει τοῦ χρόνου καὶ τὴν δημιουργι κὴν ἐγχρονίζειν ἐνέργειαν, ἢ τοῦ παντὸς κόσμου συμπληρωθέντος, ὡς μὴ κατά τι τῶν μερῶν ἐλλείπειν, κενοπαθεῖν τὴν δραστικὴν δύναμιν τοῦ θεοῦ. Ταύτην δὲ τὴν ἀπορίαν ἐν πολλαῖς βίβλοις ἀναγεγραμμένην οἱ μὲν οὐκ ᾠήθησαν δεῖν λύειν, ὥσπερ ἐξαποροῦντες ὅ τι καὶ εἴποιεν, οἱ δὲ ἐπιχειρή σαντες ἐπαγωγικώτερον ἐπελύσαντο, ὑποθέσεις τινὰς ἑαυτοῖς πρὸς τὴν ἀπορίαν ἀντιβαινούσας ἀναπλασάμενοι. ἐτόλμησαν δέ τινες καὶ τῶν καθ' ἡμᾶς ἀπορῆσαι ψυχρῶς καὶ ψυχρότερον διαλύσασθαι· ὧν τὰ περὶ τούτων συγγράμματα ἐνίους εἶδον ἐγὼ ὥσπερ τινὰς στήλας ἀσπαζομένους θεοειδεῖς. οἱ γὰρ μὴ λαβόντες ἀξιολόγους περὶ φιλοσοφίας τριβάς, ἔπειτα ἐντυχόντες μεθόδοις τισὶ συλλογιστικαῖς, ὁρισμοῖς καὶ διαιρέσεσι, δόγμασί τε φυσικοῖς καὶ νοήμασι θεολογικοῖς, ὥσπερ ὑπ' ἀστραπῆς τοῦ λόγου καταπλαγέντες, οὐχ ὅπως διεῖλον ἢ ὡρίσαντο ἢ ἀποδεδείχασιν οἱ θεωρή σαντες διηρεύνησαν, ἀλλ' ὅτι τοιαύταις μεθόδοις ἐχρήσαντο ἄγανται καὶ τεθήπασιν. Ἀριστοτέλης δὲ πολλὰ τῶν Πλατωνικῶν διαγράφει, κἀκεῖνος τῶν Πυθαγορείων ἔνια ἀθετεῖ· Πλωτῖνος δὲ καὶ διαιτᾷ τοῖς φιλοσόφοις καὶ τῷ Πλάτωνι τὴν νικῶσαν ἐπιψηφίζεται· ὅ τε Φοῖνιξ Πορφύριος οὐ πάνυ τι τὸν φιλόσοφον αἰδεῖται, ἀλλὰ καὶ περὶ τῆς ὕλης πρὸς αὐτὸν ἀμ φιβάλλει καὶ τὰ τοῦ πέμπτου σώματος ἀθετεῖ· Ἰάμβλιχος δὲ ὡς ἐνδεῶς ἔχουσαν τὴν περὶ ψυχῆς πραγματείαν ἀναπληροῖ οἷς προστίθησιν ὡς ἐλλείπουσι· καὶ Πρόκλος δὲ ὁ φιλόσοφος τὸν ἄνδρα τοῦτον ὑπερθαυμάζων, ἐν οἷς τὰς ἀρχὰς τῶν ἐπιστημῶν διερευνᾶται, οὐ πᾶσι συντίθεται. οἱ δέ γε πολλοί, «τῆς ῥινὸς» ὥσπερ «ἑλκόμενοι», οἴκοθεν μὲν οὐδέν τι προσπραγ ματεύονται, ἀλλ' ὡς ἄπειροι νεοττοί, ὅ τι δ' ἂν αὐτοῖς προσενέγκωσιν οἱ συγγράφοντες, τοῦτο δὴ προσλαμβάνουσι, μηδέν τι προβασανίσαντες, εἰ δηλητηριῶδες ἢ τρόφιμον· ὅθεν οὐ μᾶλλον διατρέφουσι σφᾶς αὐτούς, ἀλλ' οὐδὲν ἧττον προσδιαφθείρουσί τε καὶ ἀπολλύουσι. Τὰς μὲν τοῦ ἀπορήματος λύσεις, ὅσας ἐπήνεγκαν οἱ πολλοί, οὐκ ἂν τῷ λόγῳ διαμνημονεύσαιμι· ὅσαι δέ μοι ἐγκεκρυμμέναι τῇ φιλοσοφίᾳ ἐφάνη σαν, ταύτας δὴ διελὼν παραθήσομαι. οὐ γάρ, φασίν, ἐναντίον τῷ «συν τετελεκέναι τὸν θεὸν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ» τὸ ἔτι ἐν ἔργοις εἶναι καὶ τὸν πατέρα καὶ τὸν υἱόν· ἐκεῖ μὲν γὰρ ἡ συντέλεια νοοῖτο ἐπὶ τῆς ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι γενέσεως, ἐνταῦθα δὲ τὸ ἐργάζεσθαι ἐπὶ τῆς τῶν γεγενημένων συντηρήσεως ἐκλαμβάνοιτο. εἰργάσατο μὲν γὰρ ἅπαξ τὸν οὐρανὸν ὁ θεός, συμπαραγαγὼν τὴν ὕλην μετὰ τοῦ σχήματος· ἐργάζεται δὲ καὶ ἀεί, τὴν φύσιν αὐτοῦ συντηρῶν καὶ ἐν τῷ προκυλινδεῖσθαι τὸ ὅλον κύτος ἀδιάπτωτον ταῖς κινήσεσιν ἐργαζόμενος. οὕτω δὴ καὶ τὸν ἀέρα καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν εἰργάσατο ἅπαξ ἐπενεγκών, καὶ ἐργάζεται, τῇ μὲν ψάμμον «περιτιθεὶς ὅριον», ὥστε «μὴ ὑπερβαίνειν» καὶ ἐπικλύζειν τὴν γῆν, τὴν δὲ ἐπὶ τοῦ μέσου τηρῶν ἀμετάθετον, τὸν δὲ ἀέρα συνέχων ὥστε μὴ διαρρεῖν τῇ τῆς φύσεως μαλθακότητι. κατὰ τοῦτον τὸν λόγον καὶ τὰς ὑπερκοσμίους δυνάμεις καὶ εἰργάσατο καὶ ἐργάζεται· ἐκεῖνο μέν, ἀπὸ τοῦ μὴ ὄντος ταύτας παραγαγών, τοῦτο δέ, γεγενημένας εἰς ἑαυτὸν ἀναφέρων καὶ τῇ πρὸς τὸ αἴτιον ἐπιστροφῇ τοῖς αἰτιατοῖς τὸ μὴ διεφθάρθαι διδούς. Μία μὲν οὖν αὕτη λύσις, αὐτὴ καθ' ἑαυτὴν εὖ ἔχουσα, τῇ δὲ κατὰ τὸ μερικὸν ἐπιχειρήσει οὐ πάνυ τι τῷ λόγῳ συμβαίνουσα. ἑτέρα δέ, ὅτι τὰ πάντα πεποιηκὼς ὁ θεὸς τοῖς μὲν ἀγήρω τὴν φύσιν καὶ διαιωνίζουσαν ὥσπερ ἐποίησε, τοῖς δὲ χρόνον ὥρισε τῆς ὑπάρξεως· ἵνα δὲ μὴ τὸ γενό μενον διαφθείρηται, διαδοχῶν αὐτοῖς ἀφορμὰς ἐγκατέσπειρε. ταῦτα οὖν καὶ εἰργάσατο καὶ ἐργάζεται. εἰργάσατο μὲν γὰρ τῶν γενῶν τὰς ὁλότη τας, ἐργάζεται δὲ τὰς τῶν ἀτόμων ἐπιγεννήσεις, δι' ὧν ὥσπερ τινῶν μερῶν τὸ ὅλον συμπληρούμενον ἕστηκε. τὸν μὲν γὰρ Ἀδὰμ καὶ τὰ ἐν τῷ παραδείσῳ φυτὰ ἅπαξ εἰργάσατο, ἐργάζεται δὲ τὰς τῶν πρώτων γενῶν ἐν τοῖς ἐπιγεννωμένοις διαδοχάς· τὸ μὲν γὰρ γηρᾶσαν ἢ ἄλλως ἀπορρυὲν ᾤχετο, τὸ δ' ἐκεῖθεν φυὲν τὸ ἀπορρεῦσαν ἀνύφανε, καὶ πάλιν ἡ φύσις διὰ τῶν γινομένων ἀδιάφθορος ἕστηκεν. ἐξαμβλοῦται καὶ φθίνει τὰ φυτά, ἀλλ' ἔαρος ἐπιλάμψαντος ἀνηβᾷ τε αὖθις καὶ ζῇ, καὶ αὖον τέως τὸ στέλεχος ὂν τῇ τῆς ἰκμάδος ὁλκῇ ἀναθάλλει καὶ ἐξυγραίνεται, καὶ κλάδοις κομᾷ, καὶ πετάλοις τρυφᾷ, καὶ πεπείρῳ βρίθει καρπῷ, καὶ τῷ ζεφύρῳ ὡς ἥδιστα γελᾷ. δευτέρα λύσις αὕτη τοῦ διαπορηθέντος προβλήματος. Μάξιμος δὲ ὁ φιλόσοφος, βιαιότερον τοῦ λόγου ἁπτόμενος, συντέλειαν μὲν ἔργων λέγει τῶν εἰδῶν τὰς ὑπάρξεις, ἐργασίαν δὲ τὴν τῶν ἀτόμων πρὸς ἐκεῖνα ὁμοίωσιν. ἔστι δὲ ὁ λόγος ἀσαφὴς μὲν καὶ δυσείκαστος, ὁποῖος ἐκεῖνος κατ' ἰδιότητα χαρακτῆρος, δεινὸς μὲν καὶ βαθέως ἐπιχειρῶν, ἀγλευκῆ δὲ καὶ ἀτερπῆ τὴν συνθήκην τοῦ λόγου ποιούμενος· ἔστι δὲ ὅ φησι τοιοῦτον. πρὸ τῶν ἀτόμων εἴδη τινὰ τίθησιν, οὐ πάνυ τι ἐνταῦθα τοῖς ἔξω φιλοσόφοις ἀντικείμενος· ἕκαστον δὲ τῶν εἰδῶν ἁπλοῦν τε δίδωσι καὶ ἑαυτῷ ὅμοιον, ὁποῖόν ἐστι καὶ τὸ εἶδος τὸ ἀνθρώπινον, πρὸ τῶν κατὰ μέρος ἀνθρώπων νοούμενον καὶ ἐν ἁπλότητι γνωριζόμενον· τὰ δὲ καθ' ἕκα στον ἄτομα, πολλά τε ἅμα καὶ σύνθετα, ἢ διχοστατοῦντα πρὸς ἑαυτὰ καὶ κατ' οὐδὲν τὸ εἶδος μιμούμενα. τὸ μὲν οὖν εἶδος ἅπαξ εἰργάσατο ὁ θεός· βουλόμενος δὲ καὶ τὰ ὑπ' ἐκεῖνο ἄτομα κατ' οὐδὲν ἀποδεῖν τῆς οἰκείας ὁλότητος, ἐργάζεται ἐσαεί, τῷ μεγαλομερεῖ τῆς προνοίας λόγῳ τὴν διάφο ρον ἡμῶν γνώμην καὶ ἐξαλλάττουσαν πρὸς τὴν παγίαν ἕξιν τῆς ἀρετῆς ἐφελκόμενος, καὶ ἁπλοῦν μὲν τὸ σύνθετον, διάφορον δὲ καὶ ὅμοιον ποιούμενος τὸ πολύτροπον, ἵν' ὥσπερ τὸ εἶδος ἓν ᾖ, οὕτω καὶ τῶν πάντων πρὸς τὸ ἀγαθὸν ἡ γνώμη μία καὶ ἡ αὐτὴ γένηται. Ἔστι δὲ λύσις ἑτέρα πρὸς τὸ ἀπόρημα, ἣν εἴποιμι μὲν πρὸς ὑμᾶς, οὐκ ἐπικρίναιμι δέ· ἐργώδης γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσεξέλικτος καὶ πολλὰς ἑκατέρωθεν ἔχων ἀντιλαβάς. φασὶ γοῦν οἱ ἐπιλυόμενοι τούτων ἕνεκα εἰρῆσθαι παρὰ τοῦ κυρίου τὸ «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι»· ὅσον γὰρ ἐπὶ τῷ τούτων μέρει οὐδέπω πέπαυται θεὸς τοῦ ἐκ μὴ ὄντων δημιουργεῖν· ταῖς μὲν γὰρ ἀγγελικαῖς τάξεσι μετὰ τοῦ εἴδους καὶ ὁ τῶν ἀτόμων ἀριθμὸς ἐπὶ τῆς πρώτης παραγωγῆς συμπε πλήρωτο, ὁ δὲ τῶν ψυχῶν ἀριθμὸς παρῆκτο μὲν τῷ δημιουργῷ λόγῳ, ᾧ μηδὲν μέλλον μηδὲ ἐσόμενον, ἀλλὰ πάντα ἐν τῷ φανερῷ ἑστηκότα τῆς φύσεως, οὐ μὴν δὲ καὶ τῷ παντὶ συνηνέχθησαν, ἀλλὰ τοῖς τῶν γιγνομένων σώμασιν ἀπὸ τῆς κοσμογονίας εἰσέτι καὶ νῦν ἐκ τοῦ μὴ ὄντος δημιουργού μεναι ἐπεισκρίνονται. τὴν γοῦν τῶν ψυχῶν γένεσιν ἐργάζεται μὲν ὁ πατήρ, συνεργάζεται δὲ ὡς εἰκὸς ὁ υἱός. Πᾶσαι μὲν οὖν αἱ λύσεις καλαί, ἀλλ' οὐ λίαν καλαί, ἀλλ' ἐοικυῖαι ταῖς τῶν στοιχείων ὁλότησι. κἀκεῖνα γὰρ καλὰ μὲν καθ' ἑαυτὰ ὁρώμενα καὶ νοούμενα, «καλὰ» δὲ «λίαν» πρὸς ἄλληλα συγκρινόμενα, ἐξ ὧν ὁ κόσμος ἔχει τὴν σύστασιν. ἐμοὶ γὰρ τὸ ἐργάζεσθαι μὲν τὸν πατέρα, συνεργάζεσθαι δὲ τὸν υἱὸν οὐ διὰ τάδε ἢ τάδε ἀληθῶς ἔχειν δοκεῖ, ἀλλὰ διὰ πάντα καὶ τούτων πλείονα. ὁ γὰρ θεὸς ἐν δυσὶ ταύταις δυνάμεσι γνωριζόμενος, ταῖς τε θεωρίαις καὶ ταῖς ποιήσεσιν, οὐ νῦν μὲν θεωρεῖ, αὖθις δὲ τοῦ θεωρεῖν πέπαυται, οὐδὲ ἐν τῷδε μὲν τῷ μέρει τοῦ χρόνου ποιεῖ, αὖθις δὲ λήγοι μεταβαλλόμενος, ἀλλ' ἀεὶ ἐπὶ τῶν τοιούτων δυνάμεων ἑστηκώς, τὰς τῶν ὄντων γενέσεις ἐργάζεται. καὶ μή τις ἐπιφυέσθω ἐριστικῶς, ὅτι οὗτος ὁ λόγος συναΐδια τῷ θεῷ ποιεῖ τὰ ποιήματα· ἐγὼ γὰρ καὶ τούτοις οὐκ χρόνου τὴν γένεσιν δίδωμι, οἷς δὴ τὸν αἰῶνα συντάττω, κἀκείνου δὲ οὐκ ἀφαιροῦμαι τὸ θεωρεῖν· ἃ δὲ πρὸ τῆς τοῦ παντὸς ὑπάρξεως ἐθεώρη σεν, αὐτῷ ἂν ᾖ δῆλα τῷ μόνῳ θεῷ. ἐνάγει δέ με πρὸς τὸν λόγον καὶ ὁ μέγας Βασίλειος, «πρεσβυτέραν τινὰ κατάστασιν» τοῦ παρόντος κόσμου ἀποφαινόμενος, ἐν ᾗ δεδημιουργῆσθαι τὰς ὑπερκειμένας τάξεις θεολογεῖ. κἂν τοῦτον δέ τις ἀναιροίη τὸν λόγον, ἀλλὰ τό γε τοὺς λόγους ἔχειν τῶν μελλόντων συστῆναι «τὸν ἐπὶ πάντων θεὸν» οὐκ ἄν τις ἀντείποι νοῦν ἔχων, τοῦτο δ' ἄντικρύς ἐστι τὸ θεωρεῖν· οὐ γὰρ ὥσπερ ἡ φύσις τοὺς λόγους ἔχει τῶν γινομένων ἀνεπαισθήτως, οὕτω δὴ καὶ θεὸς ἀνεννόητος τῶν ἐσομένων ἐστίν, ἀλλὰ προθεωρῶν πάντα ἀρρήτως καὶ ὑπερουσίως, οἶδεν ἐν τίνι μέρει χρόνου τάδε ἢ τάδε γενήσεται. πολὺ γοῦν κάλλιον ἀπὸ τοῦ καθόλου τὸν λόγον κατασκευάζειν ἢ ἀπὸ τῶν μερικῶν παραδειγμάτων πιστοῦσθαι τὸ πρόβλημα. Ἀλλ' ἐγὼ μὲν ἴσως οὐκ ἀδέκαστος δικαστὴς τὰ ἑαυτοῦ θεωρῶν, ὁ κατὰ τὸν εἰρηκότα τοῖς ἐμοῖς «ἀμβλωθριδίοις γεννήμασιν» ὡς χρυσοῖς ἐνατενί ζων ἀγάλμασιν. ἐφ' ἑτέροις οὖν δικασταῖς εὐθυνέσθω τὸ κύημα· κἂν μὲν ὡραῖον φανῇ, μετὰ τῶν «σφυρηλάτων ἐν Ὀλυμπίᾳ σταθήσεται» καὶ ταῖς Φειδίου τέχναις εὐφυῶς ἀντιστήσεται· εἰ δὲ μὴ καλὸν μηδὲ ἄρτιον, ὑπὸ τὰς «Αἰγυπτίων» κρυβήσεται «σύριγγας» βαθεῖ σκότῳ ἐπηλυγαζόμενον.

Intertext edge

Open linked passage

Note