Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 7 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
κηʹ. Εἰς τὸ παροιμιακὸν ῥητὸν τὸ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλοις ἑπτά». Ἔγραψε μὲν ὁ Σολομῶν κατὰ τὴν ἐν τοῖς Βασιλείοις εὑρισκομένην ῥῆσιν «ἀπὸ τῆς κέδρου» φησίν, ἀρξάμενος «μέχρι τῆς ὑσσώπου τῆς ἐξερχομένης ἐκ τοῦ τοίχου», τοσοῦτον τοῖς φυσικοῖς προσεταλαιπώρησε δόγμασιν· ἃ δ' αὐτῷ καταλέλειπται βιβλία τέσσαρα τυγχάνει τὸν ἀριθμόν, ὧν τὸ μὲν Ἐκκλησιαστής, τὸ δὲ Σοφία, τὸ δὲ Παροιμίαι, τὸ δὲ Ἆισμα ᾀσμάτων ἐπιγραφὴν ἔχουσι· τοῖς γὰρ ἄλλοις αὐτοῦ συγγράμμασι προσ ομιλήσας Ἐζεκίας ὁ βασιλεύς, ἐπεὶ τὴν φύσιν εἶδεν ὑπερφωνήσαντα καὶ μέχρι τῶν ἀρρήτων προενηνεγμένα, ἐκεῖνα πυρὶ καταναλώσας, ταῦτα δὴ τοῖς ἐπιγενομένοις κατέλιπε. Τὸ μὲν οὖν τῆς Σοφίας βιβλίον ἀπὸ τῆς ὑποθέσεως τὴν ἐπιγραφὴν ἑρμηνεύει· αὐτὸς γάρ ἐστιν ὁ διασαφῶν ὅπως αὐτῷ παρὰ τοῦ θεοῦ ἡ τῆς σοφίας ἐπωχετεύθη πηγή. τὸ δὲ τοῦ Ἐκκλησιαστοῦ καὶ τὸ τῶν Παροιμιῶν καὶ τὸ τοῦ Ἄισματος τῶν ᾀσμάτων πολὺ τὸ κεκρυμμένον ἔχει καὶ δυσερ μήνευτον. ὅσον δ' οὖν πρὸς τὸν παρόντα λόγον ἀρκεῖ, ὁ μὲν Ἐκκλησιαστὴς μεσότης ἐστὶ δύο λαῶν, τοῦ τε ἀπὸ τῆς περιτομῆς φημι καὶ τοῦ ἐξ ἐθνῶν, οἷς ὁ ἐν σκιαῖς Σολομῶν, «ὁ ἀκρογωνιαῖος λίθος», ὁ τὰ διεστῶτα συναγαγών, μίαν ἐργασάμενος ἐκκλησίαν, αὐτὸς δὴ πρῶτος ἀνέστηκεν ἐκκλησιάζων καὶ τὰ εἰκότα τοῖς ἐκκλησιασθεῖσιν ὑποτιθείς. τὸ δέ γε Ἆισμα τῶν ᾀσμάτων ἡ τελευταία τοῖς ἀνιοῦσι πρὸς θεὸν πέφυκε βαθμίς, ἐν ᾗ τῷ τοῦ ἐραστοῦ κάλλει καὶ ἐρωμένου ἡ ποθοῦσα καὶ ποθουμένη καταστραφθεῖσα ψυχὴ τὸν νοητὸν ᾄδει παιᾶνα, ἢ μᾶλλον ὡς ἐν γαμηλίῳ διασκευῇ τὸν θεῖον ἐπιθαλάμιον, ὃς δὴ κατὰ τὴν παρ' ἡμῖν φιλοσοφίαν καὶ «τέχνη τεχνῶν» ἐστι «καὶ ἐπιστήμη ἐπιστημῶν», καὶ μᾶλλόν γε ᾆσμα ᾀσμάτων, οὐχ ὡς μόνον ὑπερεκπῖπτον τὰ τῇδε ᾄσματα, ἀλλ' ὡς καὶ ταῖς λοιπαῖς θείαις ᾠδαῖς τὸ προσῆκον μέλος παρέχον καὶ τὸν ῥυθμόν. αἱ δὲ Παροιμίαι λόγοι τινές εἰσιν ἠθικοὶ τὴν ψυχὴν ἀρρενοῦντες καὶ σωφρονίζον τες, τοσοῦτον τῆς Στωϊκῆς μεγαληγορίας παραλλάττοντες ὅσον ἐκεῖνοι μὲν σαφῶς δὴ καὶ ἀσυμβόλως τὰ τῶν παραινέσεων διετίθουν συγγράμ ματα, αἱ δὲ Παροιμίαι, τῷ πλαγίῳ τῶν λέξεων καὶ ταῖς ἐμφαντικαῖς φάσεσι τὴν ὠφελοῦσαν διάνοιαν ὑποκρύπτοντες, ἅμα τε τὰ τῶν ἀκρο ωμένων ἤθη ἐς τὸ σωφρονέστερον καταστέλλουσι καὶ τοὺς δοκιμωτέρους ὁμιλητὰς πρὸς τὸ τῆς ἀσαφείας βάθος διερεθίζουσιν. ἐντεῦθεν γὰρ καὶ Παροιμίαι κατωνομάσθησαν, οἷον παρὰ τὸν προκείμενον οἶμον διεξοδεύ σεις, ὅπερ ἐστὶ λόγος αἰνίγματι ὅμοιος καὶ πλήρης ἐμφάσεως, πλαγίως καὶ ἐκ περιόδου ὑποδεικνὺς τὴν ἀλήθειαν. Ἡ μὲν οὖν διαίρεσις τῶν συγγραμμάτων τοῦ Σολομῶντος ἥδε· διελό μενος δὲ οὕτως ταῦτα ἀπὸ μὲν τοῦ πλείστου, ἐν μὲν τῷ Ἄισματι θεολόγος ἐστίν, ἐν δὲ τῷ Ἐκκλησιαστῇ φυσιολόγος καὶ ἐν ταῖς Παροιμίαις παιδαγω γὸς ἀτεχνῶς ἐστι σωφρονιστής, τὸν δὲ «ἐν ἡμῖν παῖδα», ἤτοι τὴν ἄλογον καὶ νηπιώδη ψυχήν, τῇ τοῦ νοῦ ἡγεμονίᾳ ὑποτιθεὶς καὶ σωφρονίζων τούτου τὸ ἄτακτον. ἔστι δὲ ὅπῃ τῇ μὲν φυσιολογίᾳ θεολογικὰ ἐγκατα μίγνυσι δόγματα, τῇ δὲ θεολογίᾳ φυσικὰ θεωρήματα, ὣς δὲ καὶ ταῖς Παροιμίαις νῦν μὲν φυσικῶς, νῦν δὲ πρόσεισι θεολογικῶς, ὅτι καὶ «πάντα ἐν πᾶσι» κατὰ τὴν θεολογικὴν τοῦ Πρόκλου Στοιχείωσιν, ἀλλ' ὅπου μὲν παραδειγματικῶς, ὅπου δὲ εἰκονικῶς, ὅπου δὲ καθ' ὕπαρξιν. Τοιοῦτόν ἐστι καὶ ὃ τὴν τήμερον προβεβλήκατε ἀποδιελόντες τῶν Παροιμιῶν· «ἡ σοφία» γάρ φατε «ᾠκοδόμησεν ἑαυτῇ οἶκον» καὶ τὰ ἑξῆς, ὃ δὴ καὶ ἠθικῶς ἄν τις ἐφερμηνεύσειε καὶ φυσικῶς καὶ δογματικῶς. ἀλλ' εἰ μέν τις εἰς τὸ ἦθος ἀναβιβάσει τὸν νοῦν, σοφίαν ἐνταῦθα τὴν ἐπιστημονικὴν ἕξιν οἰήσεται, ἥτις δὴ τὴν ὑποδεξαμένην περιλαβοῦσα ψυχήν, ὥσπερ τινὰ οἶκον ἑπτὰ στύλοις ἐπερειδόμενον ἀπειργάσατο· ἔοικε γὰρ πᾶσα ψυχὴ παιδεύσεως ἄμοιρος φρουρίῳ τινὶ ἑκατέρωθεν ἐκβολὰς ἔχοντι καὶ ταῖς τῶν πολεμίων ἐφόδοις ἀναπεπταμένῳ, παιδαγωγηθεῖσα δὲ καὶ τῷ τῆς σοφίας κάλλει καταστραφθεῖσα οἴκῳ τινὶ κατακλείστῳ οὐ «ῥιπισταῖς θυρίσι διεσταλμένῳ» κατὰ τὴν θείαν φάναι γραφήν, ἀλλὰ πάντοθεν καταφράκτῳ καὶ πολλοῖς διεζωσμένῳ περιβόλοις καὶ τείχεσι καὶ στύλοις ἐπερειδομένῳ ἑπτά. «ἡ σοφία» γάρ φησιν «ᾠκοδόμησεν ἑαυτῇ οἶκον»· οἶκος δὲ τῆς σοφίας ἐστὶν ἡ ψυχή, ἥτις ἀπὸ τῶν θεωρη μάτων τῶν ἀπὸ τοῦ νοῦ διεξοδευομένων συλλεγεῖσα τῇ κτησαμένῃ ὁμοῦ τε ἐκείνην φρούριον ἀνάλωτον ἀπειργάσατο καὶ αὐτὴ δὴ ἐν μέσῳ φρουρὸς ἄγρυπνος κάθηται, τούς τε λοχίζοντας ἀφανῶς καὶ τοὺς φανερῶς ἐμβάλ λοντας ἀποκρουομένη. ἀλλὰ δέος μή που καταπέσῃ ὑπολισθῆσαν τὸ φρούριον; ἀλλ' ἑπτὰ στύλοις διείληπται, στῦλος δὲ τῆς σοφίας ἡ διάφορος τῶν τεχνῶν καὶ ἐπιστημῶν γνῶσις· οἳ δὴ πολλῷ διατεταμένοι τῷ μήκει κατὰ βάθος οἷον ἐρρίζωνται καὶ ὑψοῦ τὸν οἶκον ἀνέχουσιν. ἑπτὰ δέ εἰσιν οἱ στῦλοι οὐχ ὡς ἀριθμῷ ὡρισμένῳ ποσούμενοι, ἀλλ' ὡς ἀπείρῳ μέτρῳ ὑπερεκτεινόμενοι· ὃ γὰρ ἡμῖν τὰ πολλά, τοῦτο τοῖς Ἑβραίοις ὁ ἑπτὰ ἀριθμός· οὐ γὰρ ἑπτάδα ἐνταῦθα νοητέον τὴν ὑπερκειμένην τὴν ἑξάδα, ἀλλὰ τὸν ἄπειρον ἀριθμόν. πολλῶν γὰρ ὄντων τῶν ἀριθμῶν, ἃ δὴ νῦν στῦλοι λέγεται τροπικῶς, εἰ τοῖς ἑπτὰ μόνοις ὁ τῆς σοφίας οἶκος ἐπήρεισται, τῷ πλείονι μέρει ὑποσεσάθρωται, διὰ τοῦτο τοῖς ὅλοις ἐφέστηκε στύλοις, ἵνα μὴ διολισθαίνῃ ἐν μηδενί. Οὕτως μὲν ἄν τις ἠθικῶς ἀποδοίη τὸν περὶ τοῦ οἴκου τῆς σοφίας λόγον. εἰ δὲ καὶ βούλοιτο φυσικῶς αὐτὸν κατιδεῖν, σοφίαν ἐνταῦθα τὴν ὑποστατι κὴν «τοῦ ἐπὶ πάντων θεοῦ» καὶ πατρὸς λογιζέσθω δύναμιν, αὐτόν φημι «τὸν μονογενῆ» ἐκείνου «υἱόν», ὃς δὴ καὶ «λόγος» καὶ «σοφία» καὶ «βραχίων» καὶ «δύναμις» τοῦ πατρὸς λέγεται κατὰ διαφόρους θεωρημάτων ἐπιβολάς. αὕτη τοιγαροῦν ἡ σοφία οἶκον ἑαυτῇ ᾠκοδόμησε, τὸν σύμπαντά φημι κόσμον, ὅσος δὴ νοητός ἐστι καὶ ὅσος αἰσθητός. ἀλλὰ νῦν μηδέν τι περὶ τοῦ νοητοῦ διαλάβωμεν, προκείσθω δὲ ἡμῖν ὁ αἰσθητὸς εἰς ἐξέτασιν, ὃν δὴ ἑαυτῇ ὥσπερ τινὰ οἶκον ἡ σοφία ἐπῳκοδόμησεν, οὐχ ἵνα τούτῳ ἐπιστηρίζοιτο ἢ ἐπαναπαύοιτο· πῶς γὰρ ἂν χωρηθῇ τῷ περιγεγραμμένῳ ὁ ἀχώρητος, ἢ τίς ἕδρα τῷ ὑπὲρ πάντα καὶ ἐφ' οὗ δὴ τἆλλα ἥδρασται; ἀλλ' οὐ τοιοῦτον ἐνταῦθα τῆς ἀντωνυμίας τὸ σημαινόμενον, ἀλλὰ τὸ ἑαυτῇ τὸ ἀφ' ἑαυτῆς δηλοῦν ἐστιν, ὡς μήτε ὕλης δεηθείσης μήτε τινὸς εἰς τὰ ἔξω συννεύσεως ἢ ἐπικλίσεως εἰς τὴν τοῦ σύμπαντος κόσμου οἰκοδομήν. Περὶ δὲ τῶν ἑπτὰ στύλων Ἕλληνες ὅ τι βούλοιντο φυσιολογείτωσαν, «ἀχαλινώτοις», ὅ φασι, «στόμασι» τοὺς πλάνητας ἐπεισκυκλοῦντες τῷ λόγῳ, οἷς δὴ ὡσανεὶ στύλοις ἑπτὰ τὰ τῇδε σύμπαντα ὑπεστήρικται· τούτοις γὰρ δὴ καὶ τὴν διοίκησιν ἐπιτιθέασι τοῦ παντὸς καὶ ταῖς ἀνατολαῖς αὐτῶν καὶ ταῖς φαύσεσι, δύσεσί τε καὶ κρύψεσι καὶ πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς ἀλλήλους, πρὸς αὐτήν τε τὴν γῆν σχηματισμοῖς τὰ τῇδε πάντα διοικεῖσθαι καὶ φέρεσθαι. ἀλλ' ἐγὼ οὐδέποτ' ἂν ἐκείνοις περὶ τούτου συμφήσαιμι, μὴ οὕτως ἐμαυτοῦ ἐκσταίην, ἀλλ' ὁ σοφώτατος οὗτος Σολομῶν, τῆς Ἑβραΐδος σοφίας καὶ διαλέκτου οἷον ἀπάνθισμα ὤν, ὥσπερ παρ' ἡμῖν εἰσί τινες τὴν γλῶτταν πλουτοῦντες καὶ Ἀττικίζοντες, τοῖς τῶν πατρίων ἰδιώμασι χαίρει· τροπολογία δὲ τῆς κατ' ἐκείνους γλώττης τὸ ἰδιαίτατον. ἰδὼν γοῦν τὸν μὲν σύμπαντα οὐρανὸν ἐπὶ τῆς αὐτῆς ἑστηκότα οὐσίας ἀμετάβλητόν τε καὶ ἀναλλοίωτον, τόν τε ὑπὸ σελήνην κόσμον ταῖς διαδοχαῖς τε καὶ μεταβολαῖς τὸ ἀθάνατον ἔχοντα, καὶ θαυμάσας μὲν τὸ ἐν τῇ θνητῇ οὐσίᾳ οἷον ἀθάνατον, κυριολεκτῆσαι δὲ τοῦτο μὴ δυνηθείς, τὸ ἑστὼς αὐτοῦ καὶ μόνιμον δι' ὑποστηρίξεως ἑπτὰ στύλων ἐτροπολόγη σεν. Τοιοῦτος μὲν καὶ ὁ φυσικὸς λόγος· ὁ δέ γε θεολογικὸς πολλῆς μὲν δεῖται τῆς περιόδου, ἀλλ' ἡμεῖς γε καὶ τοῦτον συστείλαντες ἐν βραχεῖ παραδώσομεν. ἡ γὰρ πρώτη καὶ θεία σοφία, «ὁ τοῦ πατρὸς» ἐνυπόστατος «ὅρος καὶ λόγος», ὁ μεσιτεύσας θεῷ καὶ ἀνθρώποις καὶ χρηματίσας λίθος ἀκρόγωνος, ὁ ἀποδεδοκιμασμένος ποτέ, ἐπ' ἐσχάτων τῶν αἰώνων, ὅτε τὸ πλήρωμα τοῦ τῆς κατ' αὐτὸν εὐδοκήσεως χρόνου ἐλήλυθεν, ὥσπερ [τινὰ] οἶκον τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἀχράντων τῆς θεοτόκου αἱμάτων τὴν ἀνθρωπίνην φύσιν ἀτομώσας, ᾠκοδόμησέ τε καὶ συνεστήσατο καὶ ὑπήρεισε τοῦτον στύλοις ἑπτά, οἵτινές εἰσιν αἱ τῶν ἀρετῶν γενικώταται, ἃς δὴ ὁ μὲν Σολομῶν στύλους ὀνομάζει, ὁ δὲ μετ' ἐκεῖνον γενόμενος Ἡσαΐας πνεύματα. οὐ γὰρ ὥσπερ ἡμῖν τὰ σώματα πρὸς κακίαν εὐόλισθα πέφυκε καὶ ταῖς ἐφ' ἑκάτερα τῶν γνωμῶν μετακλίσεσι τῇδε ἢ τῇδε συννεύοντα ἢ ἀποκλίνοντα, οὕτω δὴ καὶ τὸ κυριακὸν πρόσλημμα αὐτῷ τῷ πλάσαντι ᾠκοδομήθη θεῷ, ἀλλ' ἑστὼς ἀμετά [κλ] ιτον ἐπὶ τῆς τοῦ οἰκοδομήσαντος δόξης τε καὶ δυνάμεως, ταῖς τῶν ἀρετῶν χάρισιν οἷα δή τισι στύλοις [ἐ] πεστηριγμένον ἑπτά· σοφόν τε γὰρ ἦν καὶ ἰσχυρὸν καὶ συνετὸν καὶ τἆλλα οἷς ἡ θεία γραφὴ τοῦτο ἐμπε [δοῖ· «οὐ γὰ] ρ ἐποίησεν ἁμαρτίαν» ὁ [..] «οὐδ' εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». καὶ «ὁ ἄρχων» δὲ «τοῦ κόσμου» προσβαλὼν «[οὐκ ἔχει] ἐν αὐτῷ οὐδέν». ἡμῖν μὲν γὰρ διὰ τὴν ἁμαρτίαν ἡ γένεσ [ις, ἐκείν] ῳ δὲ διὰ τὴν ἡμῶν ἐκ [τῶν ἁμαρτημά] των σωτηρίαν ἡ κάθοδος. Ἔδει μὲν καὶ τὴν σφαγὴν τῶν θυμάτων ἀλληγορῆσαι καὶ τὸν τῆς ἀμβροσίας κρατῆρα, ὃν αὑτὸν αὐτὸς θύσας συνεκέρασε, τί τε τὸ ὑψηλὸν κήρυγμα καὶ τίς ἡ π [ρὸς] τοὺς ἄφρονας κλῆσις καὶ ἔκκλισις. ἀλλ' ἵνα μὴ ἡ πλείων τοῦ λόγου τροφὴ καταβαρύνῃ τὸν ὑμέτερον ν [οῦν], νῦν μὲν ἐνταῦθα ὁ λόγος κατακεκλείσθω, ἐσαῦθις γοῦν καὶ τὸ λειπόμενον μέρος τοῦ λόγου μικρόν τι ἀν [α] πνεύσασιν ἀποδώσομεν.

Intertext edge

Open linked passage

Note