Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1
Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ «ἀπ' ἄρτι ἐγὼ οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου» Ἐπειδὴ πρὸς τῷ πέρατι γέγονε τῆς μετὰ τοῦ σώματος ἐν τῷ βίῳ διαγω γῆς, συμπεραίνεται ἑαυτῷ καὶ ξύμπασαν τοῦ σώματος τὴν διοίκησιν καὶ τὴν σωματικὴν ἑαυτῷ ἀπαγορεύει τροφήν, καὶ «ἀπ' ἄρτι» μέν φησι «μη κέτι πιεῖν ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου» ταύτης, ὕστερον δέ ποτε σπάσαι τοῦ νάματος καινοτέρῳ πόσεως τρόπῳ καὶ συμπιεῖν τοῦτο τοῖς μαθηταῖς. πρὸ δὲ τῆς κατὰ μέρος τούτου τοῦ λογίου συνεξετάσεως ὁ λόγος καὶ τοῦτο ζητεῖ· διὰ τί νῦν τὸ μὲν τῆς ἀμπέλου γέννημα νῦν μὲν ἑαυτῷ ἀπαγορεύει, εἰς ἄλλην δὲ ζωὴν ἀποτίθεται, οὐδὲν δὲ τοιοῦτο περὶ τοῦ ἄρτου φησίν, ἄμφω δὲ κοινὰ πρὸς ὑπόστασιν τῷ ῥέοντι σώματι; Τοῦτο γοῦν πρῶτον λύσαντες, οὕτω δὴ καὶ πρὸς τὰ λοιπὰ βαδιούμεθα ἄπορα. ἔστι δὲ λύσιν ἐπενεγκεῖν τῷ λόγῳ τὴν μὲν ἱστορικωτέραν, τὴν δὲ θεολογικωτέραν καὶ κρείττονα. ἱστόρηται γὰρ ὁ κύριος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν μέρος τι ἀπολαβὼν τοῦ μελισσείου κηρίου ἐδηδοκέναι, μὴ μέντοι γε καὶ πόματι χρήσασθαι· δι' ὃν μέν τινα λόγον τοῦτο πεποίηκε, κατιόντες ἐροῦμεν, ὅτι δ' οὕτως ἐγένετο, ἡ ἱστορία διασαφεῖ. ὡς οὖν μέλλων αὖθις μὲν φαγεῖν, μὴ μέντοι πιεῖν, τούτου μὲν τοῦ μέρους οὐκ ἐμνημόνευσε, τὸν δὲ οἶνον μόνον ἐς ἄλλην ζωὴν τεταμίευται νῦν ἀποθέμενος. Ἡ δὲ μυστικωτέρα λύσις αὕτη, ὡς αἱ τοῦ σώματος αὗται τροφαί τε καὶ πόσεις ἀναλογίαν ἔχουσι πρὸς τὰς ἐν ψυχῇ, δεῖ γὰρ καὶ ταύτην τὸ μέν τι φαγεῖν νοητῶς, τὸ δὲ καὶ πιεῖν. καὶ ὥσπερ τῶν προσφερομένων τῷ σώματι τὰ μὲν γεωδέστερα πέφυκε καὶ παχύτερα, τὰ δὲ εὐροώτερα καὶ λεπτότερα, οὕτω δὴ καὶ τῶν ὑποστηριζόντων τὴν τῆς ψυχῆς οὐσίαν νοητῶν θεαμάτων τὰ μὲν εὔχυτά πώς εἰσι καὶ λεπτά, δι' ὁλῆς αὐτῆς εὐθὺς ἀκαμάτως διαφοιτῶντα, τὰ δὲ ταπεινότερα καὶ οὐκ εὐθὺς τρέφοντα. ἐπεὶ δὲ ἐν ἀπορρήτοις αὐτοῖς ὁ κύριος τῶν θείων μετεδίδου νοήσεων, νῦν μὲν ἀμυδρῶς πως καὶ παχυτέρως, νῦν δὲ ὑψηλῶς καὶ θεωρητικῶς, ἡ δὲ τοιαύτη μετάδοσις κοινή πως ἀμφοῖν ἦν, τῷ τε κυρίῳ καὶ τοῖς μαθηταῖς (οὐδὲν γὰρ ἧττον κἀκεῖνος ἐτρέφετο τῶν μαθητῶν τρεφομένων καὶ στηριζομένων τῷ λόγῳ), περὶ μὲν τῆς παχυτέρας τροφῆς οὐδένα λόγον ποιεῖται, ὡς μηδεμίαν χώραν ἐχούσης ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ (ἐκεῖσε γὰρ ἡμῖν γενομένοις ἡ λεπτοτέρα ἐπιχεῖται καὶ κρείττων), περὶ δὲ τῆς αἰθεριώ δους καὶ μείζονος μνημονεύων φησί· «ἀπ' ἄρτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννή ματος τῆς ἀμπέλου ταύτης», τουτέστι οὐκέτι παραδώσω ὑμῖν τὰ θεῖα μυστήρια ἐν αἰνίγμασιν, ἀλλὰ «συμπιοῦμαι ὑμῖν» ταῦτα «καινῶς ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου». Τοῦτο μὲν οὖν τοῦ λόγου τὸ πάρεργον· αὐτῆς δὲ ἤδη ἁψώμεθα τῆς ὑποθέσεως. ἰστέον τοίνυν ὅτι πολυσήμαντός ἐστιν ἡ τοῦ θεοῦ βασιλεία παρὰ τῇ θείᾳ γραφῇ· νῦν μὲν γὰρ αὐτὸν δηλοῖ τὸν ἐνυπόστατον λόγον ὡς τῶν πάντων ἀρχήν, νῦν δὲ τὴν διδασκαλικὴν τοῦ πνεύματος ὑφήγησιν, καὶ αὖθις τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ πάλιν τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐκφαντικώτερον δὲ τὸν νοητὸν διάκοσμον ξύμπαντα καὶ τὴν ἐκεῖσε διαγωγήν. τὰ μὲν οὖν ἄλλα τῆς βασιλείας σημαινόμενα οὐκ ἔχει χώραν ἐν τῷ παρόντι· δύο δὲ ταῦτα οἰκεῖα τῷ λόγῳ ἐστίν, ἥ τ' ἐκ τῶν νεκρῶν τοῦ κυρίου ἀποκατάστασις ἐν τῇ γῇ καὶ ἡ αἰωνίζουσα τῶν ἁγίων μετὰ τῶν ἄλλων ἀγγέλων διαγωγή. πρὸς ἃ δεῖ καὶ διττὴν τὴν ἀπάντησιν ποιήσα σθαι. εἰ μὲν γὰρ βασιλείαν τὴν μετὰ τὴν ἀνάστασιν ἐν τῇ γῇ ὑπολήψῃ συναναστροφήν, οὕτω νοήσεις τὸ λόγιον, ὡς ἡ μὲν φύσις αὐτῷ τοῦ σώματος οὐ μετήλλακται μετὰ τὴν ἐμψύχωσιν, πάθεσι δὲ οὐδὲ τοῖς ἀδιαβλήτοις ὑπέκειτο· οὔτε γὰρ τῆς ἔξωθεν λιβάδος ἦν ἐνδεὴς οὔθ' ἑτέρας τροφῆς ὑποστηριζούσης. ὀστέοις μὲν γὰρ καὶ νεύροις συνηρήρειστο καὶ μέλεσι συνετέθειτο καὶ ἄρθροις συνήρμοστο, πλῆρες δὲ ἦν ἑαυτῷ καὶ αὔταρκες, οὐκέθ' ὑπορρέον οὐδὲ χρῇζον ἀναπληρώσεως. ἐπεὶ δὲ οὕτως ἔχον ὑπετό παζον ἴσως τινὲς ὡς ἄλλο ἀντ' ἄλλου ἐγήγερτο, τὴν τοιαύτην ἀπορραπίζων ὁ κύριος ἔννοιαν, νῦν μὲν τὰς παλάμας δίδωσι τῷ διδύμῳ Θωμᾷ, ἵνα τοὺς τύπους γνωρίσῃ τῶν τρήσεων, νῦν δ' ἀπογυμνοῖ τούτῳ τὴν διανυγεῖσαν πλευρὰν πρὸς τὴν λόγχην ἐσχηματισμένην τὴν νύξασαν· αὖθις δὲ τροφὰς τοὺς μαθητὰς ἐξαιτεῖ καὶ γεύεται τούτων καὶ τὴν φύσιν πιστοῦται τοῦ σώματος, οὐδὲ γὰρ εἰς προσθήκην αὐτῷ τὸ γεγενημένον ἐγένετο, ἀλλ' εἰς σημεῖον μόνης τῆς φύσεως. καινῶς οὖν μετὰ τὴν ἀνάστασιν συνδιαιτᾶται τοῖς μαθηταῖς. εἰ δὲ ἴσως ἐν ἀπορρήτοις καὶ πέπωκε, «καινὸν» αὐτῷ τὸ ξυμπόσιον γέγονεν· οὐ γὰρ διὰ τῶν φλεβῶν εἰς ἅπαν τὸ σῶμα μετωχε τεύθη οὐδὲ πρὸς τὴν ἀπορροὴν ἀντεπέρρευσεν, ἀλλὰ τὴν φύσιν καὶ μόνην τοῦ ἀναστάντος ἐπιστώσατο σώματος. Οὕτω μὲν οὖν, εἰ βασιλείαν νοήσεις τὴν ἐν τῷ κόσμῳ μετὰ τὴν ἐκ νε κρῶν ἔγερσιν συνδιαγωγήν· «ἐδόθη μοι» γάρ φησιν «ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». εἰ δὲ τὸ τῆς βασιλείας σημαινόμενον ἐπὶ τῆς νοητῆς ἑλκύσεις τοῦ κυρίου μετὰ τῶν ἀποστόλων συναναστροφῆς καί, ἵν' οὕτως εἴποιμι, συμβιώσεως, ἣν «κεκρυμμένην ζωήν» φησιν ὁ ἀπόστολος, καινὴν ἐκεῖσε πόσιν ἢ καὶ συνεστίασιν ὑπολήψῃ τὴν θειοτέραν τοῦ κυριακοῦ σώματος κατανόησιν· συμπεπώκασι μὲν γὰρ κἀνταῦθα τῷ διδασκάλῳ οἱ μαθηταὶ τοὺς λόγους τοῦ σώματος καὶ τὸ μέτρον ὅσον ἐφικτὸν ἔγνωσαν τῆς συγκαταβάσεως, καὶ πρὸς τὸ πάσχα πρὸς αὐτοῦ τοῦ τελετάρχου τελούμενοι καὶ τὸν ἀμνὸν βεβρώκασι καὶ τὸ ἐκεῖθεν ἐκχυθὲν αἷμα πεπώ κασιν, οὐ μέντοι οὕτως τῷ μεγάλῳ ἱερείῳ προσεληλύθασιν οὐδὲ τῶν θυμάτων ἐγεύσαντο, ὡς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τούτων ἐμφορηθήσονται. ἐνταῦθα μὲν γὰρ μετὰ σώματος οὖσι ῥευστοῦ καὶ οἱ λόγοι σωματικώτεροι καὶ αἱ τροφαὶ ταπεινότεραι· ἐκεῖσε δὲ γενομένοις καὶ συναπαθανατισθέν τος τοῦ σώματος ταῖς ψυχαῖς αὐτῶν καὶ τοῦ χείρονος καταποθέντος ὑπὸ τοῦ κρείττονος, οὐ διὰ γεννήματος ἀμπέλου τὸ συμπόσιον τελεσθήσεται οὐδὲ ἄρτος τμηθήσεται καὶ δοθήσεται. ἀλλ' οὐδὲ οἱ τούτων λόγοι οὐ πάντῃ μετέωροι ἔσονται, ἀλλὰ καὶ «τοὺς οὐρανοὺς ὄψονται ἔργα τῶν δακτύλων αὐτοῦ», ὡς τότε μὴ καταλαβόντες ὅσον ἐστὶ τὸ ὁρώμενον. μεταλήψονται δὲ καὶ ἄρτου οὐ σωματικοῦ τε καὶ ῥέοντος, ὣς δὲ καὶ οἴνου οὐκ ἐξ ἀμπέλου πηγάζοντος, ἀλλ' αὐτοῦ τοῦ θείου σώματος νοηταῖς καὶ θείαις ἐδωδαῖς ἐς τὸ ἀεὶ κορεννύμενοι, καινῶς μετὰ τοῦ θείου ἑστιά τορος τῷ συμποσίῳ συνευφρανθήσονται. Εἰ δ' ὅτι ἀνωτέρω τοῦ λόγου εἴρηκα συμφαγεῖν μὲν τὸν κύριον ἱστο ρεῖσθαι τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν, μὴ μέντοι γε συμπιεῖν, διὰ τοῦτο τὸ ἐν ταῖς Πράξεσι τοὺς πολλοὺς θράττει ῥητόν, ὃ δὴ δημηγορῶν ὁ Πέτρος φησὶν ὅτι «συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ», ἴστωσαν ὡς πρὸς δύο ταῦτα τοὺς πολλοὺς τότε ταράττοντα ἀπήντησαν οἱ ἀπόστολοι. οἱ μὲν γὰρ μὴ ἀνεστηκέναι τὸν κύριον ᾤοντο, οἱ δὲ τοῦτο μὲν προσίεντο, μεθ' ἑτέρου δὲ σώματος ἀυλοτέρου καὶ κρείττονος. πρὸς μὲν οὖν τὸ πρῶτον ὁ Πέτρος ἀπαντᾷ, ὅτι καὶ «συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ»· οὐ γὰρ ψιλῶς ἡμῖν ἐφαντάσθη ἀναστὰς ἐν σκιαῖς τισι καὶ εἰδώλοις, ἵνα τοῖς ὀφθαλμοῖς ἀπιστήσωμεν, οὐδὲ προσιοῦσιν ὑπέρρει τε καὶ ὑπέτρεχεν, ὥσπερ δή φασι τὰ τῶν «καμόντων εἴδωλα» ἁφὴν ἀνθρωπίνην μὴ ὑφιστά μενα, ἀλλὰ ξυμπίνουσιν ἡμῖν καὶ συνεσθίουσι παρεγένετο, οὐκ αὐτὸς ἐσαεὶ συμπίνων ἐκείνοις καὶ συνεσθίων (τοῦτο γὰρ ἅπαξ ποτὲ πεποίηκε, τὸ σῶμα πιστούμενος), ἀλλ' ὅτι ἐκείνοις συνεστιωμένοις συνῆν. ἡ γὰρ πρόθεσις ἐνταῦθα τῆς τῶν μαθητῶν συνεστιάσεως τυγχάνει δηλωτικόν, οὐ μέντοι γε συμπεριληπτικὸν καὶ τοῦ κυρίου αὐτοῦ ὅσον εἰς τὴν τῶν τρο φῶν μετάληψιν. ὁ δέ γε εὐαγγελιστής, πρὸς τοὺς οἰομένους ἄλλο ἐγηγέρ θαι σῶμα ἀπαντῶν, τὸν κύριον εἰσάγει καὶ μετὰ τὴν ἐκ τῶν νεκρῶν ἔγερσιν εἰς πίστωσιν τοῦ ἀναστάντος σώματος τροφῆς ἁψάμενον. πλὴν εἰ καὶ τὸ ἕτερον πεποίηκε, θάτερον δὲ παρῆκεν, οὐδὲν τῷ λόγῳ λυμαίνεται τῆς ἀληθείας· κἂν ἄμφω δὲ ἐπ' ὄψεσι τῶν μαθητῶν προσηνέγκατο, δε δόσθω τὸ μὲν διῃρημένως τὸν εὐαγγελιστὴν εἰσαγαγεῖν, τὸ δὲ συνῃρημέ νως τὸν Πέτρον. ἀλλ' ἡμῖν ὁ λόγος προέβη εἰς τὸ λεπτότερον τὴν ἐξ ἀρχῆς συνιστῶσιν ἐπίλυσιν, ἥν, διότι τὴν πόσιν ἑαυτῷ μόνον ἀπηγόρευσεν ὁ κύριος, ἀλλ' οὐχὶ καὶ τὴν ἑστίασιν, ἐπηγάγομεν.