Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1
[..] Εἰς τὸ «προέκοπτεν ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι» Καὶ τοῦτο τῶν δυσκαταμαθήτων καὶ λίαν ἐργώδη κεκτημένων τὴν νόησιν, πῶς ὁ καθ' ἡμᾶς γεγονὼς λόγος «προέκοπτεν ἡλικίᾳ καὶ χάριτι». ζητεῖ γὰρ ὁ λόγος τίς ἡ τοῦ τελείου προκοπή, καὶ πῶς μετὰ τῆς ἡλικίας καὶ ἡ χάρις αὐτῷ ἐλάμβανε τὴν ἐπαύξησιν. ἐφ' ἡμῶν γὰρ ἀτελῶν ὄντων τὸ μέν τι εἰσαγωγή ἐστι, τὸ δὲ προκοπή, τὸ δὲ φωτισμός, τὸ δὲ τελείωσις· δεῖ γάρ τινα προσαχθῆναι τῇ ἀρετῇ, εἶτα κατὰ ταύτην τὴν προκοπὴν ἔχειν, καὶ μετὰ ταῦτα τῷ φωτὶ λαμπρυνθῆναι τῆς γνώσεως, καὶ τέλος τῆς ἀκροτάτης τυχεῖν τελειώσεως· οὕτω γὰρ καὶ τῷ θείῳ Διονυσίῳ διατετύ πωται ταῦτα καὶ προεξήτασται. ὁ δὲ θεὸς κατά τε τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τέλειος ὤν, ποίᾳ προέκοπτε χάριτι; πᾶσα γὰρ προκοπὴ ἐκκοπὴ μέν ἐστι τοῦ ἀτελοῦς, πρόσληψις δὲ τοῦ τελειοτέρου· ἐφ' οὗ δὲ ἡ τελειότης εὐθύς, οὐκ ἔχει χώραν ἡ προκοπή. ἀλλ' ὁ εὐαγγελιστὴς προκόπτειν αὐτὸν ἡλικίᾳ καὶ χάριτι ἀκριβῶς πάνυ διισχυρίζεται· ζητη τέον οὖν ἡμῖν τὸ τῆς προκοπῆς ἐνταῦθα μυστήριον, ὃ δὴ τοιοῦτόν ἐστιν. Ὁ θεῖος λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν καὶ μέχρι τούτου συγκατα βὰς ἡμῖν ἐν δυσὶ φύσεσι μία ὑπόστασις ἦν· πρόσωπον γὰρ ὢν ἓν τῆς ὅλης θεότητος, τὸ αὐτὸ δὴ τοῦτο καὶ τῆς ὅλης ἐχρημάτισεν ἀνθρωπότητος καὶ γέγονεν ἐκ δυοῖν φύσεων ἕν. οὐ μέντοι γε ἐν τῇ καθ' ὑπόστασιν ἑνώσει τὰς συνεληλυθυίας φύσεις διέχεεν, ἀλλὰ καίτοι γε λαμπρᾶς οὕτω τῆς ἀντιδόσεως γενομένης, τὸ ἀσύγχυτον διεσώθη ταῖς φύσεσιν, οὔτε τῆς θεότητος ἀποσαρκωθείσης, ὥστε τῆς οἰκείας ἐκστῆναι φύσεως, οὔτε τῆς ἀνθρωπότητος οὕτως ἀποθεωθείσης, ὡς ἐκστῆναι τῆς ἰδιότητος. ἀλλ' ὅ τε λόγος «σὰρξ γενόμενος» ἀτρέπτως «ἐσκήνωσεν ἐν ἡμῖν», τό τε πρόσλημ μα θεωθὲν κἀντεῦθεν καταπλουτῆσαν τὸ ὑπερφυές, τῆς φυσικῆς ἀπώ λεσεν οὐδὲν ἰδιότητος. οὕτως οὖν ὁ τέλειος θεὸς καὶ ἄνθρωπος τὴν καθ' ἡμᾶς φύσιν ἀμφιασάμενος καὶ ἐν τῇ ἐσχατιᾷ ταύτῃ γενόμενος, οὐκ ἐν τῇ προσλήψει μόνον τοῦ σώματος τῆς ἀρρήτου συγκαταβάσεως ἐνεδεί ξατο τὸ μυστήριον, ἀλλὰ καὶ τῷ ταῖς σωματικαῖς αὐξήσεσιν ἕπεσθαι καὶ κατὰ τὸ ἀνάλογον τῆς ἐντεῦθεν προκοπῆς τε καὶ ἐπιδόσεως τὰς θείας ἐμφαίνειν μαρμαρυγάς. Ὥσπερ γὰρ ἡ ψυχὴ ἀτελὲς οὐδὲν ἔχουσα, ἑνωθεῖσα τῷ σώματι καὶ βαρηθεῖσα τῇ ὕλῃ οὐκ εὐθὺς ἐμφαίνει τὴν τελειότητα, ἀλλὰ κατὰ τὴν ἄρρητον πρὸς ἐκεῖνο συμπάθειαν συναυξάνει τούτῳ καὶ συνεπιδίδωσιν (ὅθεν ἄλλως μὲν ἐν τοῖς σπαργάνοις φαντασιοῦται ὁ ἄνθρωπος, ἄλλως δὲ παῖς ἢ ἀντίπαις γενόμενος, καὶ ἄλλως εἰς τὴν ἔφηβον ἡλικίαν τελῶν, ἀνδρὶ δὲ γεγονότι ἀθρόον ὑπολάμπει ὁ νοῦς, καὶ στερροτέρα μὲν ἡ διά νοια, αἱ δὲ ὁρμαὶ δυνατώτεραι καὶ αἱ περί τι δόξαι δυναμικώτεραι), οὕτω δὴ καὶ ὁ τὴν ἡμετέραν σάρκα θεὸς ἐνδυσάμενος, ἅπαξ αἵματι προσθέμενος καὶ σαρκί, οὐκ εὐθὺς τὰς θείας ἐνεδείκνυτο χάριτας οὐδ' ἀπὸ σπαργάνων ἐθαυματούργει οὐδ' ἀντίπαις γενόμενος τοῖς τυφλοῖς τὰς κόρας ἀποκατ έστησεν, ἀλλὰ κατὰ τὴν τῆς ἡλικίας προκοπὴν καὶ ἐπίδοσιν ἀναλόγως καὶ τὴν θείαν παρεδείκνυε δύναμιν. ὅθεν νῦν μὲν ἐν τῷ ναῷ διῆγε καὶ τὰς Μωσαϊκὰς γραφὰς διηρμήνευε, νῦν δὲ τὴν τῶν σαββάτων κατέλυε δύνα μιν, τῶν δὲ θαυματουργιῶν οὐκ εὐθὺς ἥψατο, ἀλλ' ὁπότε δὴ τὴν τῆς ἡλικίας τελείωσιν ὁ χρόνος ἐλάμβανε. καὶ τὰ τῶν Σαδδουκαίων δὲ διέλυεν ἐρωτήματα, ὁπότε δὴ τὸν κατὰ τῆς ἀναστάσεως ἐκεῖνοι λόγον ἐγύμναζον, ὁπηνίκα πρὸς τῇ τελειώσει τῆς ἡλικίας ἦν, τὰς δὲ ἰάσεις πρὸς αὐτῷ δὴ τῷ πάθει πεποίηκε, τότε γὰρ καὶ τὴν αἱμόρρουν ἰάσατο καὶ τὴν συγ κεκυφυῖαν ἀνήγειρε καὶ τὴν Ἰαείρου θυγατέρα ἤγειρε καὶ τῇ τοῦ ἑκατον τάρχου τὴν ζωὴν ἐχαρίσατο. τὸν δὲ φίλον Λάζαρον πότε τῶν μνημάτων ἀνέστησεν; οὐχ ὅτε ὁ Ἰουδαίων ὄχλος ἐμεμήνει ἐπὶ τῷ θαύματι καὶ τὴν δεξιὰν καὶ πάλαι φονῶσαν ἐπ' ἐκεῖνον καθώπλισε; τὴν δὲ ἀπειρόκακον ἡλικίαν πότε δὴ πρὸς τοὺς θείους ὕμνους διήγειρεν; οὐ μεθ' ὃ τὸ περὶ τὸν Λάζαρον θαῦμα πεποίηκεν; ὅρα γοῦν ὡς οὐκ εὐθὺς τὴν θείαν χάριν ἐδεί κνυεν οὐδ' ἅπαξ θαυματουργεῖν ἐναρξάμενος τὰ κρείττω τῶν θαυμάτων εἰργάσατο, ἀλλὰ τῇ τῆς ἡλικίας ἀνόδῳ καὶ προκοπῇ καὶ τῇ περὶ τὸν χρόνον αὐξήσει τὴν ἄρρητον τῆς θεότητος ἀπηύγαζε πᾶσι λαμπρότητα. Χρήσομαι δὲ πρὸς τοῦτο καὶ ἑτέρᾳ εἰκόνι τῶν αἰσθητῶν. ὁ λαμπρὸς οὑτοσὶ καὶ μέγιστος ἥλιος, εὐθὺς ἑῷος φανείς, ἀπηρτισμένῳ τῷ κύκλῳ καὶ ἀμειώτῳ φωτὶ καταλάμπει τὰ σύμπαντα, ἀλλ' οὐκ εὐθὺς καὶ τοῖς τὴν ἰσημερίαν οἰκοῦσι θερμὸς οὕτως ἐστὶ καὶ λευκότατος, ὥσπερ ὅταν κατὰ κορυφὴν αὐτῶν γένηται, ἀλλὰ θερμαίνει μὲν καὶ ἀνατέλλων εὐθύς, ἀνιὼν δὲ κατὰ μικρὸν καὶ πρὸς τὴν μεσημβρίαν προκόπτων θερμοτέρας τε ἀκτῖνας ἐκείνοις ἐφίησι, καὶ τῶν ἀπὸ τῆς γῆς ἀτμῶν ὑπεράνω γενό μενος οὐκ ἀνθρακώδης τὴν χροιάν, ἀλλὰ καθαρῶς ὁρᾶται λευκός· ὅτε δὲ ἐπὶ τοῦ μεσημβρινοῦ σημείου στήσει τὸ τέθριππον, ὁπότε καὶ ἀναπε παῦσθαι δοκεῖ, τηνικαῦτα λαμπρὸς ἄκρως καὶ διαυγάζων τῷ ὑποκειμένῳ γίνεται κλίματι. ἔστι δὲ κἀν τούτῳ γέννησις μὲν ἡ ἀπὸ τοῦ ὁρίζοντος ἄνο δος, ὁπότε δὴ ὥσπερ ἀπό τινων ὠδίνων λυθεὶς πρὸς τὴν καθ' ἡμᾶς οἰκουμένην διολισθαίνει· σπαργάνωσις δὲ ἡ τῶν ἀπὸ τῆς γῆς ἀναθυμιά σεων περιβολή τε καὶ ἐπικάλυψις· ἀπόλυσις δὲ τῶν ἐντεῦθεν δεσμῶν ἡ πρὸς τὸ μετέωρον ἄνοδος· προκοπὴ δὲ ἡλικίας ἡ κατὰ μικρὸν πρὸς τὸ τῆς μεσημβρίας τέλος ἐπίδοσις καὶ ἐπαύξησις· τελείωσις δὲ τῆς πάσης αὐξή σεως, ὅταν πρὸς αὐτὴν τὴν ἀκροτάτην ἁψῖδα γενόμενος, λανθανόντως κάτεισι καὶ πρὸς ἑσπέραν χωρῇ. Τοιαύτη τις ἦν καὶ ἡ τοῦ νοητοῦ ἡλίου κατὰ τὴν τοῦ σώματος αὔξησιν τῆς χάριτος προκοπή. ἀλλ' ὁ μὲν αἰσθητὸς ἥλιος κάτωθεν ἄνω ἴσχει τὴν γέννησιν, ὁ δὲ νοητὸς ἄνωθεν κάτω ἔσχηκεν, ἵνα καὶ αὐτὴν τὴν ὕλην ἐπὶ τῆς οἰκείας ἐπιφορτισάμενος φύσεως αἰθερώδη καὶ κούφην ἐργάσηται· καὶ ὥσπερ ὁ αἰσθητὸς ἥλιος οὐκ εὐθὺς τὸ λευκὸν παρεμφαίνει τοῦ χρώ ματος οὐδὲ τὸ ἰσχυρὸν τῆς θερμότητος, ἀλλὰ πρὸς τὰς ἀνόδους καὶ ταῦτα παραγυμνοῖ, οὕτω δὴ καὶ ὁ νοητὸς ἥλιος ἀνθρακώδης μὲν οἷον εὐθὺς γενόμενος ἦν, πολλοῦ πλήθων τοῦ αἵματος καὶ τὴν πρὸς τὴν σάρκα δεικνὺς οἰκείωσιν διὰ τὸ τῆς φύσεως ἀτελές, ἔπειτα οἷον ὑπεράνω τοῦ σώματος καθιστάμενος, τὸ λευκὸν ἐπεδείκνυ τῆς θείας αὐγῆς καὶ θερμοτέραις ἡμᾶς ταῖς ἀκτῖσιν ὑπέθαλπε, καὶ συνέσφιγγε μὲν τὸν πηλόν, τὴν θνητὴν καὶ ῥέουσαν φύσιν τῇ καθ' ἑαυτὸν δυνάμει διακρατῶν, διέχεε δὲ τὸ σκληρόν, τὴν ἐν ἡμῖν λιβάδα κάτωθεν ἀνέλκων καὶ τὸ ἀντίτυπον καταμαλάττων τῆς φύσεως· τῆς δὲ μεσημβρίας πλησίον γενόμενος, τῆς τοῦ χρόνου φημὶ τελειώσεως, τὰ παραδοξότατα δὴ τότε λαμπρῶς ἐξειργάζετο. Ἀλλ' ὁ μὲν αἰσθητὸς ἥλιος, ἐπὶ τῆς μεσημβρίας γενόμενος, κάτεισί τε τῆς ἀνωτάτω ἁψῖδος καὶ πρὸς δυσμὰς ἥκων ὑφαιρεῖ τι ὡς πρὸς τὴν πρὸς ἡμᾶς σχέσιν τῆς λαμπρότητός τε καὶ τῆς φαιδρότητος· ὁ δὲ νοητὸς ἥλιος, ὁπότε δὴ μᾶλλον ἔμελλε πρὸς δυσμὰς ἥκειν, τότε δὴ ἡλιοειδέστερος καὶ διαυγέστερος ἐπεδείκνυτο. τηνικαῦτα γὰρ καὶ τὸ καταπέτασμα ῥήγνυσι, τὴν πρὸς τὰ θεῖα ὑπεμφαίνων ἀκώλυτον εἴσοδον, διαρραγέντος οἷον καταπετάσματος τοῦ ἐπιπολάζοντος τῷ πνεύματι γράμματος· καὶ τὰς πέτρας διέσχισε, τὰς ἀντιτύπους καρδίας καὶ ἀτεράμονας διαρραγήσεσθαι οἷον ὑπαινιττόμενος τῷ ἀρότρῳ τῆς χάριτος καὶ πρὸς καρπογονίαν ἐπι τηδείας γενήσεσθαι· τόν τε μέγαν τοῦτον φωστῆρα ἀχλύι κατακαλύψας τὸ πᾶν πεποίηκεν ἀλαμπές, ἀπόρρητόν τι ἐντεῦθεν παραδεικνὺς καὶ τοῦ μέλλοντος βίου τὴν εἰκόνα διατυπούμενος, ὁπότε δὴ οὔτ' ἀέρος δεόμεθα εἰς ἀναπνοὴν οὔθ' ἡλίου πρὸς θάλψιν τε καὶ θερμότητα οὔτε τινὸς ἄλλης αἰθερώδους ἐνεργείας καὶ φύσεως, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι» κατὰ τὸν θεῖον ἀπόστολον. καὶ ὁ μὲν ὁρατὸς οὗτος ἥλιος, κατὰ τοῦ δυτι κοῦ ὁρίζοντος δύς, ἀλαμπῆ τὸν καθ' ἡμᾶς ἀέρα ποιεῖ, καὶ τοὺς μὲν ὄφεις ἠρεμοῦντας ἐξάγει τῶν φωλεῶν, τὰ δὲ τῶν ἀνθρώπων ἐγρηγορότα κοι μίζει σώματα· ὁ δὲ νοητὸς ἥλιος καὶ τοῦ αἰσθητοῦ ἀπ' ἐναντίας τῷ τοῦ θανάτου ὁρίζοντι καλυφθείς, «τὰς» μὲν «κεφαλὰς τῶν δρακόντων συνέθλα σε» καὶ ἐγρηγορυῖαν τὴν τούτων ἐνέργειαν ἐδαμάσατο, «πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀνέστησε καὶ πᾶσαν ἡμῶν τὴν ζωὴν τῷ θα νάτῳ κατασχεθεῖσαν ἐψύχωσε καὶ ἐζώωσε καὶ ὑποχθονίους ἡμᾶς ὄντας τέως οὐρανοδρόμους εἰργάσατο. Τῷ μὲν οὖν μεγάλῳ καὶ θεολόγῳ πατρὶ διὰ βραχέων ὁ περὶ τῆς προ κοπῆς καὶ τῆς χάριτος λόγος ἐν τῷ τοῦ ἑταίρου ἐπιταφίῳ ἐξειργάσθη, οὐδὲν τῆς βραχύτητος ὑποτεμνούσης τῆς τελειώσεως· ἐγὼ δὲ πλείους καταναλώσας ἐνταῦθα λόγους περὶ τοῦ αὐτοῦ θεωρήματος, ὅσον προσ εθέμην ταῖς λέξεσιν, ὑφῄρηκα τοῦ νοήματος. τοιοῦτόν ἐστι νοῦς γενέσει δουλαγωγούμενος καὶ κατ' ὀλίγον ἀναφέρων τοῦ βάρους καὶ μὴ δυνάμενος εὐθέως τὴν τῆς γνώσεως αὐγὴν ἐπιδείξασθαι. τοιοῦτον δέ ἐστι καὶ τὸ μὴ πρὸς ὕδωρ ἡμᾶς λαλεῖν, μηδὲ διαμετρεῖν τὸν καιρὸν πρὸς ἀσχολίαν δικαστικήν, ἀλλ' ἑαυτοὺς ἔχειν μέτρον ὧν τε ἀποτείνομεν λόγων καὶ ὧν συστέλλομεν· φιλόσοφος γάρ εἰμι καὶ ἐμαυτῷ μετρῶ τὸν καιρόν, πολλὰ καταγελῶν τῶν ἐπὶ τοῦ βήματος, οἳ δὴ πρὸς τοὺς ἐπὶ τοῦ σκίμποδος τοὺς ἑαυτῶν λόγους μεταμορφοῦσιν· ἐγὼ δὲ ἢν μὲν ἐθέλω, μηκύνω τὸν λόγον, συστέλλω δὲ πάλιν ὁπόταν βούλωμαι, καὶ οὐδείς μοι ἐνέγκῃ γραφήν, οὔτε συστολῆς οὔτε μὴν ἀποτάσεως.