Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 82 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1
Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος». Τρεῖς ἐμφαίνει τὰς ἀτοπίας τὸ ἀποστολικὸν τοῦτο ῥητόν· «ἐν ὁμοιώματι» γάρ φησιν «ἀνθρώπου γενόμενος» περὶ τοῦ ἐνανθρωπήσαντος λόγου, «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». τὸ γὰρ ὁμοίωμα καὶ τὸ σχῆμα καὶ τὸ ἀμφίβολον τοῦ ἐπιρρήματος τῷ τῆς ἐνανθρωπήσεως λόγῳ δοκοῦσι λυ μαίνεσθαι· οὐ γὰρ ὅμοιος ἀνθρώπῳ ὁ κύριος γέγονεν, ἀλλ' ἄνθρωπος τέλειος, οὐχ ὥσπερ ἐν σκηνῇ δραματουργήσας τὸ σῶμα καὶ ὑποκριθεὶς τὴν οἰκονομίαν καὶ ὑποβολιμαῖον προσωπεῖον τὸν ἄνθρωπον περιβαλόμε νος ἔξωθεν, ἀλλ' οὐσιώσας ἑαυτῷ τὴν φύσιν καὶ τηρήσας αὐτὴν ἐν τῇ πρὸς τὸ θεῖον ἀνακράσει ἀσύγχυτόν τε καὶ ἀναλλοίωτον. οὔτε οὖν ὅμοιος ἀν θρώπῳ ὁ διὰ τὸν ἄνθρωπον ἄνθρωπος γεγονώς, οὔθ' ὥσπερ αἱ κατὰ τὸν τοῖχον διὰ χρωμάτων σκιαὶ τὸ σχῆμα μόνον καὶ τὰ τοῦ ἀνθρώπου προσ ειληφὼς πέρατα, ὡς μὴ κυρίως εἶναι ἄνθρωπος, ἀλλ' ὡς ἄνθρωπος. Ταῦτα μὲν οὖν ἡ ἐπιπόλαιος τοῦ ἀποστολικοῦ λόγου ἐπιβολὴ ἐμφαίνει τοῖς μὴ περὶ τὸ βάθος ἐγκύπτουσιν. εἰ δέ τις θεωρητικῶς διαιρεῖν βού λοιτο τὰ ῥητά, ἄφατον εὑρήσει τῆς σοφίας τὸν πλοῦτον καὶ πολὺν ἐν τῷ βάθει τὸν νοῦν· τοιοῦτος γὰρ ὁ θεῖος οὗτος ἀνήρ, οὐκ ἐν τῇ συνηθείᾳ τῶν λόγων τὴν τῆς ἐννοίας ἔχων δεινότητα, ἀλλ' ἐν τῷ βάθει τῆς θεωρίας καὶ τῷ πλούτῳ τῶν πνευματικῶν νοημάτων, ἃ δὴ καὶ πολλάκις κοιναῖς περι στέλλει ταῖς λέξεσιν, ἵν' ὁ μὲν ἰδιώτης καὶ πολὺς ὄχλος τῷ ἀσαφεῖ τῶν ῥημάτων ἐπαναπαύοιτο, ὁ δὲ θεωρητικὸς ἄνθρωπος τοῦ κάλλους τῶν θεωρημάτων τρυφᾷ. ἀλλὰ πρὶν ἢ τῆς τῶν διηπορημένων λύσεως ἅψασθαι, ἐξεταστέον ἡμῖν ὅ τι ποτέ ἐστιν ὁμοίωσις καὶ τίνα δὴ τὴν ἔννοιαν ἡ φιλο σοφία τῷ ὀνόματι προσαρμόττειν βούλεται. ἔστιν οὖν ἡ λέξις τῶν ἀναγομέ νων εἰς τὴν ποιότητα, οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν πρός τί τινες αὐτὴν εἶναί φασιν. οὐ θαυμαστὸν δὲ εἰ τὸ αὐτὸ ὄνομα πολλαῖς κατηγορίαις διῄρηται· κατὰ γὰρ τὰς διαφόρους τῶν ἐννοιῶν σημασίας ὑπὸ τήνδε ἢ τήνδε τῶν γενικῶν φωνῶν ἀναφέρεται. καὶ τὸ ὅμοιον τοίνυν, καθὸ μὲν πεποίωται καὶ ἡμᾶς τοὺς μετειληχότας τούτου ποιοῖ, ὑπὸ τὸ ποιὸν ἀνῆκται· καθὸ δὲ ἑτέρῳ προσήρτηται, ᾧ δὴ ὡμοίωται ὁ λεγόμενος εἶναι ὅμοιος, τῶν πρός τι τυγχάνει. ἀλλ' ἡ μὲν ποιότης οὐ σκοπεῖ τὸ συνεζευγμένον, ἀλλ' αὐτὴν δὴ ἐξετάζει τὴν ὁμοιότητα καὶ εὑρίσκει ὅτι πεποίωται, εἶτα δὴ τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ὀνόματι δίδωσι. τῶν γὰρ ὁμοιουμένων τινὶ τὸ μέν τι μᾶλλον ὡμοίωται, τὸ δὲ ἧττον· ἐπεὶ γὰρ μὴ ταὐτότης, ἀλλ' ὁμοιότης, καὶ τὸ κατά τι παρηλλαγμένον ἐμφαίνεται, πρὸς ὃ τὸ ὁμοιούμενον ἀφω μοίωται. τὸ μὲν οὖν κατὰ τὸ ποιὸν ὅμοιον τοιοῦτον, τὸ δὲ κατὰ τὸ πρός τι ὁμοιοειδὲς καὶ ἀπαράλλακτον πέφυκεν· εἰ γὰρ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, κἀκεῖνο αὖθις τούτῳ κατὰ τὴν ἴσην ἀνταπόδοσιν ὅμοιον. Κατὰ τὴν τοιαύτην γοῦν σχέσιν ὅμοιος ἡμῖν τὴν φύσιν ἐγένετο ὁ θεός· οὐ γὰρ ὥσπερ εἰκὼν ἀφωμοιώθη ἡμῖν καθαπερεὶ πρωτοτύποις, ἵνα μᾶλλον ἡμῶν ἢ ἧττον ἐπιτυγχάνῃ, ἀλλ' αὐτὴν ἡμῶν τὴν οὐσίαν ἀναδεξάμενος ὅμοιος ἡμῖν τὴν φύσιν ἐγένετο. οἱ μὲν οὖν ἄλλοι τῶν φιλοσόφων ἀπερι μερίμνως τὴν τοῦ ὀνόματος ἔννοιαν ἐξητάκασι· ποιώδη γὰρ ταύτην θέμε νοι τῷ μᾶλλον καὶ ἧττον προστίθενται. διὸ καὶ τῶν ἡμετέρων τινὲς ἄγαν τὴν προσηγορίαν ταύτην ἀπεδειλίασαν, ὡς ἔχουσάν τι παραλλαγῆς. ἐντεῦθεν γὰρ καὶ τὸ τοῦ ὁμοιοουσίου ὄνομα τῷ Ἀετίῳ ἐπινενόηται, ᾧ δὴ Εὐνόμιος κατηκολουθηκὼς ὁμοιοούσιον τὸν υἱὸν τῷ πατρὶ ἀπεφήνατο· καὶ ἡ τοῦ Ἀνομοίου αἵρεσις ἀπὸ τῆς τοιαύτης ἐβλάστησεν ὁμοιότητος. ἔνθεν τοι καὶ ὁ μέγας Βασίλειος τῇ προσθήκῃ τοῦ ἀπαραλλάκτου πρὸς μίαν ἔννοιαν ἀπευθύνει τὸ ἐπαμφότερον τοῦ ὀνόματος. Οἱ μὲν οὖν ἄλλοι φιλόσοφοι οὕτως· ὁ δὲ Πλωτῖνος ἐν τῷ Περὶ ἀρετῶν λόγῳ διπλῆν τινα λέγει τὴν ὁμοιότητα, τὴν μὲν τὸ παρηλλαγμένον ἔχουσαν, τὴν δὲ κατὰ τὸ αὐτὸ ἱσταμένην· τὰς γὰρ ἀπὸ τοῦ πρωτοτύπου προελθού σας εἰκόνας πρός τε ἀλλήλας ὁμοίας εἶναί φησι καὶ πρὸς τὸ πρωτότυπον, ἀλλὰ πρὸς μὲν τὸ πρωτότυπον παρηλλαγμένας, ἵνα δὴ καὶ ὁ τοῦ ἀρχετύπου λόγος καὶ ὁ τῆς εἰκόνος σωθείη, πρὸς δὲ ἀλλήλας ἀπαραλλάκτους, ἵνα δὴ καὶ εἰκόνες ἑνὸς μένοιεν πρωτοτύπου. Ἀλλ' οὗτοι μὲν ἀφείσθωσαν· ὁ δέ γε θεῖος ἀπόστολος ὅμοιόν φησι τῷ ἀνθρώπῳ τὸν θεὸν κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ἀλλὰ καὶ «σχήματί» φησιν «εὑρεθῆναι» αὐτὸν «ὡς ἄνθρωπον»· τὸ δὲ σχῆμα διττὴν ἔχει τὴν ἔννοιαν, ὑποκριτικὴν καὶ ἀληθινήν. ὄρθιον γὰρ εἶναί φαμεν τοῦ ἀνθρώπου τὸ σχῆμα, τοῦτο ἀληθινόν· ἀλλὰ καὶ σχῆμα λαβεῖν τόνδε τὸν ὑποκριτὴν Ἀνακρέοντος, τοῦτο πεπλασμένον τε καὶ ψευδές. ἀλλ' ἐνταῦθα τὸ σχῆμα τὴν ἀλήθειαν δείκνυσι· σχήματι γοῦν εὑρέθη ὁ κύριος ἄνθρωπος, τουτ έστιν αὐτῇ τῇ τοιῶσδε ἐσχηματισμένῃ οὐσίᾳ. ἀλλ' ἐπειδὴ αἱ μορφαὶ καὶ τὰ σχήματα πέρατα τυγχάνει τῶν οὐσιῶν, εἴποιμι ἂν ὅτι βουλόμενος ὁ ἀπόστολος τὸ ἀπαράλλακτον τοῦ θεοῦ ἐμφῆναι πρὸς τὸ ἀνθρώπινον, διὰ μὲν τῆς ὁμοιότητος τὸ ταὐτὸν τῆς οὐσίας ἐδήλωσε, διὰ δὲ τοῦ σχήματος καὶ τὸ ἀπαράλλακτον τῶν περάτων. οὐ γὰρ τὴν μὲν οὐσίαν τοῦ ἀνθρώπου ἀπαραλλάκτως ἐν τῇ οἰκείᾳ ὑποστάσει οὐσίωσεν, ἀλλοῖον δὲ σχῆμα προσ επλάσατο ἑαυτῷ, ὥστε μὴ ὄρθιον εἶναι μηδὲ προμήκη μηδὲ τὴν κεφαλὴν ἐπὶ τῶν σπονδύλων ἀνέχειν, ἀλλὰ στρογγύλον ἢ τετράγωνον κἀπὶ τοῦ ὀμφαλοῦ ἔχειν τὸ κρανίον προσηρμοσμένον. «σχήματι» γοῦν «εὑρέθη ὡς ἄνθρωπος». ὅτι δὲ τὸ ἐπίρρημα τοῦτο τριακονταδύο τὰς σημασίας ἔχει, οὐδὲ ὑμᾶς ἀγνοεῖν οἶμαι, ὧν καὶ τὸ ἀφομοιωτικόν ἐστι καὶ τὸ βεβαιωτικόν. οὐ τοίνυν τὸ κατ' ἀμφιβολίαν ἐνταῦθα παραληπτέον, ἀλλὰ τὸ κατὰ ἀφ ομοίωσιν καὶ βεβαίωσιν· εἰπὼν γὰρ εὑρεθῆναι τὸν θεὸν ἐσχηματισμένον τὸν ἀσχημάτιστον καὶ ἀσώματον, ἐπήνεγκε τὸ «ὡς ἄνθρωπος», ἵν' ὁμοῦ τε δείξῃ τὸ ἐσχηματίσθαι τὸν κύριον καὶ τὸ τοῦ ἀνθρώπου σχῆμα λαβεῖν· ἐσχηματίσθη γὰρ ὡς ἄνθρωπος, τουτέστι καθάπερ ὁ ἄνθρωπος. Τοιαύτας μὲν ἐγὼ τὰς ἐννοίας τῶν ἀποστολικῶν δέχομαι ῥητῶν. εἰσὶ δὲ οἳ καὶ τολμηρότερον ἅπτονται τῶν διηπορημένων, καὶ τηροῦντες τὴν ὁμοιότητα καὶ τὸ σχῆμα καὶ τὸ ἐπίρρημα ἐπὶ τῶν παρηλλαγμένων ἐν νοιῶν, πειρῶνται λέγειν ὡς καὶ τὸ ταὐτὸν ἔχει πρὸς ἡμᾶς ὁ σαρκωθεὶς θεὸς καὶ τὸ παρηλλαγμένον, καὶ ὅτι διὰ τὴν παράλλαξιν καὶ τὰ τοιαῦτα ὀνόματα σοφῶς τέθεικεν ὁ ἀπόστολος. ταὐτὸν μὲν οὖν ἡμῖν καὶ τῷ θεῷ ἡ φύσις καὶ ἡ οὐσία, παρηλλάγμεθα δέ, ὅτι ἐκείνῳ ἄνευ ἀνδρὸς ἡ σύλληψις καὶ ἄνευ ὠδίνων ὁ τοκετὸς καὶ «χωρὶς ἁμαρτίας» ἡ ἐν τῷ βίῳ τούτῳ διαγωγή, ἡμῖν δὲ ἀπὸ συζυγίας τε τὸ κυΐσκεσθαι καὶ τὸ γεννᾶσθαι οὐκ ἄνευ μητρικῶν ὠδίνων, «ἐν ἀνομίαις τε συλλαμβανόμεθα καὶ ἐν ἁμαρτίαις» τῶν μητρικῶν νηδύων διολισθαίνομεν, εἶτα δὴ καὶ τοῖς πάθεσιν ὥσπερ τισὶν ἀκάνθαις ἐνισχόμεθα καὶ πολυπαθεῖς τὴν φύσιν ἐσμέν. ἐπεὶ οὖν τρία ταῦτά εἰσι, δι' ἃ πρὸς ἡμᾶς τὸ θεῖον παρήλλακται, ἡ σύλληψις, ὁ τοκετός, ὁ μετὰ τοῦ σώματος βίος, ἵνα μὲν τὸ τῆς συλλήψεως ἐμφήνῃ διάφορον, τὴν ὁμοιότητά φασι τεθεικέναι τὸν ἀπόστολον· ἵνα δὲ τὸ παρηλ λαγμένον τοῦ τοκετοῦ, τὸ σχῆμα προσεπαγαγεῖν· ἵνα δὲ ἐνδείξηται ὡς ἡμεῖς μὲν «τῷ νόμῳ τῆς ἁμαρτίας» πειθόμεθα «τῷ ὄντι ἐν τοῖς μέλεσιν» ἡμῶν, τῷ δὲ «οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι» ἢ κακία ἐν τῷ σώματι, τὸ ἀμφίβολον ἐπίρρημα προσειπεῖν. Ταῦτα μὲν οὖν ἃ καί τινες τῶν ἡμετέρων, καὶ μάλιστα τῶν ἄγαν φιλο σοφησάντων, περὶ τῶν τοῦ ἀποστόλου ῥητῶν νενοήκασιν· ἃ δὴ καὶ ὁ Γεωμέτρης Ἰωάννης συνερανισάμενος (οὐ γὰρ φθόνος οὕτω τὸν ἄνδρα καλεῖν) ὡς οἰκεῖα ἐν τῷ τόπῳ ἐκδέδωκε, καθάπερ ἀπὸ μαντικοῦ στήθους αὐτὰ χρησμῳδῶν ἐμοί. καὶ ῥᾴδιον μὲν αὐτὰ ἀνελεῖν· φειδοῖ δὲ οὐ τούτου τοῦ ἀνδρός, ἀλλὰ τῶν προκαταρξάντων, τῶν περὶ αὐτὰ ἐλέγχων φείδομαι· οὐ γὰρ δὴ σμικρολογήσομαι περὶ ἅ τινες ἀπὸ εὐσεβοῦς γνώμης οὐ πάνυ εὐσεβῶς καταγίνονται.

Intertext edge

Open linked passage

Note