Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
Πρὸς τοὺς λέγοντας ὅτι ἀνακόλουθον τὸ «μή μου ἅπτου» πρὸς τὸ «οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου» Προπετὲς ἄλλως εἴ τις ἀποροίη πρός τινα γραφικὴν ῥῆσιν ἢ ἔννοιαν, εἶτα τοῦ ἀπόρου ἄτοπόν τι καταψηφίζοιτο, δέον ἢ διὰ ζητήσεως εὑρεῖν τὸ κρυπτόμενον ἢ διὰ διδασκαλίας μαθεῖν τὸ μὴ πρόχειρον τέως εἰς κατανόησιν. ἀλλὰ τοῦτο μὲν κοινὸν πρὸς πᾶσαν διδασκαλίαν ἐστὶ καὶ μάθησιν· ἐπὶ δέ γε τῆς τῶν θείων γραφῶν ἀναγνώσεώς τε καὶ γνώσεως ἰδιαίτερον ὁμολογεῖσθαι χρεών, ὡς ὅπερ μήτε πρὸς ἱστορίαν ἀπαντᾷ μήτε πρὸς ἀκολουθίαν νοήματος, τοῦτο ἀναγωγικώτερον εἴρηται καὶ πνευ ματικωτέραν ἔχει διάνοιαν. Ὥσπερ δὴ κἀνταῦθα πρὸς τὸ «μή μου ἅπτου» τὸ «οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου» ἀντιτέθειται. δεῖ γὰρ προϋποκεῖσθαι, ὡς τῶν περὶ τοῦ κυρίου ἐν εὐαγγελίοις προφερομένων τὰ μὲν αὐτός ἐστι κατ' οὐσίαν, τὰ δὲ κατὰ σχέσιν ἑτέροις λέγεται· οἷόν ἐστι κἀνταῦθα τὸ «οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου». οὐκ ἀναβαίνει γὰρ ἐκείνοις τοῖς μὴ δυναμένοις ὑψηλότερον νοεῖν τὴν ἐκείνου κατάβασιν, ἀλλὰ βουλομένοις ἀεὶ σωματικώτερον αὐτὸν φαίνεσθαι καὶ μετὰ τῆς αὐτῆς ὕλης τε καὶ παχύτητος. δεῖ μὲν γὰρ καὶ σωματωθέντα τὸν λόγον ὁμολογεῖν καὶ μέχρι παντὸς τὴν ἡμετέραν φύσιν ἠμφιεσμένον· δεῖ δὲ καὶ ἀλλοιότερον τοῦτον μετὰ τὴν ἀνάστασιν δέχεσθαι. εἰ δέ τις αὐτὸν οἴεται μὴ πρὸς τὸ θεοειδέ στερον ἀλλοιῶσαι τὸ πρόσλημμα μετὰ τὸ ἐγηγέρθαι, τούτῳ ἀπείρηται δι καίως ἡ ἐπαφή, οὔπω γὰρ ὑψηλοτέρας ἐννοίας σχόντι οὐδὲ ἀναβάντι πρὸς τὸν πατέρα, πρὸς ὃν αὐτὸς λέγεται μὴ ἀναβεβηκέναι, ἴδιον ποιούμενος τὸ ἡμέτερον. Ἀλλ' ἥ γε Μαγδαληνὴ Μαρία ταπεινοτέραις ἔτι ταῖς ἐννοίαις ἅπτεσθαι προῃρεῖτο τοῦ Χριστοῦ· διὰ ταῦτα ἀπαγορεύει αὐτῇ τὴν ἐπαφὴν ὁ λόγος, ὡς μὴ ἀλλοιωθείσῃ ἀλλοιωθέντι αὐτῷ πρὸς τὸ κρεῖττον καὶ ὑψηλότερον. «οὔπω» γάρ φησιν «ἀναβέβηκα πρὸς τὸν πατέρα μου»· καὶ καθ' ἑαυτὸν μὲν «οὔπω ἀναβέβηκεν», εἰ καὶ μὴ τῶν «πατρῴων κόλπων» κεχώρισται, ταῖς δὲ τῶν προσιόντων καὶ ἐφάπτεσθαι ζητούντων αὐτὸν κρείττοσιν ἐν νοίαις ἢ χείροσι καὶ ἀναβέβηκε καὶ οὐκ ἀναβέβηκε. τῇ γοῦν Μαγδαληνῇ Μαρίᾳ οὔπω πρὸς τὴν πατρῴαν ἀνελήλυθε δόξαν, σωματικωτέραν οἰομένῃ τὴν μετὰ τὴν ἀνάστασιν τοῦ λόγου ὁμιλίαν τε καὶ δεξίωσιν. ἀπείργει γοῦν αὐτὴν τῆς τοιαύτης περὶ αὐτοῦ ὑπολήψεως, καὶ οὐ δίδωσιν αὐτῷ προσ εγγίσαι ὥσπερ εἰώθει, μέχρις ἂν θεοειδεστέραν περὶ αὐτοῦ λάβῃ διάνοιαν καὶ γνῶσιν ὡς ἐπανελήλυθε πρὸς τὸ ἀρχαῖον ἀξίωμα καὶ πρὸς τὸν πα τέρα λαμπρῶς ἀναβέβηκε· τότε γὰρ αὐτῇ ἡ θειοτέρα συγχωρηθήσεται ἐπαφή.