Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 84 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
84.1
Εἰς τὸ «ὅστις ἐρεῖ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται» Ἔστι μὲν κἀν τοῖς Μωσαϊκοῖς διδάγμασιν ὁ λόγος ἀπόρρητος, οὐδὲν δὲ ἧττον κἀν τοῖς εὐαγγελίοις τοῦτο καθέστηκε, πῇ μὲν παρρησιαζομένου τοῦ πρώτου λόγου, πῇ δὲ παροιμιαζομένου. ἐπεὶ γὰρ σύμμικτός τις αὐτῷ ὄχλος παρειστήκει, διαφόροις ἐννοίαις καὶ ψυχῆς κινήσεσι μεριζόμενος, καὶ τὸ μὲν τοῦ πλήθους θεωρητικώτατον τοῖς ὑψηλοῖς ἐνθυμήμασι καθέστηκε, τὸ δὲ ταπεινότερον τοῖς γεωδεστέροις κινήμασι τῆς ψυχῆς, διὰ τοῦτο τοῖς μὲν πρώτοις παρρησιάζεται, τοῖς δὲ δευτέροις παροιμιάζε ται. Τὰ μὲν οὖν τῆς παρρησίας πολλὰ καὶ δῆλα καὶ τοῖς πρὸς τὸ φαινόμενον ἀποβλέπουσι, καὶ τὰ ἐν τοῖς μακαρισμοῖς μᾶλλον ἀνάγραπτα· τὰ δὲ τῆς παροιμίας οὐκ ὀλίγα μὲν καὶ τἆλλα, τοῦτο δὲ καὶ μᾶλλον τῶν ἄλλων, ὃ νῦν ἡμῖν ἐν ἐρωτήσεως εἴδει προβέβληκας, παροιμιωδέστερον καθέστηκε καὶ κρυπτότερον, πῶς τἆλλα μὲν τῷ ἁμαρτάνοντι ἀφεθήσεται, εἰ δέ τις πρὸς αὐτὸ τὸ πνεῦμα διημάρτηκε, τοῦτο ἀνεξάλειπτον τῷ παντὶ φυλαχθή σεται. εἰ γάρ τις αὐτῷ γυμνῷ τοῖς ἑτέροις θείοις προσκρούσει διδάγμασιν, εὑρήσει ὅπῃ ἀπεσκληκότως καὶ ἐναντίως πρὸς ἐκεῖνα ἔχειν δοκεῖ. πῶς γὰρ οὐ μεγίστη διαφορά τε καὶ ἐναντίωσις, τῶν μὲν παλαιὰν ἐκκοπὴν ἁμαρτίας τῇ μετανοίᾳ διδόντων, τούτου δὲ μόνου τοῦ θείου χρησμοῦ ἓν τῶν πάντων τῇ μετανοίᾳ μὴ παραχωρεῖν φοιβάζοντος; Ἔχει δέ τι καὶ ἡ ὁμωνυμία τοῦ πνεύματος ἀπόρρητόν τινα καὶ κεκρυμ μένην διάνοιαν. καὶ ἵνα τὸν ἀέρα ἀφῶμεν καὶ τὰ ἐκ τῶν τροπῶν καὶ τῆς ἰσημερίας πνεύματα πολλαχῶς καὶ κινούμενα καὶ λεγόμενα, παρατετηρή καμεν ἐν τοῖς θείοις γράμμασι ποτὲ μὲν τὸ πνεῦμα ἀσυνδύαστον ἐκφερό μενον, ὥσπερ ἐνταῦθα γέγραπται, ποτὲ δὲ μετὰ τοῦ θείου συγκείμενον, ὥσπερ «πνεῦμα θεῖον τὸ ποιῆσάν με» καὶ «πνεῦμα θεοῦ ἐν τοῖς ὕδασιν ἐπεφέρετο». τί ποτ' οὖν ἐν ἀμφοτέροις τὸ διάφορον; ἔγωγ' οὖν φημι, οὐ δογματίζων, ἀλλὰ θείοις ἀκριβέστερον ἑπόμενος δόγμασιν, ὡς ἔνθα μὲν τὸ θεῖον τῷ πνεύματι πρόσκειται, αὐτὸ δὴ τὸ ἓν τῆς τριαδικῆς θεολογίας δηλοῦται πρόσωπον, πνεῦμα παρὰ τοῖς θεολόγοις ἰδιοτρόπως καλούμενον, πατρὶ συντασσόμενον καὶ υἱῷ· ἔνθα δὲ τὸ πνεῦμα χωρὶς τοῦ θείου προ φέρεται, τῶν τριῶν ὥσπερ προσώπων τυγχάνει κατηγορούμενον· «πνεῦμα γὰρ ὁ θεός», φησί, «καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ» τελειοῖ· τοῦ ἐνανθρωπήσαντος λόγου ἡ φωνὴ αὕτη, περιταυτο λογοῦντος καὶ ἑαυτῷ τὸ πνεῦμα προσμαρτυροῦντος. ἐπεὶ γὰρ ἥτις ἐστὶ τῶν τριῶν ἡ φύσις ὑπὲρ πᾶσαν πέφυκε καὶ ψυχὴν καὶ διάνοιαν, καὶ οὔτε τῇ καταληπτικῇ φαντασίᾳ αὕτη μερίζεται οὔτε τοῖς νοεροῖς περιδεδραγμένη τυγχάνει κινήμασιν (ὑπὲρ γὰρ πᾶσαν καὶ ζωὴν καὶ νοῦν τὸ πρώτως ὄν), διὰ τοῦτο ἔτι δ' ἂν περὶ αὐτοῦ λέγωμεν, ἐν αἰνίγμασι καὶ συμβόλοις προ φέρομεν. καὶ ὥσπερ «πῦρ» αὐτὸ πολλάκις ἡ θεία γραφὴ ἀποφαίνεται, τὸ ἀναιρετικὸν τῆς ὕλης ὑποσημαίνουσα καὶ τὸ παμφαὲς καὶ λαμπρὸν καὶ τῶν στοιχείων ὑπερκείμενον, οὕτω δὴ καὶ πνεῦμα ἐν πολλοῖς τοῦτο κατονομάζει, τὴν εὐκινησίαν δηλοῦσα καὶ τὴν λεπτότητα καὶ τὴν ζωογόνον φύσιν καὶ ἀναψύχουσαν τὴν ψυχὴν ὁμοῦ καὶ τὰ σώματα. Ἐπεὶ γοῦν ταῦτα προϋπεθέμεθα, φέρε δὴ καὶ αὐτῷ τῷ προβλήματι κατ αλλήλως ἐντεῦθεν τὴν ἑρμηνείαν προσαρμοσώμεθα καὶ τό τε ὑποτρέχον ἀσφαλισώμεθα καὶ διαλυσώμεθα τὸ ἀμφίβολον. «πᾶσα» φησίν «ἁμαρτία ἀφεθήσεται τῷ ἀνθρώπῳ, τῷ δὲ εἰς τὸ πνεῦμα ἁμαρτήσαντι οὐκ ἀφεθήσε ται». ἁπλοῦς ὢν ὁ κύριος ἡμῶν, σύνθετος τῷ προσλήμματι γέγονε καὶ διὰ μέσης σαρκὸς ὥσπερ παραπετάσματος ἡμῖν καθωμίλησε. μέσος γοῦν δύο φύσεων γεγονώς, οἷά τις «ἀκρογωνιαῖος λίθος» τὰ διεστῶτα σφίγγων, πρὸς ἑκάτερα τῶν ἀντικειμένων δεξιῶς ἥρμοσται· νῦν μὲν γὰρ δάκρυα τῶν ὀφθαλμῶν καταρρεῖ καὶ συγχυθείσῃ τῇ σαρκὶ ἐπιτιμᾷ ἐμβριμώμενος, νῦν δὲ ἀνακαλεῖται τῷ τεθνεῶτι τὴν ἀπελθοῦσαν ψυχήν, καὶ νῦν μὲν ἄλλο θεν αἰτεῖται τὴν ἔγερσιν, νῦν δὲ αὐτὸς τὸν ὀδωδότα ἐξανιστᾷ. εἰκὸς οὖν τοὺς ἀμφότερα τεθεαμένους, ὅσα τε τῆς θείας ἔχεται φύσεως καὶ ὅσα κατὰ τὴν κάτω φύσιν ἀνθρωποπρεπῶς πράττεται, νῦν μὲν πρὸς τὰ κρείτ τονα διεγείρεσθαι καὶ θεὸν γινώσκειν τὸν ἐνεργοῦντα, νῦν δὲ πρὸς τὰ χθαμαλώτερα καταφέρεσθαι καὶ ἄνθρωπον ὑπολαμβάνειν τὸν τὴν φύσιν τοῖς ἔργοις ἐπισφραγίζοντα. Τῷ μὲν οὖν ἐπεμβαίνοντι τῷ λόγῳ ἐξανθρωπιζομένῳ καὶ τοῖς τῆς σαρ κὸς νόμοις συγκαταβαίνοντι ἀφεθήσεται τὸ ἁμάρτημα καὶ συγγνώμων αὐτῷ ὁ θεὸς ἔσται, πρὸς τὸ φαινόμενον καταπίπτοντι καὶ διὰ τὴν σάρκα τοῖς τῆς σαρκὸς παθήμασιν ἐνολισθαίνοντι· εἰ δέ τις πρὸς τὰ θεῖα τεράστια καὶ ἃ παραδόξως ἐνήργει ὁ κύριος ἐπιμύων μέχρι τέλους τυγχάνοι τοὺς ὀφθαλμοὺς καὶ πρὸς τὴν θείαν φύσιν ἀντιπίπτοι, ἥτις δὴ τὸ πνεῦμά ἐστιν, ὡς προγέγραπται, τούτῳ πῶς συγχωρηθήσεται τὸ ἀτόπημα; περιπίπτεις, φησί, τῇ σαρκί, ἀλλὰ τῷ πνεύματι διεγέρθητι· ἄνθρωπον ὑπολαμβάνεις ψιλόν, ὅτε συγκέχυται καὶ ξύλῳ ᾐώρηται καὶ «θρόμβους αἱμάτων» καταρ ρεῖ, ὡς δοκεῖ τῷ Λουκᾷ, ἀλλ' ὡς θεὸν κήρυξον ὅτι πεζεύει πέλαγος καὶ τῇ αἱμορρούσῃ τὸ πάθος ἱστᾷ καὶ κίνησιν ζωτικὴν τῇ ἀπεψυγμένῃ χειρὶ δίδωσιν. ὅσα μὲν οὖν ἥμαρτες τῇ σαρκὶ προσκόψας διὰ τῆς σῆς σαρκὸς τὴν παχύτητα, ἀφεθήσεταί σοι καὶ οὐ περιεργασθήσεται τὸ ἀγνόημα· ἐφ' οἷς δὲ οὐκ ἐπείσθης τῷ πνεύματι οὐδὲ διὰ τῶν τεραστίων τὸν τῶν θαυμασίων ἐδέξω ποιητήν τε καὶ πρύτανιν, ἀσυμπαθῆ τὴν δίκην εὑρήσεις καὶ τὸ πνεῦμα αὐτό, πρὸς ὃ δὴ ἐξ ἀγνωμοσύνης ἡμάρτανες, τοὺς τῆς κολάσεως ἀνάπτον ἄνθρακας. ὁ δὲ λόγος περὶ τῶν οὕτως τὴν ζωὴν ἐκλι πόντων· εἰ δέ τις καὶ μετὰ ταύτην τὴν τηλικαύτην ἁμαρτίαν καὶ ἄγνοιαν δι' ἐπιγνώσεως τὸν κύριον γνῷ καὶ ὅτι αὐτός ἐστι τὸ ζωογονοῦν καὶ τὸ δι' ἡμᾶς τὸ ἡμέτερον προσλαβόμενον, καὶ τῶν ἐνταῦθα ἀγνοημάτων τὴν ἄφεσιν λήψεται. Οὕτω σοι πάντα εὐκρινῶς διαλέλυται καὶ ἡ ἐναντίωσις εἰς ὁμόνοιαν ἦλθε πνευματικήν. σὺ γοῦν ἐντεῦθεν ὁρμώμενος ὥσπερ ἐκ πρωτοτύπου λόγου, καὶ τἆλλα ὅσα δὴ ἀσυμβιβάστως ἔχειν δοκεῖ συναρμόσεις καὶ ἐξεικονίσεις ὡς κάλλιστα.

Intertext edge

Open linked passage

Note