Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 85 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
85.1
Εἰς τὸ «ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον». Τρία ταῦτα προσμαρτυρεῖ ὁ μέγας πατὴρ τῷ θεῷ, τὸ πάντῃ ἄληπτον καὶ τὸ ἐκ διαμέτρου τούτῳ νοούμενον ληπτὸν καὶ ὃ μέσον τούτων ἐστί· ἰδιαζόντως δὲ καὶ τοῦτο κέκληκε δυσθεώρητον. ὅ τι μὲν οὖν ἐστι τοῦτο τὸ ἄπειρον καὶ ὅπως περὶ αὐτοῦ οὐχ ὡμογνωμονήκασιν οἱ πλεῖστοι τῶν φιλο σόφων, οἱ μὲν κατά τινος κατηγορήσαντες, οἱ δ' ὅπερ αὐτό ἐστιν ἐννοήσαν τες, ἀφείσθω τὰ νῦν. τοσοῦτον δὲ εἰρήσθω ὅτι μὴ περὶ τούτου τοῦ ἀπείρου ὁ λόγος τῷ θεολόγῳ, ἀλλὰ περὶ οὗ τοῦτο λέγεται· θεῷ δὲ μόνῳ τὴν φωνὴν ταύτην ὁ μέγας ἀποκληροῖ. ἐκεῖνα γὰρ πεπερατωμένα φαμὲν ἢ καθ' ἓν ἢ καθ' ἑκάτερον, οἷς ἡ ἀρχὴ μὲν ληπτή, τὸ δὲ τέλος ἄληπτον, ἢ ὧν ἄμφω τὰ πέρατα ληπτά· ᾧ δὲ ἀφ' ἑκατέρου μέρους τὸ ἄληπτον, τούτῳ καὶ τὸ ἄπειρον εἰκότως συννενόηται. τῶν οὖν ἁπλῶν μετὰ θεὸν ὄντων τε καὶ λεγομένων ἢ ἀφ' ἑκατέρου ληπτῶν ὄντων πέρατος ἢ πάντως γε θατέρου, μόνον τὸ θεῖον ἄπειρον ἑκατέρωθεν· «τὴν» γὰρ «γενεὰν αὐτοῦ» φησὶν ὁ προφητικὸς λόγος «τίς διηγήσεται;» καὶ αὐτός ἐστιν, ὡς ἐν τῇ Ἀποκα λύψει προσμαρτυρεῖ Ἰωάννης, τὸ πρῶτον στοιχεῖον καὶ τὸ ἔσχατον. εἰ δὲ δεῖ καὶ ταῖς Ἀριστοτελικαῖς ἐφόδοις πείθεσθαι, τῶν αἰτίων αὐτὸς τὸ πρῶτον αἴτιον· ὃ δὲ πρῶτον αἴτιον, τοῦτο οὐκ ἐξ αἰτίου τινός· τὸ δὲ μὴ ἐξ αἰτίου πάντως ἀεὶ ὄν, τούτῳ δὲ συμβαίνει τὸ ἄπειρον. Ἄπειρον οὖν τὸ θεῖον, μήτε πέρασι διειλημμένον μήτε γνώσεσι καταλαμ βανόμενον ὅσον ἐστί, μὴ τόπῳ περιγραφόμενον, μὴ σωματικῶς διιστά μενον, ἀλλ' ὑπὲρ τὸ πᾶν ὂν καὶ ἐν τῷ παντί, ἐκεῖνο μὲν διὰ τὴν φύσιν, τοῦτο δὲ διὰ τὴν πρόνοιαν. τίνι γὰρ χωρηθείη θεός, πρὸ τῶν πάντων ὢν καὶ μετὰ τὸν κόσμον τῆς ἐκείνου ἕδρας μὴ προσδεόμενος; οὔτε γοῦν πρὸ τῆς τοῦ κόσμου παραγωγῆς ἐπλατύνετο, κενοῦ τινος τυγχάνοντος διαστήματος, οὔθ' ἡ παραγωγὴ τοῦτον ἐστενοχώρησε· μεμένηκε γὰρ ὅπερ ἦν. κἂν γοῦν μυρίους αὐτῷ προσενέγκῃς κόσμους, οὐ συνέστειλας οὐδ' ἐστενοχώρησας· κἂν ὑπεξέλῃς τὸν ὄντα, οὐδεμίαν τῇ φύσει εὐρυχωρίαν δέδωκας. ᾧ οὖν οὐ περιγράφεται, τούτῳ οὐδὲ πεπέρασται. ἄπειρον οὖν πάντῃ τὸ θεῖον· οὐχ ὡς ἀριθμός, ἵν' ἔξωθέν τι τοῦ νοουμένου προσλάβωμεν κατὰ τὴν τοῦ Σταγειρίτου δεινολογίαν, οὔθ' ὡς μέγεθος εἰς διαιρετὰ τεμνόμενον μόρια· ἐννοηματικὰ ταῦτα τὰ ἄπειρα καὶ ἀφ' ἑνὸς τὴν κλῆσιν ψευδόμενα. τὸ δὲ θεῖον οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ἄπειρον καὶ τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ τὴν δύναμιν· ἐφ' οὗ καὶ μόνου ἢ μάλιστα οὐκ ἄλλο τι παρὰ τὴν οὐσίαν ἡ δύναμις, ἵνα καθαρῶς ἁπλότης ᾖ. Φήσει γοῦν τις· εἰ δὲ ἄπειρον, πῶς «δυσθεώρητον»; τὸ γὰρ «δυς» τοῦτο μόριον τῷ θεωρεῖν προσκείμενον οὐ ῥᾳδίαν μὲν δίδωσι τὴν κατάληψιν· καταληπτὸν δ' ὅμως εἰσηγεῖται τὸ δυσθεώρητον. ὃ δὲ ἄπειρον πάντῃ καὶ ἀθεώρητον, πῶς δυσθεώρητον; πεπερασμένην γὰρ γραμμήν, πολλοῦ δὲ περιδεδραγμένην τοῦ διαστήματος, εἰκότως ἄν τις φήσῃ δυσθεώρητον, ὡς μὴ τῶν ὀφθαλμῶν ῥᾳδίως ἐφικνουμένων τοῦ διαστήματος. εἰ δέ τις ἄπειρος εἴη, πῶς ἂν γένοιτο δυσθεώρητος; αἰνίγματι γάρ ἐστιν ὅμοιον. τί γοῦν φαμεν; ἠγνοηκέναι τὸν μέγαν τόσον ἀγνόημα καὶ ῥᾳδίως τῶν οἰκείων ἐπιλελῆσθαι φωνῶν, ὡς τὸ αὐτὸ ἄπειρόν τε ὁμοῦ καὶ πεπερασμένον φῆσαι; τὸ γὰρ δυσθεώρητον θεωρητὸν πάντως· τοῦτο δὲ ὅμοιον ὡς πεπερασμένῳ. πῶς οὖν ἄν τις προσαχθείη θεραπεία τῷ λόγῳ, ἢ πῶς ἡμεῖς τὸ ἐγκεκρυμ μένον ἀναπτύξομεν βούλημα τοῦ πατρός; ἔμοιγ' οὖν δοκεῖ τὸ δυσθεώρη τον μὴ ἐπὶ πάσης εἰλῆφθαι τῷ θεολόγῳ τῆς θείας φύσεως, ἀλλ' ἐπί τινος μέτρου ἐφικτοῦ τοῖς ἐπιτηδείως ἔχουσι πρὸς κατάληψιν. Ὑποδείγματος δὲ ἕνεκα ἐκκείσθωσαν οἱ πρῶτοι νόες, οὓς χερουβὶμ καὶ σεραφὶμ καὶ θρόνους ὁ παλαιὸς λόγος ὠνόμασεν, ἀμέσως παρὰ τοῦ κρείτ τονος ἐλλαμπόμενοι. ἡδέως ἂν περὶ τούτων ἐροίμην τὸν ἀνθιστάμενον· πότερον, ὦ βέλτιστε, τὸ πᾶν τούτοις καταληπτὸν τῆς θείας οὐσίας καὶ τῶν ἐκείνῃ ἐμφαινομένων πλεονεκτημάτων, ἢ οὐδὲ βραχὺ κατειλήφασιν ἢ τὸ μὲν ἐδέξαντο ὅπερ ἐχώρουν, τὸ δὲ οὐ προσήκαντο διὰ τὴν ἀμετρίαν τῆς λάμψεως; εἰ δὲ τὰ πέριξ ἄτοπα, θεωρεῖν μὲν αὐτοὺς φήσομεν, οὐ πᾶσαν δὲ τὴν λαμπρότητα τοῦ θεοῦ, ἀλλ' ὅπῃ χωρητὴ ἐκείνοις καθέστηκε. τὸ μὲν οὖν «ἄπειρον» ὡς πρὸς τὴν θεοῦ οὐσίαν αὐτὴν καθ' ἑαυτὴν νοουμέ νην καὶ ἄσχετον ὁ θεολόγος τῷ λόγῳ οἰκείως ἠνέγκατο· τὸ δὲ «δυσθεώρη τον» πρὸς τὰς σχέσεις τῶν ἐλλαμπομένων προσήρμοσεν εὐφυῶς, ὅτι μηδ' εἴ τίς ἐστιν ἐξῃρημένη ἱεραρχία κατὰ τὸν μέγαν τὰ θεῖα Διονύσιον, οὐδ' αὕτη ἐνεξουσιάζει ταῖς θεωρίαις, ἀφέτοις καὶ ἀπολύτοις νοήμασι περιδραττομένη τοῦ κρείττονος, ἀλλὰ κἀκείνοις φιλοπονία τίς ἐστι περὶ τὴν θεωρίαν καὶ ἀναγωγή, ἵνα τολμήσας εἴπω, προαιρετική. εἰ γὰρ μὴ προαίρεσιν καὶ ταύταις δοίημεν ταῖς δυνάμεσι, πῶς ἂν σωθείη τὸ ἐκ προ αιρέσεως κατενηνέχθαι τὸν ἀντικείμενον; ἐπεὶ μηδ' ἀγαθοὶ κυρίως, ἀλλ' ἀγαθοειδεῖς, τοῦ πρώτου μετεσχηκότες ἀγαθοῦ καὶ ὃ μηδὲν ἄλλο ἐστὶν ἢ τἀγαθόν. ἔστιν οὖν κἀκείνοις τὸ τῆς τροπῆς πάθημα, καὶ εἰ μὴ τοιοῦτον οἷον ἡμῖν διὰ τὴν πλεονεξίαν τῆς ὕλης κατεξανισταμένης τοῦ εἴδους καὶ συμφθειρούσης ἑαυτῇ τὰ νοήματα. «εἰ» γὰρ «κατὰ παίδων αὐτοῦ οὐ πιστεύει», φησὶν ἡ γραφή, «κατὰ δὲ ἀγγέλων σκολιόν τι ἐπ ενόησε», σκολιὸν τὸ πρὸς τὴν ῥοπὴν τῆς τροπῆς ἐπιτήδειον τοῦ λόγου κατονομάσαντος, ἵνα μὴ μόνον «μὴ σάρξ», ἀλλ' οὐδεμία φύσις «καυχή σαιτο» καὶ μόνῳ τηρηθείῃ θεῷ τὸ ἀσάλευτον. Ἀλλὰ καὶ «πάντ [ῃ]» τὸ θεῖον, ὁ θεολόγος φησί, «καταληπτόν». πῶς ἂν καὶ τοῦτο ἐκφύγῃ τὰς τῶν ἀντιλεγομένων λαβάς; ἀλλ' οὐ τὸ θεῖον, ὦ λῷστε, τὴν δὲ «ἀπειρίαν» αὐτοῦ, ἥτις περὶ ἐκεῖνον νοεῖται, ληπτὴν κατωνόμασεν. ἀλλ' ἄτοπον καὶ τοῦτο· πῶς γὰρ πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ; ὁπό [τε] καὶ τοῦτο τοῖς τῆς φιλοσοφίας ἐς ἀντιλογίας ἔρριπται πρόφασιν, καὶ οἱ μὲν περὶ Μέλισσον ἄπειρον, οἱ δὲ περὶ Παρμενίδην πεπερασμένον διαφερόντως ἐδόξασαν, πῶς πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ; ἆρα γὰρ οὐχὶ πρὸς τοῦτο ταῖς νενομισμέναις ἐφόδοις χρησαίμεθα πρὸς κατάληψιν καὶ τὸ μὴ ὁμολογούμενον ταῖς κοιναῖς καὶ πρώταις ἐν νοίαις συνάψαντες συμπερανοῦμεν διὰ προτάσεων; πῶς οὖν πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ, ὁπότε συλλογιστικῶς εἴληπται; εἰ δὲ τοῦ συλλογί ζεσθαι ὀλίγοι τυγχάνουσι μέτοχοι, τοῖς δὲ πλείστοις προσμαρτυρεῖται τὸ ἀσυλλόγιστον, οἷς μὲν ὁ συλλογισμός, ἐκείνοις τὸ ἄπειρον κατείληπται τοῦ θεοῦ, οἱ δὲ μὴ συλλογιζόμενοι πῶς ἂν καταλαβεῖν λέγοιντο; ἀλλὰ σοφισματώδης πᾶσα ἡ ἀπορία· οὐ γὰρ ὅπως ἄπειρον τῷ θεολόγῳ παρ είληπται, ἀλλ' ὅτι ταῖς κοιναῖς ἐννοίαις ἀπειροδύναμον τὸν θεὸν ἐχούσαις πάντῃ καταληπτὸν αὐταῖς προσμαρτυρεῖται τὸ ἄπειρον· ὁπότε γὰρ μήτε τις τῶν θείων δυνάμεων ὅλον ὅσον ἐστὶ τὸ θεῖον κεχώρηκε, μήτε φύσις ἑτέρα, οὐ κοινῶς πᾶσι συγκεχώρηται ὅτι μηδὲν ἄλλο τοῦ θείου κατειλή φασιν ἢ ὅτι μηδενὶ πεπεράτωται; Ἔχετε οὖν, ὦ παῖδες, τὴν τῶν ἀμφιβαλλομένων ἐπίλυσιν. καὶ οἶδα μὲν ὅτι πρὸς τὸ ἐφεξῆς τοῦ λόγου σφαδᾴζοντες, ὥσπερ ἵπποι δυσήνιοι ὅλῳ ποδὶ πρὸς ἐκεῖνο φερόμενοι, δυσχερῶς ἀνακόπτεσθε. ἀλλ' ἐγώ, οἷόν τινι χαλινῷ τῇ σιωπῇ τὸ πρόθυμον ὑμῶν καταρτύων καὶ μὴ πάντῃ σφυγμοὺς καὶ κινήσεις ἀτόπους περὶ τὰ ὀρεκτὰ βουλόμενος ὑμᾶς ἔχειν, ἀλλ' ἀφαι ρεῖν ἐθέλων τῆς ψυχῆς τὴν περὶ τοὺς λόγους λιχνείαν, σήμερον μὲν τὴν περὶ ἐκεῖνο θοίνην ὑμῶν ἀφαιρήσομαι, αὔριον δέ, εἴ γε θεὸς ἐθέλει, τὴν περὶ ἐκεῖνο λογικὴν τράπεζαν παραθήσομαι, οὐ καρυκείας γέμουσαν οὐδ' Ἀττικῶν γλωττισμάτων οὐδὲ κατατέχνων καὶ σοφιστικῶν νοημάτων, ἀλλ' ἐννοιῶν θείων καὶ θεολογιῶν ἀκρότητος, ἧς μόνος οὗτος, ὡς ἔμοιγε δοκεῖ, ὁ μέγας πατὴρ ἐπεβάτευσεν.

Intertext edge

Open linked passage

Note