Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Εἰς τὸ «κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον» Τὸ «κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον ἢ τελέως ληπτὸν» οὐ πρὸς τὸ προσεχές μοι δοκεῖ ἀναφέρεσθαι, τὸ μόνην εἶναι τὴν ἀπειρίαν τοῦ θείου καταληπτήν, ἀλλὰ πρὸς τὸ δυσθεώρητον προσαρμό ζεσθαι. ἐπειδὴ γὰρ ἀντέκειτό τις αὐτῷ λόγος ἐκ τῆς Ἑλληνικῆς φιλοσο φίας, ἀντιτίθησί τε τοῦτο καὶ μάλα εὐγενῶς ἐπιλύεται. φασὶ γὰρ οἱ ἀπὸ Πλάτωνος μάλιστα μὴ δεῖν τῶν ἁπλῶν τὸ μέν τι κατειλῆφθαι, τὸ δὲ δο κεῖν ἀκατάληπτον, ἀλλ' εἴτε σῶμα τοῦτο εἴη ὁμοιομερῆ ἔχον τὴν ὕπαρξιν, εἴτε ἀσώματον, ὁ μέρος τούτων κατειληφὼς τὸ πᾶν ἔχει διεγνωκώς· ὁ γοῦν τὴν ψυχικὴν οὐσίαν ἢ νοερὰν ἀπὸ μέρους εἰδὼς τὴν πᾶσαν τούτων γνῶσιν συνείληφεν. ἐπὶ γὰρ τῶν συνθέτων καὶ ἀνομοίων οὐχ ὁ τὸ μέρος τῶν συντεθειμένων εἰδὼς ἤδη καὶ τὴν ὅλην ἔσχεν ἐν γνώσει οὐσίωσιν· οὐδὲ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐπιστάμενος, ὅτι τοιοῖσδε μὲν ὑγροῖς, τόσοις δὲ χιτῶσι διείληπται, ἤδη που καὶ τὴν ὅλην κεφαλὴν κατείληφεν, ὅτι μὴ τὸ πᾶν αὕτη ὀφθαλμός, ἀλλ' οὗτος μεθ' ἑτέρων αὐτὴν συνιστᾷ· ὁ δὲ τὸ πνεῦμα ἢ τὸ αἷμα ἢ τὴν ἀρτηρίαν ἢ τὴν φλέβα ἐν ἐλαχίστῳ μέρει διαγνούς, ἐπειδὴ μηδὲν τὸ ὅλον παρὰ τοῦτο, τὴν ὅλην οὐσίαν διὰ τοῦ μέρους σαφέ στατα ἔγνωκε. κἀπὶ τῶν ἀσωμάτων δὲ ὁ αὐτὸς λόγος· ἐπεὶ γὰρ καὶ ποσά τινα κατὰ τρόπον ἄλλον, οὗ δὴ καὶ Πορφύριος ἐν ταῖς πρὸς τὰ νοητὰ μέμνηται Ἀφορμαῖς, προσάπτομεν τῇ ψυχῇ, ἐν μέρει τὴν ὅλην συνείληφε καὶ ἐν ὅλῃ τὸ μέρος ἐπίσταται, ἐν ὅλῃ τε τὴν ὅλην κἀν τῷ μέρει τὸ μέρος ὁ φιλοσόφως αὐτῇ προσβαλών· πᾶν γὰρ ὃ λάβοις αὐτοτελὴς ὑπάρχει ψυχή, καὶ τὸ πᾶν διὰ τοῦ μέρους ἐθήρασας. οὕτω δὲ θηράσαις ἂν καὶ τὸν «νοῦν» καὶ τὴν παρὰ τοῖς λογίοις «δύναμιν» καὶ τὸν ὑπὲρ ἐκείνην «πατέρα» καὶ τὸ ἀφθεγκτότατον ἕν, εἴ τῳ ταῦτα πιστά· ἐμοὶ γὰρ οὐ καιρὸς νῦν περὶ τῆς ὑποστάσεως τούτων περιεργάζεσθαι. Εἰ γοῦν οὕτω ταῦτα, καὶ τοῦ θείου καθαρῶς ἀσωμάτου τυγχάνοντος καὶ πάντῃ ἑαυτῷ ὁμοίου καὶ ἀμεροῦς, πῶς χώραν ἔχει τὸ δυσθεώρητον; ἢ γὰρ ἄν, ἀνεκφοίτητον πάντῃ τῆς οἰκείας τυγχάνον φύσεως, ἀθεώρητον τοῖς θηρῶσιν ᾖ, ἤ, εἰ ἐκ μέρους κατείληπται, ὅλον διέγνωσται, καὶ πῶς δυσθεώρητον; ταύτην οὖν ὅλην τὴν ἀντίθεσιν ὁ πατὴρ ἐν ὀλίγαις συγκεφα λαιωσάμενος συλλαβαῖς, «κἄν τις οἴηται» φησί «τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον ἢ τελέως ληπτόν». εἰ γὰρ ἁπλοῦν τὸ θεῖόν ἐστιν, ἀλλ' οὐχὶ καὶ φύσις αὐτῷ ἡ ἁπλότης καθέστηκεν, ἀλλὰ περὶ τὴν φύσιν, ἥτις ποτέ ἐστιν· ὥσπερ γὰρ οὐ φύσις ἡμῶν τὸ συντεθεῖσθαι, ἀλλὰ τοῦ κράματος κατηγορία, οὕτως οὐδὲ ἐκείνῳ οὐσία ἡ ἁπλότης ἐστίν, ἀλλὰ περὶ τὴν οὐσίαν θεώρημα. ἄλλο γάρ τι ὂν ἁπλοῦν ἐστιν, ὥσπερ ἄλλο τι ὄντες ἡμεῖς σύνθετοι· ἁπλοῦν γὰρ καὶ τὸ αἰθέριον πῦρ, ἀλλ' οὐ δὴ αὐτῷ ὕπαρξις ἡ ἁπλότης, ἀλλ' ὄντι πυρὶ αὕτη συμβέβηκεν. ὁ γοῦν οἰόμενος Ἕλλην ὡς περὶ ἁπλότητος τῆς τοῦ θείου ὑπάρξεως οὐ καλῶς οἴεται· γεν νήσεις γὰρ καὶ ἀγεννησίαι, καταλήψεις τε καὶ ἀκαταληψίαι, συνθέσεις τε καὶ ἁπλότητες, ἄλλο τι παρὰ τὴν φύσιν εἰσί, καὶ τὰ μὲν ἡμέτερα τυγχάνει παθήματα, τὰ δὲ ἐκείνων οἷς καὶ συμβέβηκε. διὰ τοῦτο ὑπαντῶν ὁ μέγας τὸ ἄπορον ἐπιλύεται, ὅτι μὴ χρὴ διὰ τῆς ἁπλότητος ἢ τελέως ἄληπτον οἴεσθαι τὸν θεὸν ἢ τελέως ληπτόν. εἰ μὲν γὰρ οὐδὲν ἄλλο εἴη θεὸς ἢ ἁπλότης, ἐχρῆν τοῦτον τὸν λόγον ἐπαληθεύειν· ἐπεὶ δὲ ἄλλο τι ὄντι ἐπι τεθεώρηται τὸ ἁπλοῦν, κενόσπουδος ὁ καταναγκάζων τὰ τοῖς κατηγορου μένοις ἐπιθεωρούμενα καὶ τοῖς ὑποκειμένοις συνεπιθεωρεῖσθαι ἀεί. καὶ σὺ μὲν βούλει μὴ δυσθεώρητόν με λέγειν τὸ θεῖον, ἀλλ' ἢ ἀθεώρητον πάντῃ ἢ τελέως θεωρητόν, ὅτι τὴν φύσιν ἁπλότης ἐστίν, ἐγὼ δὲ τὴν ἁπλότητα φύσει μὲν εἶναί τισι δώσω, φύσιν δὲ οὐκ ἂν συγχωρήσαιμι· τὴν δὲ τοῦ φύσει καὶ φύσεως διαφορὰν σαφέστατα ἡ Ἀριστοτέλους τρανοῖ Φυσική. ἐπεὶ οὖν ἀποδεικτικῶς ἡ ἁπλότης ἀνῄρηταί σοι ὡς οὐ φύσις ἐστὶ τοῦ θεοῦ, συνανῄρηται καὶ τὸ περὶ ταύτην θεώρημα τὸ ἐκ μέρους ἔχειν τὸ πᾶν· ἰσχύει δ' ἐντεῦθεν μάλα τὸ δυσθεώρητον. Τί δὲ κωλύει καὶ λόγον ἄλλον, τὸ μὲν κατειλῆφθαι τοῦ θείου, τὸ δ' ἀκατάληπτον εἶναι; εἰ μὲν γὰρ μή τινες ἦσαν χαρακτῆρες ταῖς μετ' ἐκεί νην ἁπλαῖς φύσεσιν ἢ καὶ συνθέτοις, τοῖς θείοις ἰδιώμασι καλλυνόμενοι, δι' ὧν τὸ συγγενὲς ἐλλαμπόμεθα, εἶχεν ἄν σοι λόγον ἡ ἀπορία. ἐπεὶ δὲ νόες πρῶτοι καὶ δεύτεροι καὶ φύσεις ἄλλαι μετ' ἐκείνας, ἄνθρωποί τε καὶ τὰ λοιπὰ εἴδη, εἰκόνας τινὰς ἔχει τῆς πρώτης ἀρχετυπίας, δι' ὧν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον τὴν γνῶσιν ἐκείνης θηρεύουσι, διὰ τί μὴ τοῦ θείου τὰ μὲν κατειλῆφθαι, τὰ δ' ἐν ἀπορρήτοις κεῖσθαι θαρρούντως δι ισχυρισαίμην; ἐγὼ δέ φημι καὶ τὴν ὕλην, τὴν πάντῃ ἀπῳκισμένην θεοῦ, τὸ ἄκρατον αἶσχος, τὸ ἐν τοῖς οὖσι μὴ ὂν καὶ ἐν τοῖς μὴ οὖσιν ὄν, τῆς θείας ἔχειν ἀπηχήματα φύσεως· οὐδὲ γὰρ αὕτη ἀπηλλοτρίωται τοῦ ἐπιτηδείως ἔχειν πρὸς τὴν ὑποδοχὴν τῶν εἰδῶν. εἰ δὲ τὰ μὲν ἐγγίζει θεῷ, οὐ τοπικοῖς διαστήμασιν, ἀλλὰ νοεραῖς ἰδιότησι, τὰ δ' ἧττον ἀφ έστηκε, τὰ δὲ μᾶλλον, λόγον ἔχει δήπου τὰ μὲν ἐγγυτέρω τὸ πλέον ἔχειν, τὰ δ' ἀπωτέρω τὸ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως, ὅσον τοῖς μὲν τόσον κατείληπται, τόσον δὲ κέκρυπται, τοῖς δὲ πλέον τοῦ κατειλημμένου τὸ κεκρυμμένον, τοῖς δ' ἐπὶ μᾶλλον, ὅσοις ἡ ὕλη πλείων ἢ ἐλάττων ἐστίν. οὐ τοίνυν διὰ τὴν ἁπλότητα πάντῃ καταληπτὴ ἢ τέλεον ἀκατάληπτος, ἀλλὰ διὰ τὸ ἄλλο εἶναί τι παρὰ τὴν ἁπλότητα καὶ τὴν τῶν ὑποδεχομένων ἐπιτηδειότητα μείζονα καὶ ἐλάττονα τὸ μέν τι τοῦ θείου ἀγαθοδότως φοιτᾷ πρὸς ἡμᾶς, τὸ δ' ἐν τοῖς ἄνω μένει βυθοῖς.