Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
88.1
Εἰς τὸ «αἰὼν γὰρ οὔτε χρόνος οὔτε χρόνου τι μέρος». Παντάπασί μοι δοκεῖ ὁ μέγας οὗτος πατὴρ ἐν τῷ περὶ τοῦ καὶ χρόνου τοῖς πρὸ αὐτοῦ ἠναντιῶσθαι σοφοῖς, οὐχ ὡς μὴ ὡμιληκὼς τοῖς ἐκείνων συγγράμμασιν, ἀλλ' ὡς μὴ τοῖς δόγμασιν αὐτῶν ἀρεσκόμε νος. τίς γὰρ οὕτως ἄλλος τὰ Πορφυρίου ἀνέγνωκε καὶ διέπτυσεν, ὧν καὶ πολλαχοῦ τῶν αὐτοῦ λόγων μνημονεύων δῆλός ἐστιν; τίς δ' οὕτως τοῖς Ἀριστοτέλους καὶ Πλάτωνος λόγοις διῄτησε καὶ τὴν δέουσαν ἑκάστῳ ψῆφον ἐπήνεγκεν; ἀλλ' οὐ τὸ τῶν πολλῶν πέπονθεν, οἳ μὴ ἔχοντες ἴδιον κριτήριον τῆς οἰκείας ψυχῆς μηδὲ τὰ τῶν ἄλλων δοκιμάζειν ἰσχύοντες, γεννᾶν τε καὶ ἀφ' ἑαυτῶν εἴ πῃ δύναιντο, ἀλογίστως ἅμα καὶ ἀμαθῶς τοῖς προηγησαμένοις ἕπονται. Αὐτίκα τοίνυν ὁ μὲν Ἀριστοτέλης ἀγέννητον εἶναι τὸν χρόνον ἐν τοῖς Φυσικοῖς ἀποδείκνυσι, τοῖς χρονικοῖς ἐπιρρήμασι τὸ ἀίδιον αὐτοῦ τεκμαι ρόμενος καὶ φληνάφοις τισὶν ἀναλύσεσιν, οὐσίαν τε αὐτῷ δίδωσι «τὸ πρῶ τον καὶ τὸ ὕστερον»· τοῦτο τάχα οὐ κακῶς. Πλάτων δὲ καλῶς γε ποιῶν «μετὰ» τοῦ «οὐρανοῦ» τοῦτον γεννᾷ· δεῖ γὰρ μετὰ κινήσεως εἶναι· κίνησις δὲ οὐκ ἦν μεγέθους μὴ ὄντος· ἀκινήτων δὲ τῶν εἰδῶν ὄντων πῶς ἂν εἴη ὁ χρόνος; δεῖ οὖν τῇ μὲν κινήσει τὸν χρόνον παραμετρεῖν, τῷ ἀκινήτῳ δὲ τὸν αἰῶνα. πλὴν τοσοῦτον καὶ περὶ τούτων διασταλτέον, ὡς τοῖς πάλαι φιλοσόφοις ἔδοξεν ὅτι μόνῃ τῇ κύκλῳ κινήσει ἡ τοῦ αἰῶνος ἀπομεμέρισται ἔννοια· τελεία γὰρ καὶ οὐ γιγνομένη, τοιοῦτος δὲ καὶ ὁ αἰών. ὁ δὲ Φοῖνιξ Πορφύριος καὶ ὁ πρὸ ἐκείνου τῇ φιλοσοφίᾳ ἐμπρέψας Πλωτῖνος καινότα τόν τινα λόγον περὶ αἰῶνος ἀποδεδώκασιν· ἀκινήτοις γὰρ καὶ ἀδιαστάτοις τοῦτον παρεσχηκότες εἴδεσιν, ἀκίνητον πάντῃ καὶ ἀδιάστατον ἀποδεδώ κασιν, «ἀπὸ τοῦ ἀεὶ εἶναι» εὐσήμως ἐτυμολογήσαντες. ὥσπερ γάρ, φασί, τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀφῄρηται τῶν ὑπὲρ τὴν ὕλην εἰδῶν, οὕτω δὴ καὶ τὸ μέτρον τούτων ὁ αἰὼν ἐπίσης τούτων ἀφέστηκε· μένει δὲ ὅπερ ἐστίν, ἐνεστώς. Τοῦτον οὖν τὸν λόγον οὐδ' ὁπωστιοῦν ὁ μέγας οὗτος ἀνὴρ ἀποδέχεται· εἰ γὰρ τοιοῦτον ὁ αἰών, ὡς μὴ πάντῃ μετρούμενος μηδέ τινα ἔχων διά στασιν, ἀμερὴς δήπου πάντως ἐστί. λείπεται οὖν ἐν σημείῳ τὰ αἰώνια συγκεκλεῖσθαι πάντα· τοιοῦτον γὰρ τὸ ἀμερές. καὶ τοῦτο μὲν τὸ περὶ τοῦ αἰῶνος νόημα ὡς ὀνειροκριτικὸν καὶ ἀνυπόστατον πάντ [ῃ] παραιτησάμε νος, αὐτὸς οἰκείαν εἰσάγει περὶ χρόνου καὶ αἰῶνος διάνοιαν. καὶ «χρόνον» μέν φησι πᾶν τὸ «μετρούμενον ἡλίῳ» καὶ ἄστροις διάστημα (τοῦτο γοῦν καὶ ἡμεῖς φαμεν, ὡριαῖον χρόνον καὶ ἡμερήσιον, τῷ τοῦ ἡλίου δρόμῳ ἢ τῷ τῶν ἄλλων ἀστέρων τοῦτο συντεκμαιρόμενοι), αἰῶνα δὲ τὸν διεστηκότα μέν, μὴ μέντοι γε ἑτέρων σωμάτων κινήσεσι συμμετρούμενον, ἀλλ' αὐτο διάστατον ὄντα καὶ αὐτοκίνητον καὶ ταῖς ἀιδίαις φύσεσι σύμμετρον· ᾧ γὰρ οὐχ ἡλίου κίνησις ἀπομερίζει τὸ εἶναι οὐδὲ σελήνης περίοδος οὐδὲ ἄστρου τοῦδε ἢ τοῦδε φορά, οὗτος πῶς ἂν ἢ χρόνος ὁ σύμπας εἴη ἢ χρόνου τι τὸ βραχύτατον; εἰ γὰρ ὅ τε πᾶς χρόνος καὶ τὰ μέρη τούτου, ἡμέραι φημὶ καὶ νύκτες, αἵ τε περιεκτικαὶ τῶν ὡρῶν καὶ αἱ τοῖς τμήμασι τούτων περιεχόμεναι, δρόμοις φωστήρων ἀναμετροῦνται, αἰὼν δὲ τὸ δίχα τούτων ἐστί, πῶς οὐκ ἂν οὗτος ὅλος ἐξηλλαγμένος εἴη καὶ χρόνου καὶ τῶν τούτου μερῶν; «Αἰὼν» οὖν φησιν «οὔτε χρόνος οὔτε χρόνου τι μέρος». πῶς γὰρ ἂν τοῖς ὑπὲρ ἥλιον καὶ σωματικὴν πᾶσαν περίοδον ἡ περὶ χρόνου προσαρμόσῃ ἔννοια, ὃς δὴ ταῖς τῶν ἀστέρων ὑπέστη κινήσεσιν; οὐ νὺξ παρ' ἐκείνοις, οὐχ ἡμέρα, ἐπεὶ μηδ' ἐντὸς τῆς σφαίρας εἰσίν· οἵ γε κἂν ἦσαν, ἀλλ' οὐδὲ πάλιν παρεμετροῦντο τοῖς τοῦ ἡλίου κινήμασι, τὴν οἰκείαν ζῶντες ζωήν· οὐδὲ ὥρα ἐαρινὴ οὐδ' ἡ μετὰ τὴν ὁπώραν οὐδὲ αἱ ἐφεξῆς τούτων τροπαί, οὐ γὰρ πρόσεισι τούτοις ὁ ἥλιος ἢ ἀφίσταται, ἐπεὶ μηδὲ οἰκοῦσι τὰ τῆς γῆς κλίματα, οὐδ' ὁ μὲν τὴν βόρειον ἔλαχεν οἴκησιν, ὁ δὲ τὴν ἰσημερινὴν ζώνην οἰκεῖ, ὁ δὲ τοὺς πόλους κατείληφεν, οὐδὲ τοῖς μὲν ἐξῆρται τόσον ὁ βόρειος, τοῖς δὲ ἐς τὸ ἴσον μέτρον ὁ νότιος καταδέδυκεν, οὐδ' οὗτοι μὲν ὑπὲρ κεφαλῆς ἀκριβῶς τὸν πόλον εἰλήχασιν, ἵν' ἑξάμηνος αὐτοῖς ἡ νὺξ εἴη, οἱ δὲ «ἑτερόσκιοι» τυγχάνουσιν ἢ «ἀμφίσκιοι» ἢ «περίσκιοι»· περὶ ἡμᾶς γὰρ ταῦτα, οἳ τῷ χρόνῳ μετρούμεθα, διὰ τῶν ἡλιακῶν κινήσεων τὴν ὕπαρξιν ἔχοντες. Ἀλλ' εἰ μὴ ταῦτα μηδὲ τοιοῦτος ὁ αἰών, τί ποτ' ἂν εἴη; οὐ σημεῖον ἀμερές, ὁ μέγας δοκεῖ, ὡς τῷ Πορφυρίῳ δοκεῖ· οὐδ' ἀδιάστατος πάντῃ, ἀλλ' «οἷόν τι χρονικόν» φησί «κίνημα καὶ διάστημα». τούτου δὲ τοῦ αἰῶνος τὴν ἔννοιαν οὐ σαφῆ πάνυ ἡμεῖς κεκτήμεθα, ὅτι μηδὲ οὕτως ἐζήσαμεν πώποτε μηδὲ τὴν χρονικὴν φύσιν ὑπερεφωνήσαμεν. διὰ τοῦτο καὶ ἰλίγγου καὶ δίνης περὶ τὴν περίληψιν τούτου πεπλήσμεθα, ζητοῦντες ὅ τι ποτὲ τοῦτο εἴη. ὁ δὲ μέγας ὑπερβὰς τὴν ὕλην καὶ ἐν θεωρίᾳ τοῦ ἀρρήτου γενό μενος καὶ τὴν «ἐν Χριστῷ κεκρυμμένην» κατὰ τὸν ἀπόστολον ζήσας «ζωήν», ἐμυήθη κατ' αὐτὸν τοῦτον τὸ ἀπόρρητον τοῦτο μυστήριον καὶ τοῖς ἄλλοις κεκρυμμένως μετέδωκε, κἀν τούτῳ τοῦτον ζηλῶν. πολλαχοῦ γὰρ καὶ οὗτος τῶν αὐτοῦ φησιν ἐπιστολῶν· «μυστήριον» οὖν «ὑμῖν ἐρῶ». τοῦτο δέ τι μέρος τῶν ἄνω πηγῶν ἦν, ἃς δὴ ἐκεῖνος ἐξαντλήσας εἰς δύνα μιν, βραχείας ἡμῖν ῥανίδας ἐπιρρεῖ. «Οἷόν τι χρονικόν» φησι «κίνημα καὶ διάστημα». μιμητὴς ἐγένετο καὶ τοῦ Πλάτωνος· κἀκεῖνος γὰρ ἐν τῷ Φαίδρῳ, ψυχῆς πέρι μέλλων διαλα βεῖν, ἥτις μὲν αὕτη, φησίν, ἐν ἀπορρήτῳ κείσθω· ἔοικε δὲ ἅρματι ὑφ' ὃ ἵπποι ὑπεζεύχθησαν δύο, οὐ ταύταις μὲν οὕτω φήσας ταῖς λέξεσι, τὴν αὐτὴν δὲ ἔννοιαν ὑπειπών. ἵνα δὲ μὴ πάντῃ κωφοὶ ὦμεν τοῦ θείου τούτου νοήματος, δεδόσθω κατ' ἐξουσίαν ἡμῖν αἰῶνα δημιουργῆσαι τῷ πλάσματι, ὃν ἐκεῖνος ἔγνω τῷ πράγματι. ἀνῃρήσθω γοῦν ἡμῖν καὶ οὐρανὸς καὶ φωστῆρες καὶ πᾶσα τῶν ἀστέρων ἡ κίνησις, ἡμεῖς δέ που οἰκῶμεν τῷ πλάσματι. ἆρ' οὖν οὐ πάλιν διαστατὴν ἔχομεν τὴν ζωήν; εἰ δὲ διαστατήν, πάντως καὶ μετρητήν. ἀλλὰ τίνι μετρούμεθα; ἡλίῳ; ἀλλ' οὗτος τῷ λόγῳ ἀνῄρηται. σελήνῃ; ἀλλὰ καὶ αὕτη ἀποπτᾶσα τῷ λόγῳ ἡμᾶς ᾤχετο. ἑτέρων ἀστέρων δρομήμασιν; ἀλλὰ ποῦ τούτων πεπηγότων ἢ κινουμένων; ἐν οὐρανῷ; ἀλλὰ καὶ τοῦτον ὁ πλάστης λόγος ἀποσφαιρίσας εἰς τὸ μὴ ὂν ἀναλέλυκεν. ἡ γοῦν τοιαύτη κίνησις ἡμῶν καὶ ζωὴ οὔτε χρόνος ἐστὶν οὔτε χρόνου μέρος, τῶν ποιούντων ταῦτα ἀνῃρημένων· ἀλλ' ἡμεῖς γε ἐν κινήσει καὶ διαστάσει τυγχάνομεν· τοῦτο γοῦν ἐστιν «οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα». Εἰ μὲν οὖν ἱκανῶς, ὦ παῖδες ἐμοί, οὓς λογικῶς ὠδίνησα καὶ ἀπέτεκον, τὸν περὶ τοῦ αἰῶνος λόγον ὑμῖν ἀποδεδώκαμεν, τῷ αἰωνίῳ χάρις θεῷ, παρ' οὗ τὰ «τέλεια δωρήματα» πέφυκε φοιτᾶν πρὸς ἡμᾶς. εἰ δὲ μὴ εἰς τὸ ἀκριβὲς μηδ' εἰς ἄκρον αὐτὸν ἀπεξέσαμεν, συγγνώμην δοίητε· ἐν σώματι γὰρ ζῶντες καὶ μὴ κατὰ τὸν μέγαν τοῦτον τὴν φύσιν ὑπερβάντες τῆς ὕλης, ἀδύνατοί πώς ἐσμεν ἀύλων ἐπιβατεύειν εἰλικρινῶς ἐννοιῶν. εἰ δὲ μετρίως, καὶ οὕτως χάρις ἡμῖν μέρος τι τῶν ἀσωμάτων σωματικοῖς λόγοις ὑμῖν ὑπογράψασιν.