Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 89 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
89.1
Εἰς τὸ «ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τὸ κινεῖσθαι» Ἄγαμαι ὑμῶν, ὦ παῖδες, οὐ τὸ ἁπλῶς ἐρωτᾶν, ἀλλ' ὃ λόγου δεῖται σοφοῦ πρὸς ἐπίλυσιν καὶ ᾧ ὀλίγοι τῶν πρὸ ἡμῶν προσταλαιπωρεῖν ᾑρετίσαντο. ὁποῖον δῆτά ἐστι καὶ τὸ θεολογικὸν τουτὶ ῥητὸν τὸ «ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ», καὶ τἆλλα ἐφ' οἷς ἡ ἀπόδοσις· ἔχει γὰρ ὁ λόγος οὐκ ὀλίγας ἀντιλαβάς, εἴ τις πρὸς τὴν πρεσβυ τέραν φιλοσοφίαν τὴν ἐνταῦθα παραβάλοι διάνοιαν. Πρῶτον μὲν γὰρ ἄν τις ἐξετάσοι δικαίως ἀνθ' ὅτου τοῦ θεὸν εἰπεῖν «τὴν ἀγαθότητα» προτετίμηκε, τίς τε ἡ ἀγαθότης αὕτη. ἆρ' ἄλλο τι παρὰ τὴν θείαν οὐσίαν; σύνθετος ἄρα «ὁ ἐπὶ πάντων θεός». ἀλλὰ ταὐτὸν ἀγαθότης τε καὶ θεός; εἰ δὲ οὐδὲν ἕτερον ὁ θεὸς ἢ ἀγαθότης, τὸ δ' ἀγαθὸν ἕξις, ἕξιν ἄν τις τὸν θεὸν συλλογίσαιτο. ἔπειτα καὶ τἆλλα προσαπορήσει· πῶς «κινοῖτο» τὸ ἀγαθόν; πῶς δ' ἂν ὅλως συμβαίνοι τῷ θεῷ κίνησις; πῶς δ' οὕτω τῷ μεγάλῳ πατρί, φιλοσόφῳ γε ὄντι καὶ τὰ τοῦ Πλάτωνος ἀκρι βώσαντι, ἀποπέφανται περὶ θεοῦ ἀνυποστόλως ἡ κίνησις; εἰ γάρ τις φήσει, τοῦ λόγου δῆθεν ὑπεραπολογούμενος, ὡς ἐκ τῶν Ἀριστοτέλους δογμάτων ὁ λόγος αὐτῷ προσεπορίσθη, οὐδ' οὕτως ἂν ἡ πρὸς τοῦτον σωθείη αἰδώς. ὁ μὲν γὰρ Ἀριστοτέλης μέχρι τῶν οὐρανίων σωμάτων ἀπεδίδου τὴν κίνη σιν, ἀπὸ τῶν ἀτελεστέρων ἀρχόμενος· τὴν δὲ ψυχὴν ἀκίνητον ἀπεφαίνετο καὶ πρὸ ταύτης τὸν νοῦν καὶ πρὸ ἐκείνου τὸν δημιουργικὸν νοῦν. Πλάτων δὲ τῷ μὲν θεῷ πάντῃ προσμαρτυρεῖ τὸ ἀκίνητον· τῇ δὲ ψυχῇ ὑποβάσῃ τοῦτον τὸ αὐτοκίνητον δίδωσι. δηλοῖ δὲ καὶ ἡ τοῦ αὐτοκινήτου λέξις τὴν μεσότητα τῶν φύσεων ἑκατέρων· τοῦ γὰρ πάντῃ κινητοῦ καὶ τοῦ ἀκινή του ἡ ψυχὴ μέση τυγχάνουσα τῷ μὲν «αὐτῷ» τῷ ἀκινήτῳ κεκοινώνηκε, τῷ δὲ «κινητῷ» τῷ πάντῃ κινητῷ προσωμοίωται· Πλατωνικὸν γὰρ πρόσ ρημα τὸ «αὐτὸ» καὶ «ὡσαύτως ἔχον» ἐπὶ τοῦ θείου λεγόμενα. εἴτε γοῦν Πλατωνικῶς τις ἐθέλοι τὸ θεολογικὸν ἐξετάζειν χωρίον εἴτε μὴν Ἀριστο τελικῶς, ἑκατέρωθεν τὸ θεῖον ἀκίνητον. περὶ γὰρ ψυχῆς ἀνομοίως δοξά σαντες οἱ φιλόσοφοι, ὁ μὲν γὰρ κινητήν, ὁ δ' ἀκίνητον (ὁ Ἀριστοτέλης δηλονότι ἀκίνητον εἴρηκε), περὶ τοῦ θείου ὡμογνωμονήκασι, κοινῶς αὐτῷ ἀπονείμαντες τὸ ἀκίνητον· ὁ δὲ μέγας πατὴρ τὴν ἑτέραν τραπόμενος κινεῖσθαι τοῦτον ὑψηλότερον ἐκείνων ἀποφαινόμενος φαίνεται. Αἱ μὲν οὖν ἀπορίαι τόσαι καὶ τοῖαι, αἱ δ' ἐπιλύσεις καταλλήλως προσ αρμοσθήσονται. καὶ πρῶτόν γε τὸ περὶ τῆς ἀγαθότητος ὑμῖν ἐπιλυτέον θεώρημα. οἱ παλαιοὶ καὶ πρῶτοι φιλόσοφοι ἀποροῦντες ὃ δὴ τῷ θεῷ προσαρμόσουσιν ὄνομα, τὰ μὲν ἄλλα καταδεέστερα τῆς τούτου ἐφεύρισκον φύσεως, τὸ δ' ἀγαθόν, ὡς τελικὸν αἴτιον καὶ δι' ὃ τἆλλά ἐστιν, οἰκεῖον ἐνόμιζον τῷ θεῷ. μᾶλλον δέ, ἵν' ἀκριβέστερον περὶ τούτου διαλάβοιμι, θεὸν καὶ ἓν καὶ ἀγαθόν, τὰ τρία ταῦτα τῆς ἀκηράτου οὐσίας παρῆγον ὀνόματα, οὐδὲν εἶναι φάσκοντες ἐκείνην ἢ θεόν, τοῦτο δὲ οὐδὲν ἢ τἀγαθόν, καὶ τούτῳ ταὐτὸν τὸ ἕν. ἀγαθὸν γὰρ τὸ θεῖον, ὅτι «ἄγαν» ἡμεῖς «θέομεν» πρὸς αὐτό· τὸ δ' αὐτὸ καὶ ἕν, ὡς συναγωγὸν τῶν θεόντων καὶ τοῦ ἑνὸς αὐτῷ κοινωνούντων· τὸ δὲ θεὸς ἐμφαντικόν ἐστι τοῦ πάντα τῆς οἰκείας οὐσίας πληροῦν, ἀπὸ τοῦ «θεῖν» πανταχοῦ διερμηνευόμενον. οὐχ ἕξις οὖν ἡ ἀγαθότης τοῦ θεοῦ, ἵνα μὴ σύνθεσις ἐπὶ τοῦ ἁπλοῦ νομισθῇ καὶ χώραν σχῇ ὁ συλλογισμός, ἀλλ' αὐτὸ τοῦτο θεὸς καὶ ἕν· τί γὰρ ἄλλο θεὸς ἢ τἀγαθόν, τὸ πρῶτον αἴτιον καὶ δι' οὗ τὰ λοιπὰ ἀγαθύνονται; Ζητεῖ δ' ὁ λόγος καὶ διὰ τί μὴ τὸ θεός, ἀλλὰ τὸ ἀγαθὸν ἐνταῦθα παρεί ληπται. πρὸς τοῦτο δὴ ἐκεῖνό φημι, ὡς ταῖς διαφόροις ἐπινοίαις τῇ πρώτῃ φύσει μεταλλάσσεται τὰ ὀνόματα. καὶ ὁπόταν μὲν οἱ θεολογοῦντες τὸ πανταχοῦ τοῦτον παρεῖναι βουληθῶσι δεῖξαι, τὸ θεὸς παρεισάγουσιν· ὁπόταν δὲ τὴν συναγωγὸν αὐτοῦ δύναμιν παριστάνωσι, τὸ ἓν παρεισφέ ρουσιν· εἰ δὲ περὶ τῆς δημιουργοῦ καὶ εὐεργέτιδος διαλαβεῖν βούλοιντο, τὸ ἀγαθὸν ἀποφαίνονται. φύσις γὰρ τοιαύτη τοῦ ἀγαθοῦ, ἀγαθύνειν πάντα αὐτῇ τε τῇ παραγωγῇ τῇ ἐκ μὴ ὄντων καὶ τῷ μέτοχα ποιεῖν τοῦ οἰκείου καλοῦ. διὰ ταῦτα τὸ ἀγαθὸν ἐνταῦθα ἀντεισῆκται τῷ πατρὶ τοῦ θεοῦ καὶ ἑνός. Περὶ δὲ τῆς κινήσεως ἐκεῖνο ἂν εἴποιμι, ὡς οὐδὲ τῷ μεγάλῳ τούτῳ θεολόγῳ ἠγνόηται ὡς ἀσύμβατος ἡ κίνησις τῷ θεῷ. οὔτε γὰρ γίνεται οὔτε φθείρεται· ἀλλ' οὔτε κατὰ τόπον χωρεῖ ὡς οὐδενὸς ὄντος κενοῦ· ἀλ λοιωθείη δὲ πῶς ἂν ὁ θεός, μὴ ἐμφαινομένων αὐτῷ ποιοτήτων, ἐφ' αἷς ἡ ἀλλοίωσις; ἀχθείη δὲ ποῦ, τίνος κινοῦντος, αὐτὸς ὢν ὁ πάντα κινῶν; πάσης δ' ἐν αὐτῷ ἀναιρουμένης κινήσεως, πῶς ἂν λόγον ἔχοι κινεῖσθαι; τί ποτ' οὖν ἐστι τὸ ἀπόρρητον; τῶν ὄντων τὰ μὲν ἁπλᾶ ἐστι, τὰ δὲ σύν θετα· τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα. τῶν οὖν συνθέτων καὶ σωματικῶν οὐδέν τι πρὸς ἑαυτὸ ἐπιστρέφειν λέγεται· πῶς γὰρ ἂν ἐπιστραφείη τὸ σῶμα πρὸς ἑαυτό, μὴ ἔχον ἁπλότητα; ἀλλ' οὐδ' εἴ τι ἀσώματον, τοῦτο εὐθὺς καὶ ἐπιστρεπτικὸν πρὸς ἑαυτό· αἱ γὰρ ποιότητες πῶς ἂν ἐπιστραφεῖεν πρὸς ἑαυτάς, ἰδίαν οὐσίαν μὴ ἔχουσαι, ἢ αἱ ἄλογοι δυνάμεις ἢ αἱ φύσεις, ἅς φησιν Ἀριστοτέλης ἐντελεχείας; ἐπιστρέφεται γοῦν τὰ καθ' αὑτὰ ἀσώματα· ἀλλὰ καὶ τούτων τὰ μὲν πρὸς ἑαυτὰ ἐπιστρέφει, τὰ δὲ πρὸς ἑαυτὰ καὶ πρὸς ἄλλο. πρὸς μὲν ἑαυτὰ καὶ πρὸς ἄλλο ψυχή, πρός τε γὰρ ἑαυτὴν ἐπιστρέφει καὶ πρὸς τὸν νοῦν· καὶ νοῦς πρός τε αὑτὸν καὶ πρὸς θεὸν ἐπανάγει· θεὸς δέ, ἐπεὶ μηδέν τι ἄλλο ἔχει πρεσβύτερον ἢ ὑπέρτερον, ὡς ἁπλοῦν καὶ πάντων αἴτιον, πρὸς ἑαυτὸν μόνον τὴν ἐπιστροφὴν ποιεῖται. Τοῦτο γοῦν ὁ μέγας ὑμῖν μὲν παρῃνίξατο τῷ συρφετῷ τῶν ῥημάτων, τοῖς δὲ τελείοις ἐν ἀπορρήτῳ σαφέστατα μάλα ἐκήρυξε. τὴν γὰρ πρὸς ἑαυτὸν νοερὰν ἐπιστροφὴν κίνησιν ὀνομάσας, «οὐκ ἤρκει» φησί «τῇ ἀγα θότητι τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ» τουτέστι τὸ ἐπιστρέφειν πρὸς ἑαυτήν, ὡς μηδενὸς ὑπερκειμένου, ἵνα καὶ πρὸς ἐκεῖνο ἀναχθείη, ὡς ψυχὴ μὲν πρὸς τὸν νοῦν, νοῦς δὲ πρὸς τὸν θεόν. ἵν' οὖν μὴ πρὸς ἑαυτὸν ἐπιστρέφῃ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἀπορρήτων ἀγαθῶν μεταδῷ, «τὰς ἀγγελικὰς πρῶτον δυνάμεις καὶ οὐρανίας ἐννοεῖ». Καὶ οἶδα μ [ὲν] ὅτι τῇ πολλῇ ταύτῃ θεωρίᾳ ὁ ὑμέτερος καταθεὶς νοῦς ἀμβλύτερόν πως ταῖς ἐντεῦθεν ἐνατενίζει λάμψεσιν, ἀλλ' ὅμως χρή γε ὑμᾶς, φιλοσόφους ὄντας καὶ κατὰ τὴν ἀρίστην θεωρίαν τὴν τῆς ζωῆς ἔχοντας τελειότητα, ἐπὶ τοῦ ἐπαναβεβηκότος τῆς φύσεως ἡμῶν ἵστασθαι. δεῆσαν δὲ καταβῆναι, αἱ ῥητορικαὶ ὑμᾶς ὑποδεχέσθωσαν χάριτες, ἵνα τὸν κάλλιστον τοῦτον διανύοντες δίαυλον πῇ μὲν ἐν λειμῶσι ἐπαναπαύησθε, πῇ δὲ τὴν φιλοσοφίας περιωπὴν διαβαίνοιτε.

Intertext edge

Open linked passage

Note