Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 8 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Τὰ λειπόμενα τῆς προηγησαμένης ἐξηγήσεωσ Κατὰ τὴν τοῦ Σολομῶντος ἐν Παροιμίαις παραίνεσιν αὐτὰ δὴ τὰ τοῦ Σολομῶντος ῥητὰ ὡς ἐνῆν ἡμῖν ἑρμηνεύσαντες, ἐν τριτταῖς διανοίαις ταῦτα ὑμῖν ἀνεπτύξαμεν. ἐπειδὴ γὰρ τὸ μέν ἐστι σωματικὸν ἡμῶν, τὸ δὲ ψυχικόν, τὸ δὲ νοερόν, κατὰ ταῦτα δεῖ καὶ τοὺς θείους ἀπαγγέλλειν χρησμούς, νοερῶς φημι, ψυχι [κῶς] καὶ σωματικῶς. ἐπεὶ οὖν καὶ ἡμεῖς οὕτω τὸν τῆς σοφίας οἶκον καὶ τοὺς ἑπτὰ στύλους ἀποδεδώκαμεν, φέρε δὴ καὶ τὰ θύματα κατὰ τὰς ἀναπεπταμένας ἐννοίας ὑφηγησώμεθα. Καὶ πρότερον τῇ προτέρᾳ ἐννοίᾳ κατὰ τὸν λόγον αὐτὰ προσαρμοσώμεθα. ἐλέγομεν οὖν ἐκεῖσε, κατὰ πρώτην ἐπιβολὴν τὸν ἠθικὸν ὑφηγούμενοι λόγον, σοφίαν ἡγεῖσθαι τὴν ἐπιστημονικὴν ἕξιν, ἥτις ἐκ διαφόρων τοῦ νοῦ συλλεγεῖσα θεωρημάτων ἐφίδρυται τῇ ψυχῇ. αὕτη τοιγαροῦν ἡ σοφία τὴν κτησαμένην φύσιν ὡς οἶκον οἰκοδομήσασα, ἵνα μὴ διολισθήσῃ τὸ οἰκο δόμημα, ἑπτὰ κύκλωσε στύλοις ὑπήρεισεν. εἶτα τί; «ἔσφαξε τὰ ἑαυ [τῆς] θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον», καὶ ὥσπερ εἰς μεσαιτάτην στᾶσα περιωπήν, [.....] καὶ «ὑψηλῷ» ἐβόησε τῷ «κηρύγματι· ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν». θύμα [τα]...................................................................................................... καὶ περὶ τοῦ ἀκουσίου καὶ ἑκουσίου φιλοσοφῶν, καὶ ὡς ἑτέρα μὲν παρὰ τὴν βούλησιν ἡ προαίρεσις, καὶ ὡς ἡ διάνοια μᾶλλον τῆς προαιρέσεως. ἐν οἷς εὐθὺς ἀρχόμενος καὶ τὸν Σωκράτην καταιτιᾶται καὶ τὸν Πλάτωνα καταμέμφεται, ἑαυτῷ δὲ προσμαρτυρεῖ τοῦ ἀκριβοῦς τὴν κατάληψιν, μεσότητας τὰς τοιαύτας τιθέμενος ἀρετὰς ἡδονῆς τε καὶ λύπης μεταίχμια. Ὁ μὲν οὖν ὀστώδη τοῖς ὁμιλοῦσιν αὐτῷ τοῖς συγγράμμασι τὰ θύματα σφαγιάζει τῶν ἀρετῶν· ἐν οἷς δὴ σφαττόμενα ὁρῶμεν τὰ προσαγόμενα, τῶν δὲ κρεῶν οὐ μετέχομεν. ἡ δὲ ἐν τῇ ψυχῇ ἐπιστήμη ὁμοῦ τε σφαγιάζει τὰς ἀρετὰς καὶ τῶν θυμάτων αὐτῇ μεταδίδωσι. τὴν γὰρ φρόνησιν ἐπιδει κνῦσα καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν ἐλευθεριότητα τήν τε σωφροσύνην καὶ τὴν ἀλήθειαν καὶ τἆλλα ὅσα ἐν μέσῳ κείμενα τὰς ἑκατέρωθεν πλεον εξίας καὶ μειονεξίας ἐκκλίνει, ἐν μετοχῇ τούτων εὐθὺς καθιστᾷ. ἔγνω τε γὰρ ὁμοῦ τὴν ἀλήθειαν καὶ ἠλήθευσε, καὶ τὴν μεγαλοψυχίαν καὶ μεγαλοψύχως τῶν ὄντων ὑπερορᾷ, ἐλευθεριότητί τε χρᾶται καὶ σωφρο σύνην ἀσπάζεται, καὶ τἆλλα δὴ οὕτως ὁμοῦ τ' ἐνόησε καὶ ἐκτήσατο. οὕτω «τὰ ἑαυτῆς θύματα» ἡ τοιαύτη σοφία ἐσφαγίασέ τε καὶ προσήνεκται τῇ ψυχῇ. θύματά τε αὐτὴ προσάγει τρυγόνας καὶ περιστερὰς ὄιν τε καὶ χίμαρον καὶ τἆλλα ἃ δὴ ὑποσκιάζων ὁ νόμος τοῖς ὑπὸ νόμον ἐντέλλεται. Ἀλλ' ἐπεὶ καὶ σπονδεῖα τῇ ἀδύτῳ ψυχῇ ἐγκαταπέπηκται, διὰ ταῦτα δὴ καὶ «οἶνον αὐτῆς ἐγκεράννυσιν». οἶνος δὲ τῇ τοιαύτῃ ψυχῇ παρὰ τῆς σοφίας ἐγκεραννύμενος οἱ θειότεροι τῶν ἀρετῶν λόγοι· ὧν δὴ μεταλαμ βάνει ψυχὴ τῶν θυμάτων ἀποστᾶσα καὶ πρὸς ἀμείνονα μεταμειβομένη ζωήν. ἀναλογεῖ γὰρ τὸ μὲν σαρκῶδες τοῦ θύματος τῇ πράξει τῶν ἀρετῶν, ὁ αἱματόρρυτος δὲ κρουνὸς τῇ θεωρίᾳ τῶν ὄντων, ὑφ' ἧς δὴ καὶ ἡ ψυχὴ χρωσθεῖσα αἱματοῦται καὶ πορφύρεται καὶ τῷ βασιλεῖ τῶν ὅλων πρόσεισι μετὰ τοῦ βασιλικοῦ χρώματος. καὶ ὁ τρόπος δὲ τῆς χρήσεως τῶν τε σαρκίων καὶ τοῦ αἵματος δῆλος πρὸς τὴν ἀναλογίαν· τὰ μὲν γὰρ σκληρό τερά πως δοκεῖ καὶ πρός τε τὴν μάσησιν δυσκατέργαστα καὶ πρὸς τὴν ἀνάδοσιν χρονιώτερα, τὸ δὲ ῥᾷόν τε ἐπιχεῖται τῷ στόματι καὶ οἷον διά τινος ἀμάρης τοῦ οἰσοφάγου ἐποχετεύεται τῇ γαστρί, καὶ πρὸς τὴν ἀνάδοσιν ἑτοιμότερον καὶ ταῖς φλεψὶν εὐθὺς κρουνηδὸν εἰσβάλλον παντὶ διαχεῖται τῷ σώματι. τοῦτο γοῦν εἰδὼς καὶ Ἱπποκράτης, οὐχ ὁ Χῖος ὁ «διὰ τῶν μηνίσκων τετραγωνίζειν τὸν κύκλον» οἰόμενος, ἀλλ' ὁ Κῷος, «ῥᾷόν» φησι «πληροῦσθαι ποτοῦ ἢ σιτίων». ἆρ' οὖν οὐχὶ κατὰ τὸν αὐτὸν λόγον αἱ μὲν πρακτικαὶ ἀρεταί, σαρξὶ προσεικασμέναι θυμάτων, δυσκατέρ γαστοί τε καὶ δυσανάδοτοι τῇ ψυχῇ, τοῦ σώματος ἐνεργοῦντος ὁμοῦ καὶ πονοῦντος, αἱ δὲ θεωρητικαὶ ἀρύοντος δίκην αἵματος, μόνης τῆς ψυχῆς ἐνεργούσης τῆς ἀταλαιπώρου καὶ ἀκαμάτου; συντελεῖ δέ μοι πρὸς τὴν τοιαύτην διάνοιαν καὶ ὁ ἐν ταῖς σκηναῖς νόμος, ὃς δὴ «τὸ» τῶν θυμάτων «αἷμα» τοῖς ἱερεῦσιν ἐκέλευε «τῇ βάσει ἐπιχεῖν τοῦ θυσιαστηρίου», ὡς δέον τὰ κρυφιώτερα τῶν νοημάτων καὶ ἀπορρητότερα τῇ πίστει μόνῃ καταπι στεύειν καὶ μὴ ἐξετάζειν τοῖς λογισμοῖς· τοῦτο καί μοι δοκεῖ ἡ τοῦ θυσιαστηρίου βάσις δηλοῦσθαι. ἐκέρασε δὲ τὸν οἶνον τοῦτον ἡ σοφία, διότι τῆς θεωρίας ὁ λόγος ἄκρατος ὢν ἀσύμμετρος τῇ ἐπικήρῳ πέφυκε φύσει· διὰ τοῦτο τοῦτον κεράννυσιν. Εἶτα δὴ ταῦτα ποιήσασα ἡ σοφία, τοῖς «ἄφροσιν» ἐγκελεύεται «ἐκκλίνειν πρὸς» αὐτὴν καὶ τὸν μὲν «ἄρτον» αὐτῆς «ἐσθίειν», μεταλαμβάνειν δὲ τοῦ κεράσματος. «ἄφρονες» δ' ἂν εἶεν καὶ «φρενῶν ἐνδεεῖς» οἱ τὴν φρόνησιν τελεώτατοι, οὐ ταύτην φημὶ τὴν πολιτικὴν καὶ ἐν μετοχῇ πραγμάτων κειμένην καὶ ἀγχινοίας, ἀλλὰ τὴν ὑπερκειμένην ταύτην, ἥτις δὴ νοῦς ἄκρατος καὶ ἀκήρατος οὖσα καθ' ὑπέρβασιν τῆς τοιᾶσδε φρονήσεως ἀφροσύνη κατονομάζεται. οὕτω γὰρ οἱ ἀκριβέστατοι τῶν θεολόγων τὰς ὑπερκειμένας ἕξεις κατονομάζουσι. καθ' ὃν δὴ λόγον καὶ «μωρίαν» φαμὲν «τοῦ κηρύγματος», καὶ ὅτι «τὸ μωρὸν τοῦ θεοῦ φρονιμώτερον τῶν ἀνθρώπων ἐστίν»· τὸν γὰρ ὑπερκείμενον τῆς οἰκονομίας νοῦν ἀπὸ τῶν στερήσεων τῆς κάτω φρονήσεως ὁ θεῖος ἑρμηνεύει ἀπόστολος. οὕτω γὰρ ὁ μέγας Διονύσιος ἐν ἐπιστολῇ τὸν τόπον ἡρμήνευκεν, καὶ αὐτὸς δὲ ὁ Σολομῶν ἀλλαχοῦ, «ἀφρονέστατός εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί», συνῳδὰ φθεγγόμενος τῷ πατρί· «ἡ γλῶσσά μου» γάρ φησι «κάλαμος γραμματέως ὀξυγράφου». ὥσπερ γὰρ ὁ κάλαμος ἰδίας ἐστερημένος κινήσεως τῇ χειρὶ τοῦ κινοῦντος πρὸς τὸ ἐκείνου μετάγεται βούλημα, οὕτω δὴ καὶ ἡ τοῦ Δαυὶδ γλῶττά τε καὶ ψυχὴ ὑπὸ τῆς θείας μόνης ἐνεργουμένη χάριτος ἐκινεῖτό τε καὶ ἐφθέγγετο, ὥστε δι' ὃ ἦν πάντων ἀνδρῶν ἀφρονέστατος, διὰ τοῦτο πάντων ἦν συνετώτατος. Ἐπεὶ οὖν τῇ ἐπιστημονικῇ ἕξει τὰ θύματα προσηρμόσαμεν, φέρε δὴ καὶ τῇ κρείττονι, μᾶλλον δὲ τῇ ὑπερτελεῖ καὶ πρώτῃ σοφίᾳ καταλλήλως αὐτὰ συμβιβάσωμεν. ἐπεὶ γὰρ ὁ ἐνυπόστατος τοῦ πατρὸς λόγος τὸν τῇδε κόσμον ὡς οἶκον ἐδημιούργησεν, καὶ τὸν μὲν οὐρανὸν ἀτελεύτητον ὥσπερ κατὰ τὴν οὐσίαν εἰργάσατο, τὰ δ' ἄλλα ταῖς τῶν ἐπιγινομένων διαδοχαῖς, «ἔσφαξε τὰ ἑαυτῆς θύματα» μετὰ ταῦτα καὶ «ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον». σφαγὴ δὲ τῶν θυμάτων ἡ τῶν δημιουργημάτων ἐπίγνωσις καὶ ἡ τῶν ὁρωμένων τούτων λόγων κατάληψις, δι' ὧν, ἄν τις βούλοιτο, ἐπιγνοίη τὸν κύριον. τὸ γὰρ τῆς θείας γνώσεως κρύφιον διὰ τῶν προκει μένων καταλαμβάνομεν. συλλογιστικῇ γὰρ μεθόδῳ ἔοικεν ἡ διὰ τῶν δημιουργημάτων πρὸς τὸν ποιητὴν ἄνοδος, συμπεραινομένη ἡμῖν ὥσπερ διὰ προτάσεων. ὥσπερ οὖν σφάξας τὸν σύμπαντα κόσμον ἀνέπτυξέ σοι τοὺς ἐν αὐτῷ λόγους, ὅτι διαστατὸς ὁ οὐρανός, ὅτι κινητός, ὅτι σῶμα πέφυκε στερεόν, ἵνα διὰ μὲν τοῦ διαστατοῦ τὸ ἀδιάστατον καὶ ἀμερὲς τοῦ θεοῦ γνοίης, διὰ δὲ τοῦ κινητοῦ τὸ ἀκίνητον, καὶ διὰ τοῦ σχήματος τὸ ἀσχημάτιστον. οὐ φθείρεται δὲ ὁ οὐρανός, ὥσπερ τὰ ὑπὸ τὴν σελήνην, ὅτι τῶν σωματικῶν πρῶτον πέφυκε δημιούργημα· «κύκλῳ» δὲ «κινεῖται, ὅτι» τὸν πλάσαντα «νοῦν μιμεῖται», τὰ γὰρ μετὰ σελήνην οὐ τοιάδε, ἀλλὰ καὶ ῥευστὰ καὶ εὐθυπορούμενα. ἐσφαγίασέ σοι καὶ τὸν ὁρώμενον ἥλιον, ἵνα γνοίης ὅτι ὅπερ αὐτὸς ἐν τοῖς αἰσθητοῖς, τοῦτο ἐν τοῖς νοητοῖς «ὁ τῆς δικαιοσύνης» πέφυκεν «ἥλιος», πλὴν ὅσον ὁ μὲν ἐπὶ τὰ κέντρα κινούμενος τοῖς μὲν μᾶλλον ἐπιλάμπει, τοὺς δὲ καὶ παντάπασι τῶν ἀκτίνων ἀποστερεῖ, ὁ δὲ ἀκίνητος μένων «οὐδαμοῦ τε καὶ πανταχῇ» πᾶσιν ἐπιχέει τὰς τῆς προνοίας πηγάς. ἔθυσέ σοι καὶ τὴν σελήνην, μᾶλλον δὲ θύει διηνεκῶς, αὐξάνων αὐτὴν καὶ μειῶν, καὶ νῦν μὲν ἀφώτιστον, νῦν δὲ δεικνύων πανσέληνον· τὸ μὲν γὰρ ὅσον αὐτῆς ὁ ἥλιος ἐφορᾷ πεφώτισται, τὸ δ' ἄλλο ἐσκίασται, ἵνα τι μάθοις ἐντεῦθεν, ἐπιστρέφων πρὸς τὸν θεὸν καὶ ταῖς ἐκεῖθεν αὐγαῖς καταλάμπεσθαι. ἐπὶ δὲ τῶν τοιούτων θεωρημάτων καὶ ἀναπτύξεων τὰ μὲν ὑπερβέβηκε, τὰ δὲ ὑποβέβηκε, τὰ μὲν ὑπερβεβη κότα αἵματι προσεικάσας κατὰ τὸν ἀποδεδομένον λόγον, τὰ δ' ὑποβεβη κότα σαρξίν. Οὕτω γοῦν «τὰ ἑαυτῆς θύματα» ἡ σοφία τοῦ θεοῦ «σφαγιάσασα», «τοὺς ἄφρονας» προσκαλεῖται πρὸς ἑαυτήν, ἵνα καὶ τῶν θυμάτων ἅψωνται καὶ τοῦ αἵματος πίωσιν. «ἄφρονες» δ' ἂν εἶεν ἐνταῦθα οἱ μὴ ταῖς Πλατωνικαῖς ἐφόδοις καὶ ταῖς Ἀριστοτελικαῖς τεχνολογίαις πειθόμενοι, οἷς δὴ ἐξόχως Ἑλλήνων παῖδες προσμαρτυροῦσι τὴν ἐπιστημονικὴν φρόνησιν, ἀλλὰ τῇ ἁπλότητι τῆς πίστεως τὰ βάθη τῶν θεωρημάτων καταλαμβάνοντες. οὗτοι γὰρ καὶ τῶν θυμάτων μετειλήχασιν ὅσον εἰκὸς καὶ τοῦ θείου πεπώκασιν αἵματος. Τρίτη τις ἡμῖν ἐκεῖσε ἐξέτασις τοῦ τῆς σοφίας οἴκου ἡ περὶ τῆς θείας οἰκονομίας ὑψηλὴ θεωρία. ἡ οὖν τοῦ θείου σοφία, ὁ θεῖος αὐτοῦ λόγος καὶ ἐνυπόστατος, «οἶκον» ἑαυτῇ δειμαμένη ἐν τῇ τῆς θεοτόκου νηδύι διὰ τῶν ταύτης ἀχράντων αἱμάτων τὴν ἡμετέραν φύσιν ἐν τῷ προσλήμματι, καὶ οἷόν τισι «στύλοις ἑπτὰ» ὑποστηρίξασα χαρίσμασιν, «ἔθυσε τὰ ἑαυτῆς θύματα» καὶ «ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον», ἀναπτύξασά σοι τὴν ἕνωσιν τῶν συνεληλυθυιῶν φύσεων καὶ διδάξασα ὡς ὁμοῦ τε ἥνωτο ἡ σὰρξ καὶ τεθέωτο, μεμένηκε δ' αὖθις ἐπὶ τῆς ἰδίας φύσεως παθητὴ καὶ μεταβλητή. ἔθυσέ σοι τῶν φύσεων τὸ ἀσύγχυτον τῷ τρόπῳ τῆς ἀντιδό σεως, τὴν σὴν πρὸς τὸν πατέρα προσαγωγήν, τὴν πρὸς τὰ ἔθνη μετάκλη σιν, τὴν τελείωσιν τῶν ἐν νόμῳ σκιῶν. ἐσφαγίασέ σοι τὸν λόγον τῆς περιτομῆς, τὴν ἐν τῷ ναῷ προσαγωγήν, πᾶσαν ἁπλῶς τὴν σκιάν. ἐπειδή σοι ταῦτα παρέδειξε, τέλος καὶ αὐτὸς «ὁ σιτευτὸς μόσχος» σοι σφαγιάζεται, ἵνα σὺ ὁ ἀπολακτίσας υἱὸς καὶ τὴν πατρῴαν κατεδηδοκὼς κληρονομίαν αὖθις ἐπανέλθῃς καὶ τοῦ θείου μεταλάβῃς ἀμνοῦ. καὶ ὁ ἅπαξ τυθεὶς καὶ τὸν πατέρα σοι ἱλασάμενος διὰ φιλανθρωπίαν ἄρρητον καθ' ἡμέραν σοι σφαγιάζεται καὶ σοὶ τῷ τῆς ἐθνικῆς μερίδος τυγχάνοντι καὶ διὰ ταῦτα πεφυκότι ἀσυνέτῳ καὶ ἄφρονι ἐπεμβοᾷ ἐκκλῖναι πρὸς αὐτόν, καὶ φαγεῖν μὲν τὸν ἄρτον, τὸ δὲ αἷμα πιεῖν. αὐτὸς γάρ ἐστιν «ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», κἂν ὁ σκληροτράχηλος Ἰουδαῖος τῷ λόγῳ ἐπιχολᾷ, ὃς δὴ τῷ τούτου σώματι «ἄρτῳ» λεγομένῳ καὶ νοουμένῳ «ξύλον ἐμβέβληκεν», ὡς Ἡσαΐας φησί, τὸν σταυρὸν αἰνιττόμενος. Ἀλλ' ἡμεῖς γε μὴ σταυρώσωμεν ἑαυτοῖς τὸν κύριον, ἀλλ' ἑαυτοὺς τῷ κυρίῳ σταυρώσωμεν, ἵν' οὕτω καθαρῶς καὶ τοῦ σώματος φάγωμεν καὶ τοῦ αἵματος πίωμεν. 9... ἐσχάρας, καὶ τάδε ἐπὶ τῆς ἑστίας δειροτομούντων, καὶ ταῦτα μὲν αὖ τοὺς αὐχένας ἐρύοντες, ταῦτα δὲ ἐπικάμπτοντες, ταῦτα δὲ πλαγιάζοντες. ποιείτωσαν δὲ καὶ τὰ δυοκαίδεκα αὐτοῖς βοθρία τῆς ἑστιούχου θεοῦ, καὶ τὸ μὲν σησάμου πληρούτωσαν, τὸ δ' ἐρεβίνθου, τὸ δ' ἀγρίας καπάρεως, τὸ δ' ἑτέρου τινός, ἵν' ἡ θεός, ὡς δὲ ἐγώ φημι, δαίμων ἐξιλασθῇ. ποῖ γὰρ ταῦτα κεχώρηκε, ποίαν δὲ τὴν ὄνησιν ἐνεργούμενα δέδωκεν; αἰσχύνομαι περὶ Ἰαμβλίχου καὶ Πρόκλου, οἳ δή, τῶν ἄλλων ἐπὶ φιλοσοφίᾳ διαφέροντες, σφᾶς ἑαυτοὺς ταῖς Χαλδαϊκαῖς φλυαρίαις ἐκδεδώκασι φέροντες. ἀλλὰ τούτων μὲν ἅλις. ὑ [μεῖς δὲ] καὶ θύοιτέ μο [ι] ἑαυτοῖς «τὸν μόσχον τὸν σιτευτὸν» καὶ θυομένῳ παρ' ἑαυτοῦ προσσχοίητε καὶ μετα [λάβοιτε τῆς σαρκὸς καὶ] τοῦ αἵματος.

Intertext edge

Open linked passage

Note