Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
90.1
Εἰς τὸ «νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις» Ἐοίκασί μοι τῶν ἐξηγητῶν ἔνιοι μὴ πάνυ ἐφιστάνειν τοῖς τοῦ θεολόγου τούτου ῥητοῖς μηδὲ μετὰ Σωκρατικῆς ἐπιστήμης τὸν ἐγκείμενον τούτοις ἀναχωννύειν νοῦν· ὅθεν ἐπιπολαιότατα ἐγκύψαντες τοῖς ζητήμασιν, οὔτ' ἐπιστημόνως διηπορήκασιν οὔτ' ἀκριβῶς πάνυ τὰ ἠπορημένα δια λελύκασιν· ᾠήθησαν γάρ, οἶμαι, μὴ βαθυτέρας ἔχεσθαι ταῦτα θεωρίας, ἀλλὰ κατὰ τὸ φαινόμενον εἶναι τοῦ γράμματος. ἐμοὶ δὲ καὶ τἆλλα μὲν σεμνὰ δοκεῖ καὶ τὴν γνῶσιν περιττὰ καὶ τὸν θεολογικὸν ὑπαινιττόμενα νοῦν, τὸ δὲ «νοῦς ἤδη καὶ αἴσθησις» καὶ τὰ ἑξῆς τῆς περιόδου καὶ μάλα ἐπιστημονικωτάτης δεῖσθαι ψυχῆς καὶ τῷ ὄντι νοερᾶς τε καὶ ὑψηλῆς. «Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις». τί οὖν πρῶτον ἐνταῦθα θαυμάσαιμι, τὴν χάριν τῶν λέξεων, τῆς συνθήκης τὸ ἐναρμόνιον, τὸ ἐν τῷ ὑψηλῷ μέτριον, ὃ δὴ καὶ Ἰάμβλιχος ὁ σοφὸς ἐν τοῖς ῥητορικοῖς λόγοις παρεισ ήνεγκε καὶ τεθαύμακεν, ἢ τὸ τῆς σοφίας ἀπόρρητον καὶ τὸ κεκρυμμένον τῆς γνώσεως; «νοῦς» γάρ φησι «καὶ αἴσθησις οὕτως ἀπ' ἀλλήλων διακρι θέντα τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεσαν». εἰ ἀπ' ἀλλήλων διεκρίθη, ἔστιν ὅτε καὶ συνήνωτο. πότε δὲ καὶ πῇ ἡ ἕνωσις, ὁ λόγος ἐπιζητεῖ, διὰ τί δὲ καὶ διεκρίθη ἡνωμένα τυγχάνοντα. εἰ μὲν γὰρ καλὸν ἡ ἕνωσις, τίνος ἕνεκεν ἐπηκολούθησεν ἡ διάκρισις; εἰ δὲ χείρων τῆς διακρίσεως, διὰ τί μὴ τὸ βέλτιον πρῶτον ἐγένετο; ἐπὶ τίνι δὲ ἡνώθη πρῶτον, εἶτα διεκρίθη καὶ αὖθις ἡνώθη; τί γὰρ ἔδει τῆς μετὰ διάκρισιν ἑνώσεως, τῆς πρώτης ἀρκούσης; ὁρᾶτε ὡς ἀδιεξίτητον τὸ βάθος τοῦ θεωρήματος, μᾶλλον δὲ μηδὲ ἴχνος ὑποδεχόμενον βάσεως, ὥσπερ δὴ τὰ ἀπόκρημνα τῶν ὀρῶν εὐθὺς ἀπότομα τῇ πρώτῃ εἰσόδῳ τυγχάνοντα; Ἀλλ' ἐπανακάμψωμεν ἐπὶ τὸ πρῶτον τῶν διαπορηθέντων κεφαλαίων· πῶς ἀπ' ἀλλήλων διεκρίθη τὰ ἐναντία, μᾶλλον δὲ πῶς ἐν ἀλλήλοις ἦν πρὸ τῆς διακρίσεως; ἡγώμεθα οὖν τὸν τοῦ παντὸς ποιητὴν ἐξῃρημένον ὑπάρχειν νοῦν καὶ πρῶτον, μᾶλλον δὲ θεὸν καὶ τἀγαθὸν καὶ ἕν, καὶ πάντα τὰ ὄντα καὶ μηδὲν τῶν ὄντων καὶ ὑπὲρ τὰ ὄντα καὶ ἐν τοῖς οὖσιν. ἐν τῷ ἑνὶ γοῦν τούτῳ τὰ πάντα ἐνῆν, τά τε νοερὰ καὶ τὰ αἰσθητά, οὔτε μεμερι σμένως οὔτε συγκεχυμένως· οὐ γὰρ ὡς ἐκεῖνα, ἀλλ' ὡς ἐκεῖνο ἡ ἕνωσις. ὁμοῦ γοῦν τὰ πάντα ἐν τῷ πρὸ τῶν πάντων ἑνὶ τυγχάνοντα ὕστερον προ ώδευσάν τε καὶ διεκρίθη· ἡ γὰρ ἀπὸ τοῦ ἑνὸς πρόοδος διάκρισίς τέ ἐστι τῶν ἐν τῷ ἑνὶ τυγχανόντων ὁμοῦ. τοῦτο γοῦν ἐστιν ὅ φησιν ὁ μέγας οὗτος ἀνήρ, ὅτι «νοῦς καὶ αἴσθησις οὕτως ἀπ' ἀλλήλων διακριθέντα τῶν οἰκείων ὅρων ἐντὸς εἱστήκεσαν»· ἡνωμένα γὰρ ὄντα παρὰ τῷ δημιουργῷ πρῶτον τὴν διάκρισιν εἴληχεν ὕστερον. «Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις». οὐκ οἶδ' ὅ τι φῶ, ἢ τί πρῶτον εἰπὼν ἐν δευτέρῳ τἆλλα λογίσομαι· ἅπαντα γάρ μοι ὥσπερ ἐν κύκλῳ προϊόντα πρῶτα καὶ κάλλιστα φαίνεται, καὶ θαυμάζω τὸν ἄνδρα τοῦτον ὅτι, νοῦν ἄπειρον ἐξελίττων τῶν θεωριῶν, ἐν βραχέσι ῥήμασι κατακλείειν εἴωθε, κἀν τούτῳ ζηλωτὴς τυγχάνων τοῦ Πλάτωνος. ἀλλ' ἐκεῖνος μὲν αὐτῶν ἔστιν οὗ ἀποπίπτων τῶν θεωριῶν ὑπόψυχρος γίνεται τοῖς εἰκάσμασιν· οὗτος δὲ οὐκ ἐν ταῖς εἰκόσιν, ἀλλ' ἐν τοῖς ἀρχετύποις τὰς θεωρίας λο γοειδῶς ἐκτιθέμενος, ἡδονὴν μὲν τῇ συνθήκῃ, νοῦν δὲ δυσφώρατον τοῖς πολλοῖς τοῖς εἰς βάθος αὐτὸν ὁρῶσιν ἐργάζεται. «Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις». τὸ τοῦ νοῦ ὄνομα ποτὲ μὲν καὶ ψυχῆς αὐτῆς κατηγορεῖται καὶ τῶν ὑπὲρ ταύτην νοερῶν, ποτὲ δὲ ἰδιοτρό πως ἐπὶ τῆς ἀμερίστου μόνης λέγεται φύσεως. ἐνταῦθα γοῦν μοι χώραν ἔχει τὸ ἰδιότροπον. οὔπω γὰρ ψυχή, ὅτι μηδὲ ἄνθρωπος· ἐάσθωσαν γὰρ αἱ φυτικαί τε αὗται καὶ θρεπτικαί, αἳ δὴ καταχρηστικῶς τὸ τῆς ψυχῆς εἰλήχασιν ὄνομα· ἡ γὰρ ψυχὴ δύναμις ὀργανικοῦ πέφυκε σώματος, τὰ δὲ φυτὰ οὐκ ὀργανικά, ἀλλὰ φυσικὰ μόνως. καθάπτεσθαι δέ μοι δοκεῖ ἐν ταῦθα καὶ τῶν Πλατωνικῶν ψευδολογιῶν καὶ ὅσα δὴ Ἰάμβλιχός τε καὶ Πρόκλος καὶ Πορφύριος περὶ τῶν οὐρανίων σφαιρῶν διεξιόντες πεφιλο σοφήκασιν· ἔμψυχα γὰρ πάντα τὰ μέχρι σελήνης ἀπεφήναντο· ὧν ὁ μέγας τὴν δόξαν ἀποβαλλόμενος, οὔπω ψυχὴν γεγενῆσθαί φησι, τῶν σφαιρῶν ἤδη δημιουργηθεισῶν. οὐχ ὥς τινες δὲ τῶν ἐξηγητῶν βούλονται, νοῦν μὲν ἀντὶ τῶν νοητῶν εἶπεν, αἴσθησιν δὲ ἀντὶ τῶν αἰσθητῶν, ἀλλὰ κυριολογῶν καὶ ἄλλο τι σημῆναι βουλόμενος οὕτως ἀπεφήνατο· τὸν γὰρ πάντα νοῦν καὶ τὴν πᾶσαν αἴσθησιν δεδημιουργῆσθαι παρὰ τοῦ πρώτου νοῦ βουλό μενος ἀποδεῖξαι, «νοῦς» φησι «καὶ αἴσθησις», τουτέστιν οὐκ ἔστιν ὅ τι τοῦ νοῦ ἢ τῆς αἰσθήσεως ἐν τῇ δημιουργίᾳ τούτων παρελείφθη, ἀλλ' ὅ τε ξύμπας νοῦς καὶ ἡ ξύμπασα αἴσθησις κατὰ τὴν πρόοδον διακριθέντα ἀπ' ἀλλήλων τῇ φύσει διεκέκριτο. Ὁ δὲ τρόπος τῆς δημιουργίας οὗτος ἄλλος ἐστὶ παρ' ὃν οἱ τῶν Ἑλλήνων φιλόσοφοι ἐπεισάγουσιν· ἐκεῖνοι γὰρ οὐδέν τι βούλονται ποιεῖν ἀμέσως τὸν θεὸν ἢ τὴν φύσιν· ὅθεν οὐδ' εὐθὺς μετὰ τὸν νοῦν ἀπογεννῶσι τὴν αἴσθησιν, ἀλλὰ πρῶτα μὲν τὸν θεοειδῆ νοῦν, εἶτα τὸν μερικὸν καὶ μὴ τοῦ θείου μετέχοντα, μεθ' ὃν τὴν ἔννουν ψυχήν, εἶθ' ἁπλῶς τὴν ψυχήν, μεθ' ἣν τὴν φύσιν, καὶ οὕτως τὴν αἴσθησιν. ὁ δὲ μέγας οὗτος πατὴρ τὰ ἄκρα φησὶν ὑποστησάμενον τὸν θεόν, οὕτως τὰ μέσα παραγαγεῖν, σοφώτερόν τι λέγων ἢ ἐκεῖνοι ἐβούλοντο. ὡς μὲν γὰρ ἐκεῖνοι ποιοῦσιν, ἀκολουθίᾳ δουλεύει φύσεως ὁ θεός· ὡς δὲ οὗτος δογματίζει, ὑπὲρ τὴν φύσιν αὐτῷ τὸ δημιουργεῖν πέφυκεν. οὕτω γοῦν καὶ ἐν τῇ κοσμογονίᾳ ἔστιν οὗ τὴν φύσιν ὑπερφωνεῖ ὁ θεός· μετὰ γὰρ τὴν τοῦ φωτὸς ὕπαρξιν τοὺς φωστῆρας πεποίηκε, τὸ εἶδος πρὸ τῆς ὕλης ἐπενεγκών, ἡ δὲ φύσις τὴν ὕλην ὑφίστησι πρῶτον, εἶτα εἰδοποιεῖ. κἀνταῦθα γοῦν τὸν νοῦν παραγαγών, οὐκ εὐθὺς ἐδημιούργησε τὴν ψυχήν, ἀλλ' ἀπογεννήσας τὴν αἴσθησιν, οὕτω παρήγαγε τὴν ψυχήν, τρίτην ἀπὸ τοῦ νοῦ ταύτην ἐργασάμενος. ἐπειδὴ γὰρ ὁ μὲν νοῦς ἔμελλε κεχωρισμένος εἶναι τῆς αἰσθήσεως, ἡ δὲ ψυχὴ μετὰ ταύτης λαβεῖν τὸ εἶναι, διὰ τοῦτο δημιουργήσας τὴν αἴσθησιν, ὕστερον παρήγαγε τὴν ψυχήν. τούτῳ γοῦν τῷ τρόπῳ τῆς δημιουργίας ὁ μέγας πατὴρ ἐπιρ ραπίζει καὶ τοὺς τὴν προΰπαρξιν τῆς ψυχῆς δογματίζοντας. καὶ οὐ τοῦτό φημι, ὅτι ἀχώριστος τοῦ σώματος ἡ ψυχή (μὴ γὰρ οὕτω μανείην), ἀλλ' ὅτι ἐν τῇ πρώτῃ ἀπογεννήσει μετὰ τοῦ σώματος ἔχει τὴν σύστασιν· εἶθ' οὕτως ἐκείνου διαλυθέντος τὴν χωριστὴν αὕτη διαβιοῖ ζωήν. Τοιοῦτόν ἐστιν, ὦ παῖδες, τὸ μετὰ τῆς ἐπιστήμης τοῖς θεολογικοῖς προσιέναι ῥητοῖς. καὶ Πλάτωνα γὰρ τὸν σοφὸν οὕτω πολλαχοῦ ποιοῦντα εὑρίσκομεν· τὸν γὰρ τοῦ Θεαιτήτου περὶ τῆς ἐπιστήμης ὁρισμὸν ἀνιχνεύων ἐκεῖνος, καίτοι βραχύτατον ὄντα (αἴσθησιν γὰρ τὴν ἐπιστήμην ὡρίζετο), τοσαύταις δόξαις κατέτεμε καὶ τοσαύτας θεωρίας ἐπὶ τούτῳ ὠδίνησε καὶ ἀπέτεκεν, ὅσας οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἐγὼ μὲν οὖν τοῦ τοιούτου πρότερος ὥσπερ τις ἀρχέτυπος εἰκὼν ἵσταμαι· δεῖ οὖν καὶ ὑμᾶς πρὸς τὴν κατ' ἐμὲ ἀρχετυπίαν ἐνατενίζοντας τοὺς οἰκείους λόγους ἀπαραλλάκτως μορφοῦν.