Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1
Εἰς τὸ «τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην». Οὐ τοσοῦτον ἐπὶ τοῖς μεγάλοις ζητήμασι τῆς εὐπαιδευσίας ὑμᾶς ἄγαμαι, ὦ φιλοσοφώτατοι παῖδες, ὅσον ἐπὶ τοῖς γυμνοῖς τούτοις καὶ προκειμέ νοις· ἐοίκατε γάρ μοι πάντα τὰ τοῦ θεολόγου ὑποπτεύειν ῥητὰ καὶ μηδὲν ἀνεξέταστον δέχεσθαι. εἰ γοῦν οὕτω καὶ ὁ Ἰσραὴλ προσεῖχε τῷ γράμματι, οὐκ ἂν ὁ ὑποκαθήμενος αὐτῷ τοῦ πνεύματος νοῦς ὑπεξέφυγεν. ἀλλ' ἐκεῖνοι μὲν μέχρι τῶν φαινομένων ἱστάμενοι θυσιῶν τοῦ μεγάλου διήμαρτον καὶ ἀρχιερέως καὶ θύματος· ὑμεῖς δέ, προσφιλοπονοῦντες τῷ γράμματι, τὸν ἐγκεκρυμμένον τοῦ πνεύματος νοῦν ἀνορύττετε. Τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρ' ὑμῶν σήμερον προβληθέν, τὸ «τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δέ, ἵνα πάσχῃ καὶ πάσχων ὑπομι μνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος». αὐτίκα γοῦν τις προσαπορήσειε τί ποτε βούλεται τῷ θεολόγῳ τὸ μένειν καὶ τὸ δοξάζειν ἐπὶ ψυχῆς συλληφθέντα, τί δὲ τὸ πάσχειν κἀντεῦθεν ὑπομιμνήσκεσθαι καὶ παιδεύεσθαι ἐπὶ τοῦ σώματος εἰρημένον, τὸ δὲ τῷ μεγέθει φιλοτι μούμενον τίνι προσαπτέον, τῇ ψυχῇ ἢ τῷ σώματι ἢ τῷ ἐξ ἀμφοτέρων, καὶ τούτων τῷ μίγματι ἢ ἄλλῳ τῳ παρὰ τὸ μίγμα, πῶς δὲ καὶ πάσχειν ἔμελλε τὸ σῶμα, ἀθανάτου πεφασμένου τοῦ πρώτου ἀνθρώπου· εἰ γὰρ τὴν ἀθανασίαν ἐπὶ τῆς ψυχῆς ἐκδεξόμεθα, οὐδὲν ἧττον ὁ αὐτὸς καὶ μετὰ τὸν θάνατον ἐτηρήθη ἀθάνατος. ταῦτα δὴ καὶ τὰ τοιαῦτα προσαπορήσει ὁ ἀληθὴς τοῦ πράγματος ἐξεταστής, ὁ ἐρευνῶν Μωσέα κατὰ τὴν τοῦ κυρίου φωνὴν διὰ τὸ εὑρηκέναι τὸν κύριον περὶ οὗ ἐκεῖνος ἐν ἀπορρήτῳ ἱστόρηκεν. Ἀλλὰ πρὸς τὴν πρώτην ἀπορίαν ἀπαντητέον· ἡ δὲ ἦν, τί τὸ «μένῃ» τῷ θεολόγῳ νενόηται ἀποδοθὲν τῇ ψυχῇ. ἔστι δὲ τοῦτο ταὐτότης ἀνεξάλ λακτος, ἧς ἡ μετέχουσα φύσις τροπῆς ἐστιν ἀπαράδεκτος. ἐπεὶ οὖν σύν θετος ὁ ἄνθρωπος γέγονε καὶ τὸ μὲν αὐτοῦ τῶν συνθέτων ψυχή, τὸ δὲ σῶμα, ἐν μονῇ μὲν ἡ ψυχὴ δεδημιούργηται καὶ ταὐτότητι, ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ σῶμα, καὶ τὸ μέν, ἵνα καθολικώτερον εἴπω, πάθεσι τοῖς ἀδιαβλήτοις τέως ὑπέκειτο, ἡ δὲ καὶ τῶν τοιούτων ἀπαράδεκτος ἦν παθημάτων. τὸ μὲν γὰρ τὴν τοῦ πεινῆν καὶ διψῆν ἐμφύτως κεκτημένον δύναμιν πληροῦσθαί τε καὶ κενοῦσθαι ὤφειλεν· ὅθεν οὐδὲ ἐν ταὐτότητι ἦν καὶ μονῇ, ὅσαι ὧραι ἀλλοιούμενον καὶ μεταβαλλόμενον, ἡ δὲ ἔμενε καὶ τὸν εὐεργέτην ἐδόξαζεν, οὐχ ὡς τοῦ σώματος μὴ δοξάζοντος (ἐκεῖνο γὰρ ἔμελλε τὴν κρείττονα δοξολογίαν προσενεγκεῖν, ὅτι χεῖρον ὂν συνήφθη τῷ κρείττονι), ἀλλ' ὡς μὴ δύναμιν τοῦ δοξολογεῖν ἔχοντος· σῶμα γὰρ ψυχῆς ἄνευ νοούμενον πῶς ἂν δοξολογήσῃ τὸν κτίσαντα; Ἡ ψυχὴ οὖν, καὶ διὰ τὸ δύναμιν τῆς δοξολογίας ἔχειν καὶ διὰ τὸ ἀπαρά δεκτον τῆς ἐπὶ τὰ χείρω τροπῆς τε καὶ ἀλλοιώσεως, ἔμενέ τε ὁμοῦ ἀναλ λοίωτος καὶ τὸν εὐεργέτην ἐδόξαζε. πρώτη γὰρ τῆς εὐεργεσίας ᾐσθάνετο, ἀμέσως παρὰ τοῦ θεοῦ γενομένη καὶ μὴ δι' ἄλλου τινὸς ἀναγομένη πρὸς τὸν ποιήσαντα. ὅθεν ὁρῶσα τοὺς θείους ἐν αὐτῇ χαρακτῆρας καὶ ὥσπερ ἐν εἰκόνι τὴν ἀρχετυπίαν τοῦ πλάσαντος, ἐδόξαζε τὸν ποιήσαντα. τοῦτο δὲ τὸ «ἐδόξαζεν» ἡ μὲν συνήθης ὁμιλία καὶ τετριμμένη ἐπὶ τοῦ ὑμνολογεῖν καὶ εὐχαριστεῖν εἴληφεν, ἡ δ' ἀκριβὴς κυριολεξία καὶ πρεσβυτέρα ἐπὶ τῷ δόξαν ἔχειν τινὸς καὶ ὑπόληψιν πέφυκε. κατὰ μὲν οὖν τὴν προτέραν συνήθειαν ἀπεδόθη τὸ νόημα, κατὰ δὲ τὴν ὑστέραν τῷ λόγῳ, πρεσβυτέραν δὲ τῷ χρόνῳ τοιαύτην τινὰ τεθηράκαμεν ἔννοιαν, ὅτι ἐν αὐτῷ τῷ μένειν καὶ μὴ ἀλλοιοῦσθαι τὴν ἀληθῆ δόξαν εἴληφε περὶ τοῦ πλάσαντος. πῶς γὰρ ἂν ἀληθῶς ὑποληφθείη θεὸς ἀπὸ τρεπτῆς καὶ ἀλλοιωτῆς φύσεως; χρὴ γὰρ καὶ τὰς εἰκόνας ἐμφάσεις ἐκμεμάχθαι τῶν παραδειγμάτων, ἵνα καὶ εἰκόνες λέγοιντο ἀπεικονισμέναι πρὸς τὸ πρωτότυπον. τὴν μὲν οὖν ὅτι ἔστι θεὸς ὑπόληψιν καὶ ἀπὸ τοῦ τυχόντος λαμβάνεις κτίσματος· καὶ ἡ ἄμορφος γὰρ ὕλη τὸν θεὸν ὅτι ἔστι παριστᾷ. τὰς δὲ τοῦ τί ἐστιν ἐμφάσεις ἀπὸ τῶν κρειττόνων δημιουργημάτων λαμβάνομεν· οὐ γὰρ ἐπειδὴ τριχῇ διαστατὸν τὸ σῶμα καὶ τὸ τῆς ὕλης αἶσχος ἀδιατύπωτον, διὰ ταῦτα καὶ θεὸς οὕτως ἐστίν, ἀλλὰ διὰ ταῦτα μὲν ἔστιν, διότι δὲ ἡ ψυχὴ ἀναφής τε καὶ ἀσώματος, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, διὰ τοῦτο καὶ θεὸς ταῦτα κρειττόνως ἐστίν. οὐδὲ γὰρ ὡς ἐν τῇ εἰκόνι, οὕτως καὶ ἐν τῷ ἀρχετύπῳ, ἀλλ' ἐνταῦθα μὲν ἐμφαντικόν, ἐκεῖθεν δὲ καθαρώτατον καὶ λεπτότατον. εἰς τοῦτό μοι δοκεῖ τείνειν τὸ «ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην», τουτ έστιν, ἵνα διὰ τῆς οἰκείας μονῆς καὶ ἀμεταβλήτου ταὐτότητος, ὅτι καὶ τὸ θεῖον τοιοῦτον, ἢ καὶ μάλιστα, δόξαν ἔχει τὴν ἀληθεστάτην. Ἀλλὰ τοῦτο μὲν εἴποιτε ἂν ἄριστα λελύσθαι καὶ φιλοτιμότερον ἐπεξειρ γάσθαι· τὸ δὲ καὶ πάσχειν τὸ σῶμα πρὶν ἢ τεθανατῶσθαι τὸν ἄνθρωπον τίνι λόγῳ παραμυθητέον; πᾶν γὰρ πάθος ὁδὸς εἰς φθοράν. εἰ δὲ καὶ πρὸ τῆς παραβάσεως ἔφθαρται ἢ πρὸς τὸ ἐφθάρθαι ἤγετο, τί πλέον μετὰ τὸ παραβεβηκέναι πέπονθε; πρὸς τοῦτό φημι ὅτι οὐ παντελῶς τὸ σῶμα ἀπα θὲς πέπλαστο οὔτε μὴν πάθεσιν ὑπέκειτο τοῖς μετέπειτα, ἀλλὰ τῶν μὲν ἀδιαβλήτων μετεῖχε παθῶν, ὅσα δὴ φυσικῶς τοῖς σώμασι πρόσεστιν, ἐφ' ὧν δὲ μέμψις ἐστὶν οὐδ' ὁπωστιοῦν. ὕστερον γὰρ αἱ κῆρες αὐτῷ τῶν παθημάτων ἐναπεμόρχθησαν, τῆς ψυχῆς ἐνδούσης πρὸς τὴν πάλην, κἀ κείνου κατ' αὐτῆς εἰληφότος τὴν ἐξουσίαν. διὰ ταῦτα ἐξ ἀναγκαίου ἦν καὶ ἱδροῦν τὸν πρῶτον ἄνθρωπον καὶ τὸν χρῶτα τρέπεσθαι καὶ τόπον ἀμείβειν καὶ πεινῆν ὁμοῦ καὶ διψῆν. ταῦτα οὖν ἔπασχε, καὶ πάσχων ὑπεμι μνήσκετο τῷ μεγέθει φιλοτιμούμενος. εἰ δὲ πᾶν πάθος ὁδὸς εἰς φθοράν, ἔπασχε δ' ὅμως ἐνταῦθα, οὐδὲν καινόν, εἰ καὶ ἔφθαρται, εἰ μὴ φθοράν τις ἐνταῦθα ὑπολάβοι τὸν θάνατον, ἥτις ἁπλῶς ἐστι φθορά, ἀλλὰ τὴν τινὰ φθοράν, ἣν καὶ ἡμεῖς πάσχομεν νῦν, καὶ φθειρόμενοι κατὰ μέρος ταῖς τῶν βρωμάτων καὶ πομάτων ἀλλοιώσεσι καὶ μεταβολαῖς καὶ εἰς τὸ μὴ ὂν καταλήξεσιν, οὐδὲν ἧττον «ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν». εἰ μὲν οὖν ἐξ ἀμφοτέρων τῶν μερῶν, ψυχῆς λέγω καὶ σώματος, ἀναλλοίωτος ἐδημιουργήθη ὁ ἄνθρωπος καὶ ἀθάνατος, τάχα ἂν καὶ κατὰ τοῦ πλάσαν τος ἠλαζονεύθη θεοῦ· ὃ δὴ καὶ ὁ «Ἑωσφόρος» παθὼν τῆς ἄνωθεν ἀπερ ράγη τάξεώς τε καὶ φύσεως. εἰ δὲ ἐξ ἀμφοτέρων μετεβέβλητο καὶ ἠλ λοίωτο, οὐδεμίαν ἂν ἔννοιαν εἶχε θεοῦ, ἅπαξ ἐνδεθεὶς ταῖς πρὸς τὸ χεῖρον κινήσεσι. διὰ ταῦτα οὖν ἐξ ἐναντίων πλάττεται φύσεων, ἀτρέπτου καὶ τρεπτῆς, ἀναλλοιώτου καὶ ἀλλοιωτῆς, ἀθανάτου καί, ἵν' οὕτως εἴπω, θνη τῆς, ἵν' ὥσπερ ἐπὶ ζυγοῦ ἰσορρόπως ταλαντεύηται, καὶ ῥέπων ἐπὶ τὸ κάτω διὰ τὸ σῶμα φέρηται ἄνω διὰ τὸ πνεῦμα, κἀντεῦθεν διὰ τὴν ψυχὴν μετεωριζόμενος διὰ τὴν ἀντίπαλον φύσιν πρὸς θάτερον μέρος μεταχωρῇ καὶ μένῃ ἐν αὐτῷ τὰ ζυγὰ ἰσομερῆ καὶ ἰσόρροπα. Ὅτε γοῦν πρὸς τὸ τῆς ψυχῆς ἑώρα ἀξίωμα, καὶ ὅτι ἐν εἰκόνι ἐδημιουρ γήθη τοῦ πλάσαντος καὶ θείου μετείληχεν ἐμφυσήματος καὶ πᾶσα τούτῳ κτίσις ὑπέκειτο καὶ δι' αὐτὸν οὐρανὸς μὲν ἐκινεῖτο, ἥλιος δὲ τῶν ἀκτίνων ἀπέστιλβεν, ἑῷος δὲ καὶ ἕσπερος, ὁ μὲν νυκτὸς ἔλαμπεν, ὁ δὲ ὄρθρου ἀπηύγαζεν, ἀήρ τε εἰς τὴν τῆς ἀναπνοῆς ἐξουσίαν προέκειτο καὶ αἰθὴρ τὴν τούτου φύσιν ὑπέθαλπε, γῆ δὲ ἀρραγῶς ὑπὸ τοὺς πόδας ἐστήρικτο καὶ ποταμοὶ ἀένναα ῥέοντες τὸ λεῖπον αὐτῷ ἀπεπλήρουν τῆς χρείας, καὶ λέων βρυχώμενος πόρρωθεν καὶ τὴν ὕλην κλονῶν, ἀσπίδες τε καὶ ὄφεις συρίττουσαι, ἐπειδὰν πλησίον ἐγίνοντο, ὁ μὲν τοῦ βρυχήματος, οἱ δὲ ἀφέμενοι τοῦ συριγμοῦ, ταῖς ἐκείνου χερσὶν ὑπέκειντο τιθασά– ὁπότε δὴ τὴν τοιαύτην ἐν ἑαυτῷ κατενόει δύναμίν τε καὶ σύνεσιν, ἐπ' ἄκρων ὡς εἰκὸς ἐβάδιζε τῶν ποδῶν, καὶ μέγα τι περὶ ἑαυτοῦ ἐφαντάζετο, ἴσως καὶ πρὸς τὴν τῆς ἰσοθεΐας νόσον ἠλαύνετο. ἀλλ' ἐπειδὰν πολλῷ μετεωρίσθη τῷ κύκλῳ καὶ πλησιέστατα τῶν οὐρανίων σφαιρῶν ἦν, τὸ σῶμα ἐκεῖθεν ἀντιβαροῦν καὶ τοῖς ἰδίοις πάθεσιν ἐφελκόμενον, ἀνθεῖλκέ τε κάτω κἀπὸ τῶν οὐρανίων ἁψίδων πρὸς τὸν οἰκεῖον ὤθει κρημνὸν τὴν ψυχήν. κᾆτα μετακλιθεὶς ἐνταῦθα ὁ ἄνθρωπος καὶ ἐπὶ πλέον βαρούμενος καὶ πρὸς αὐτὸ νεύων τὸ κέντρον τῆς ὕλης, τῷ τῆς ψυχῆς πτερῷ αὖθις ὑπεκουφίζετο. ὁπότε δὴ καὶ ἐγίνωσκεν ὅτι μὴ ἀφ' ἑαυτοῦ τὸ τῆς ψυχῆς ἀξίωμα ἔσχεν, ἀλλὰ φιλοτιμίᾳ εἴληφε τοῦ ποιήσαντος, ἐν αὐτῷ γοῦν τῷ μετεωρίζεσθαι ὑπεμιμνήσκετο παρὰ τῶν τοῦ σώματος παθημάτων ὡς «τῷ μεγέθει φιλοτιμεῖται», τουτέστιν ὅτι τὸ τῆς ψυχῆς μέγεθος κατὰ φιλοτιμίαν εἴληφε τοῦ ποιήσαντος. διὰ τοῦτο καὶ τῷ κοινῷ ἀνθρώπῳ τῷ ἐκ ψυχῆς καὶ σώματος προσαπτέον τὸ «τῷ μεγέθει φιλοτιμούμενον»· τοῦτο γὰρ ἐν τοῖς ἀπορήμασι μίγμα προσηγορεύκαμεν. Ἐβουλόμην, ὦ φίλτατοι παῖδες, καὶ περὶ τοῦ μίγματος εἰπεῖν ὅ τι ποτὲ τοῦτο καὶ τί τὸ παρὰ τοῦτο τὸ ἐκ τούτου. ὁρῶν δὲ ὑμᾶς καὶ περὶ τὸ γρά φειν ἀπαγορεύσαντας καὶ περὶ τὰς θεωρίας ἀποκαμόντας, δεῖν ᾠήθην ἐνταῦθα στῆσαι τὸν λόγον. καὶ σῶμα γὰρ ὅτι πλεῖστον φόρτον ἐπωμισά μενον ὀκλάζει τῷ βάρει καὶ πρὸς τὸν φόρτον ἀπαγορεύει· καὶ ψυχὴ δὲ εἰς θεωρίας αὑτὴν πλείστας συντείνουσα, εἶτα μὴ φέρουσα τὴν τάσιν, διασπᾶται καὶ ῥήγνυται. ἵν' οὖν μὴ τοῦτο πάθητε, ἐνταῦθα τοῦ λόγου σταίημεν.