Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 92 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
92.1
Εἰς τὸ «ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον» Δείκνυσι καὶ φυτὸν τῆς ῥίζης τὴν δύναμιν καὶ καλάμη σίτου τοῦ σπέρ ματος τὴν καταβολὴν καὶ λογικὸν ζήτημα τὴν ὠδινήσασαν τοῦτο ψυχήν· ὥσπερ δὴ καὶ τὸ παρ' ὑμῶν σήμερον προβληθὲν τὴν δύναμιν τῆς ὑμετέρας χαρακτηρίζει ψυχῆς. οὐ γὰρ ὥσπερ ἕτεροι τὰ φαῦλα τῶν ζητημάτων ἐκλέγετε, ἀλλ' ὅσα δὴ πλεῖστον ὅσον ἐντεθησαυρισμένον ἔχει τὸν θεολο γικὸν νοῦν. Τί ποτε, φατέ, ἐστὶ τὸ «ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον»; καὶ γὰρ «πολλὰς ἔχει τὰς ἀντιλαβὰς καὶ ὑποψίας» ὁ λόγος· καὶ γὰρ ἄν τις εἰκότως διαπορήσειε, πότερον περὶ τοῦ Ἀδὰμ τοῦτο εἰρῆ σθαι δοκεῖ ἢ πάντων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων. ἀλλ' εἰ μὲν περὶ τοῦ Ἀδάμ, πῶς τοῦτον ἐνταῦθα οἰκονομεῖσθαι ἔδει καὶ ἀλλαχοῦ μεταστῆναι; οὔπω γὰρ τοῦ δηλητηριώδους φαρμάκου πέπωκεν οὐδὲ τῆς ἀθανασίας τὰς τοῦ θανάτου κῆρας ἠλλάξατο, δι' ἃς ἐδεῖτο τῆς μεταστάσεως. εἰ δὲ περὶ τῶν ἀτόμων πάντων, ἀλλ' οὔπω ταῦτα παρήχθη· οὔπω γὰρ τὴν γένεσιν ὁ Ἀδὰμ κατεκέκριτο, οὔπω ἡ Εὔα πέπλαστο οὐδὲ διὰ τοῦ ὄφεως ὁ πονηρὸς ἐμπεφύσηκεν ἐκείνῃ τὸν τῆς πικρίας ἰόν, οὔπω γεῦσις, οὐ γύ μνωσις οὐδ' ἡ ἐπὶ ταύτην ψῆφος καὶ τὸ ἐπὶ τούτοις ἐξ ἀλλήλων γίγνε σθαι. ἑκατέρωθεν οὖν ἄπορος σχεδὸν ἡ ἐπίλυσις. Τί οὖν πρὸς ταῦτα φαίημεν ἂν ἡμεῖς; ὅτι τῷ τῆς γνώσεως λόγῳ καὶ τὰ μήπω γεγονότα ἐν μέρει τῶν γιγνομένων ἢ γεγονότων ἐτύγχανε τῷ θεῷ. τοίνυν οὐκ ἐπὶ τοῦ Ἀδὰμ μόνου εἴρηται τῷ πατρὶ τὸ «ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον», ἀλλ' ἐπὶ πάντων ἁπλῶς τῶν μετεσχηκότων τῆς τοῦ Ἀδὰμ φύσεως. πάντες γὰρ ἄνθρωποι τῷ περιεκτι κῷ λόγῳ ζῷόν εἰσιν οἰκονομούμενον μὲν ἐνταῦθα, ἀλλαχοῦ δὲ μεθιστά μενον· οὔτε γὰρ τὰ κρείττονα μεθίσταται ἄλλοσέ πῃ, μένοντα ἐφ' ἧς ἐδημιουργήθησαν τάξεως, οὔτε τὰ χείρονα οἰκονομεῖται ἢ πρὸς ἄλλον χῶρον μετασκηνοῖ· οὐ γὰρ ψυχαὶ αὐτοῖς λογικαί, ἀλλὰ φύσεις μόναι κινητικαὶ καί, ὡς ἂν εἴπῃ τις, ἐντελέχειαι. μόνον οὖν τὸ μέσον τουτὶ ζῷον ὁ ἄνθρωπος καὶ οἰκονομεῖσθαι πέφυκε καὶ μεθίστασθαι. οὐ γὰρ οὕτω θεὸς τὴν φύσιν τῶν πραγμάτων ἐπίσταται, ἵν' ὅταν ἐκεῖνα γίγνηται, τὴν γνῶσιν ἔχοι τοῦ ῥεύματος, ἀλλ' ὡς ἤδη ὑπ' ὄψιν κείμενα τὰ ἐσόμενα γινώσκει κατὰ τὸ εἶδος τῆς ἑνιαίας αὐτοῦ καὶ ἁπλῆς φύσεως καὶ πάντων περιδεδραγμένης ὁμοῦ. ὡς πρὸς τὴν πρόνοιαν οὖν εἴρηται τῷ πατρὶ τὸ πρὸ τοῦ ὀλισθήματος οἰκονομεῖσθαί τε τὸν ἄνθρωπον ἐνταῦθα καὶ μεθίστασθαι ἀλλαχοῦ, ἐπεὶ καὶ παρὰ τῇ γραφῇ ὁ τοιοῦτος τῆς ἀπαγγε λίας τύπος πεφύλακται πανταχοῦ· τὰ γοῦν μέλλοντα ὁ προφητικὸς λόγος διατυποῖ πολλάκις ὡς ἤδη γιγνόμενα, καὶ περιττὸν ἂν εἴη τῶν παραδει γμάτων μεμνῆσθαι. Ἀλλὰ τίς ἡ οἰκονομία καὶ ἡ ἐπὶ ταύτῃ μετάστασις; τὸν μὲν οὖν τελεώ τερον περὶ ταύτης λόγον τηνικαῦτα ὑμῖν ἀποδώσομεν, ὁπότε πρὸς τὴν εὐδοκίαν καὶ τὴν παραχώρησιν ταύτην ἀντεξετάσομεν. πολλοῖς ἡ τοιαύτη σύγκρισις ἐζήτηται καὶ διάκρισις, ἐπεὶ καὶ δυσδιάκριτος ἡ διαφορά, ἐπικοινωνούντων ἀλλήλοις τῶν ὀνομάτων τοῖς πράγμασι. τὸ δ' ὅσον τῷ καιρῷ χρήσιμον, οἰκονομία ἐστίν, ὡς ἄν τις ὅρῳ περιλαβεῖν ἐθελήσειε, ποικίλη τοῦ οἰκονομουμένου διεξαγωγὴ ἐπὶ συμφέροντι τούτου γιγνομένη παρὰ τοῦ οἰκονομοῦντος. οὕτω τοιγαροῦν καὶ ἡμεῖς παρὰ τοῦ πλάσαντος διεξαγόμεθα καὶ οἰκονομούμεθα, διὰ τῶν δεξιῶν καὶ ἀριστερῶν εὐθυνό μενοι. ἐπεὶ γὰρ πλεονεξίαι καὶ μειονεξίαι καὶ αἱ τούτων μεσότητες τὸν παρόντα χῶρον περιστοιχίζονται, διὰ τοῦτο καὶ ἡμεῖς νῦν μὲν πλεονε κτοῦμεν, νῦν δὲ μειαγωγούμεθα, νῦν δ' ἐπὶ τοῦ μέσου ἑστήκαμεν. οὐ γάρ ἐστιν ἰδεῖν ἐφ' ὅτῳ τῶν ἀνθρώπων ὅτι μὴ τὰ ἐναντία συμπεπτώκασι· διοικούμεθα γὰρ λύπαις καὶ ἡδοναῖς, ἐπάρσεσι τύχης καὶ ταπεινότησι, φόβοις καὶ θάρσεσι, πενίᾳ καὶ πλούτῳ, ἀλύπῳ καταστάσει ψυχῆς καὶ περιδεεῖ· δεῖ γὰρ ἡμῖν καὶ ἡνίας καὶ κέντρου, τάσεως καὶ ἀνέσεως, τὰ μὲν διὰ τὴν φύσιν ἀσθενῶς ἔχουσαν, τὰ δὲ διὰ τὸν κόρον ὑβρίζοντα. τει νόμεθα οὖν καὶ χαλώμεθα ὥσπερ ἐν μέλεσιν, ἵν' εὔρυθμος ἡμῖν ἡ πρὸς ἀρετὴν ἐμμέλεια γένηται. πάντα δὲ ἀφορμαὶ πρὸς τὴν ἀρίστην εὐδαιμονίαν ἐπάγονται· κάμνουσά τε γὰρ ψυχὴ ἐγγύς ἐστι θεοῦ, καὶ σκιρτῶσα εὐχα ριστεῖ τῷ δοτῆρι τῆς εὐθυμίας· πενία τε συστέλλει πρὸς ἑαυτὴν τὴν ψυχὴν καὶ τῶν αἰσθήσεων ἀντισπᾷ, πλοῦτος δὲ διαθέει καὶ πρὸς ἀρετῆς ἐργασίαν ἐγείρει. Τούτοις γοῦν οἰκονομούμεθα, ποικίλως διεξαγόμενοι· εἶτα πρὸς ἑτέραν μετασκηνοῦμεν ζωήν. ἐρρέτωσαν γὰρ οἱ μὴ χωριστὴν σωμάτων τιθέμενοι τὴν ψυχήν, ἀλλὰ συναπορρέουσαν τῷ σώματι δογματίζοντες· ληρούντων δὲ καὶ οἱ λέγοντες μεταβιβάζεσθαι αὖθις εἰς σώματα καὶ πολλὰς φύσεις ἀμείβειν, μέχρις ἀναπλήσει τὸ Τιτανικὸν «δεσμωτήριον»· ἀμφοτέρους γὰρ δεξιῶς βάλλει τὸ ἀλλαχόθι μεθίστασθαι τὴν ψυχὴν καὶ τὸ μηκέτι οἰκο νομεῖσθαι μεταστᾶσαν ἐκεῖσε. ὡς γὰρ ἐκεῖνοί φασι, κἀνταῦθα κἀκεῖσε μεταστᾶσα οἰκονομεῖται, ἀλλ' ὁ μέγας οὗτος πατὴρ ἐνταῦθα τὴν οἰκονο μίαν ἀπέκλεισεν, ἐκεῖσε δὲ ταύτῃ οὐ δέδωκε πάροδον. ὡς γὰρ ἂν ἀπαλλαγῇ ψυχὴ τοῦ σώματος, οὕτως ἐν τῷ αἰῶνι γενομένη πέφυκεν· οὐ γὰρ καθάρ σεις ἐκεῖσε τῶν μολυσμάτων οὐδ' ἀπομόργματα τῶν ψυχικῶν κηλίδων ταῖς τιμωρίαις ἐπιγιγνόμενα οὐδὲ ῥοπαὶ πρὸς τὰ σώματα· «συνέκλεισε γὰρ ὁ θεός», ἵν' ἄλλον τρόπον αὐτὸς εἴποιμι παρ' ὃν ᾐνίξατο ὁ ἐν τῷ Ἰὼβ λόγος, ἐνταῦθα μὲν δοκιμασίαν καὶ πύρωσιν, ἐκεῖσε δὲ τὴν τῶν πεπραγμέ νων ἀντίδοσιν. Τοῦτον δὴ τὸν λόγον ἀσφαλῆ καὶ ἡμεῖς ἔχοντες ἄγκυραν, ἐνταῦθα μὲν καλῶς ἀπευθυνώμεθα τῇ παρὰ τοῦ πλάσαντος οἰκονομίᾳ καὶ ταῖς θείαις ἄριστα διοικήσεσιν ἐξαγώμεθα, μήτε πρὸς τὴν πενίαν ἀποδυσπετοῦντες μήτε διὰ τὸν πλοῦτον ὑβρίζοντες· ἐκεῖσε δὲ γενόμενοι τύχοιτε τῆς αἰωνίου καὶ ἀμεταπτώτου ζωῆς.

Intertext edge

Open linked passage

Note