Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
93.1
Εἰς τὸ «πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον» Οὔτε πηγὴ ἐλευθέρα καὶ προκειμένη καὶ ἄφετος, οὔτε μὴν λειμὼν πρό χειρος ὢν εἰς τὸ δρέπεσθαι τὰς ἐφέσεις ἀκριβῶς τῶν ἐρώντων δοκιμάζειν εἰώθασι· τὸ γὰρ ῥᾴδιον πρὸς καταφρόνησιν ἕτοιμον. διὰ τοῦτο οὐδ' ἡμεῖς τὴν τοῦ λόγου πηγὴν καὶ τὸν τῆς ἐννοίας λειμῶνα ἀνεῳγμένα καὶ χύδην προτιθέαμεν, ἀλλ' ὡς οἷόν τε τὸ μέν τι δίδομεν πιεῖν ἢ δρέπεσθαι, τὸ δ' ἄλλο ἐπέχομεν, τὴν ὑμετέραν διάνοιαν βασανίζοντες, εἰ μὴ μᾶλλον τῷ προειλημμένῳ χαίρει ἢ δάκνεται τῷ μὴ δεδομένῳ. ἐπεὶ τοιγαροῦν οὐκ ἐψεύσθημεν τῆς δοκιμασίας, ἀλλὰ τοιούτους ὑμᾶς εὑρήκαμεν, πειρατέον τὸ λειπόμενον τῆς θεολογικῆς ἐννοίας ἀναπτύξαι τὴν σήμερον καὶ ὁλό κληρον ἀποδοῦναι τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν. Ἔστι δὲ τὸ ἐλλελειμμένον τὸ «καὶ πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον». καὶ πρῶτόν γε ἀπορητέον τί ποτε τῷ πατρὶ ἐνταῦθα νενόηται τὸ μυστήριον· δύο δὲ ἄνω προτεθειμένων αὐτῷ κώλων, τῆς τε «ἐνταῦθα οἰκονομίας» καὶ τῆς «ἀλλαχόσε μεταστάσεως», πρὸς τί τούτων ἐπαχθείη τὸ πέρας. ἆρα γὰρ πέρας τῆς ἐνταῦθα οἰκονομίας τὸ νεύειν πρὸς θεὸν καὶ θεοῦσθαι ἢ τῆς ἐν ἄλλοις μεταθέσεως; ζητητέον δὲ καὶ εἰ ἐν ἀμφοτέροις τοῖς βίοις νεύειν δυνάμεθα πρὸς θεὸν καὶ πάσχειν τὴν παρ' ἐκείνου θέωσιν. ἔμοιγ' οὖν δοκεῖ πρὸς ἀμφότερα τὸ πέρας ἐπαχθῆναι τῷ θεολόγῳ, καὶ μυστήριον ἄμφω καλεῖν, τήν τε ἐνταῦθα οἰκονομίαν καὶ τὴν ἐν ἄλλῳ βίῳ μετάθεσιν. οὐδὲ γὰρ μάτην τὸ διεσπουδασμένον τῷ θεῷ ζῷον, ὁ ἄνθρωπος, μυρίαις διοικήσεσι καὶ λόγοις ἀρρήτοις κἀνταῦθα οἰκονομεῖται καὶ ἀλλαχοῦ μεθίσταται, ἀλλὰ πρός τί που πάντως ἡ μυρία περὶ τοῦτον ἀφορᾷ πρόνοια, πρὸς ὃ δεῖ καταντῆσαι ἡμᾶς οἰκονομουμένους καὶ μετατιθεμένους. «Καὶ πέρας», γοῦν φησιν ὁ μέγας, «τῇ πρὸς θεὸν νεύσει θεούμενον», τουτέστι, τὸ δὲ κεφάλαιον τῆς πάσης περὶ αὐτὸν οἰκονομίας καὶ μεταθέ σεως τοῦτό ἐστι, νεύειν πρὸς θεὸν καὶ θεῖον ἢ θεὸν γίνεσθαι. ἀλλὰ τὸ μὲν νεύειν τῇ ἐνταῦθα οἰκονομίᾳ δοτέον, τὸ δὲ «θεοῦσθαι» τῇ ἑτέρᾳ δι αγωγῇ ἐφ' ἣν μετατίθεται· οὔτε γὰρ ἐκεῖσε γεγονότες νεύειν δυνάμεθα οὔτ' ἐνταῦθα τυγχάνοντες καθαρῶς θεοῦσθαι. ἡ μὲν γὰρ νεῦσις φιλο πονίας ἔργον καὶ ἀρετῶν ἐργασίας, ἡ δὲ θέωσις πάσης πράξεως καὶ θεωρίας συμπέρασμα. πῶς οὖν δυνατὸν ἢ ἐνταῦθα θεοῦσθαι ἡμᾶς, πόρρω κειμένους τοῦ συμπεράσματος, ἢ ἐκεῖσε νεύειν πρὸς θεόν, ἐργάζεσθαι τὴν ἀρετὴν μὴ δυναμένους; ἔχει δέ τινα καὶ βαθυτέραν τὸ «νεύειν» ἔννοιαν· ὥσπερ γὰρ ἐν μεθορίῳ τῆς ὕλης καὶ τοῦ θεοῦ κείμενοι νεύειν λεγόμεθα, εἰ πρὸς ἓν τούτων ἀπίδωμεν. καὶ ὥσπερ ὁ πρὸς τὴν ὕλην νεύσας ὁμοῦ τῇ νεύσει ὑλαῖος ἐγένετο, τὸ αἶσχος ἐκείνης ἀναμαξάμενος, οὕτως ὁ πρὸς θεὸν μετακλίνας καὶ οἷον «πρύμναν κρουσάμενος» καὶ ἑτεροκλινὴς γεγο νώς, ὁμοῦ τῇ μετακλίσει καὶ τὸ τῆς θεώσεως ἔσχεν ἀξίωμα. ἀλλ' οὐχ ἁπλοῦν τὸ νεύειν ἢ πρὸς τὴν ὕλην ἢ πρὸς τ [ὸν] θεόν· ἦ γὰρ ἂν ῥᾳδίως ἀπε θεούμεθα, νεύοντες ὁσάκις ἂν ἡμῖν ἦν βουλητόν. Δεῖ οὖν γνῶναι ὁπόσα μεταξὺ ἡμῶν καὶ θεοῦ· πρῶτον μὲν ὁ ἄδυτος «γνόφος», ὃν μόλις πού ποτε τῶν λογικῶν τινες ὑπερέβησαν· ἔπειτα αἱ μετὰ τὸν γνόφον δυνάμεις, ἀφ' ἑνὸς προϊοῦσαι καὶ ἑνάδες καλούμεναι· μετὰ δὲ ταύτας ὁ ἑνιαῖος νοῦς, ἐφ' ὃν ἐκεῖναι συμπερατοῦνται· εἶτα μερι κοί τινες νόες· ὑφ' οὓς αἱ ψυχαί· εἶτα φύσεις καὶ σώματα καὶ ὕλη τὸ τε λευταῖον. δεῖ γοῦν τὸν θεωθησόμενον πρῶτον μὲν πρὸς ψυχὴν στραφῆναι, εἶτα δι' ἐκείνης πρὸς νοῦν καὶ διὰ τοῦ νοῦ πρὸς τὰ ὑπερκείμενα καὶ τέλος δι' ἐκείνων πρὸς θεόν. ἀλλ' οὔτε ὁ πρὸς ψυχὴν στραφεὶς τεθέωται οὔτε ὁ πρὸς νοῦν· ἀλλ' ἐκεῖσε μὲν «ψυχικὸς ἄνθρωπος» γίνεται καὶ «οὐ δέχεται τὰ τοῦ πνεύματος», ἐνταῦθα δὲ νοερὸς καὶ οὔπω θεός. εἰ δὲ δι' ἐκείνου ἐντὸς τοῦ ἀδύτου γνόφου γενόμενος ὁμιλήσει θεῷ, τότε καὶ νεύειν λέγεται πρὸς θεὸν καὶ θεοῦσθαι καὶ βλέπειν «θεοῦ λαμπρότητα» καὶ κατὰ ταύτην ἐξεικονίζεσθαι. Οὕτως ὁ μέγας νένευκε Μωυσῆς πρὸς θεόν, ὑπερβὰς τὸ ὄρος καὶ ἀφεὶς κάτω μετὰ τῆς πεδιάδος· ἀλλ' ἡ μὲν πεδιὰς τὴν πρακτικὴν ὑπαινιττέτω σοι ἀρετήν, τὸ δὲ ὄρος τῆς θεωρίας τὸ ὕψωμα. τί οὖν; ἅμα τε ἐπὶ τοῦ γηλόφου ἔστη καὶ τεθέακε τὸν θεόν; πολλοῦ γε καὶ δεῖ. πρὸ γὰρ τῶν ὀφθαλμῶν κεχυμένη ἡ «θύελλα» καὶ ὁ «γνόφος» συνεστηκὼς οὐ συνεχώρουν καθαρῶς ἐνατενίζειν τὸν προφήτην τῷ λαμπροτάτῳ φωτί· ἐπεὶ δὲ καὶ ταῦτα διασχὼν καὶ παντελῶς ὑπερβὰς τὸ σῶμα, ὃ δὴ «ἀποκρυφὴν ἑαυτῷ τέθεικεν» ὁ θεός, ἔνδον τῆς ἀνεκφοιτήτου κρυφιότητος γέγονεν, εἶδέ τε τὴν «λαμπρότητα» τοῦ «θεοῦ καὶ πέπονθε» ταύτην. Τὸ μὲν οὖν ὅπως εἶεν, ἢ τίνα ἃ ἐθεάσατο, καὶ παρὰ τοῦ τὰς πλάκας ἐδέξατο, αὐτὸς ἂν εἰδείη καὶ οἱ κατ' ἐκεῖνον σοφοὶ καὶ ὄντως «ἀγχίσποροι τοῦ θεοῦ». ἣν δὲ λαμπρότητα πέπονθεν, ὥσπερ τὸν καθ' ὑδάτων ἥλιον, εἶδόν τε πολλοὶ καὶ τεθαυμάκασιν. ἀστραπὴ γὰρ ἄρρητος τοῦ προσώπου Μωσέως ἀπέστιλβε· πρὸς ἣν Ἀαρὼν μὲν ἐνετράνιζε καὶ εἴ τις ἐκείνου οὐ λίαν μακράν, ὁ δὲ πολὺς ὅμιλος ἐδεῖτο καλύμματος, οὗ ἐπικειμένου τῷ προσώπῳ Μωσέως πρὸς ἐκεῖνον ἐποιοῦντο τοὺς διαλόγους· ἐπὰν δὲ ὑπεξεῖλε τὸ κάλυμμα, ὥσπερ ὑπ' ἀστραπῆς βαλλόμενοι ἔπιπτον. τοῦτο δὲ καὶ λόγον τινὰ ἔχει ἀπόρρητον· οἱ γὰρ λόγοι Μωσέως τὸ μὲν λαμπρὸν ὅπερ ἐκεῖνος ἰδὼν τὸν θεὸν πέπονθεν ὑποκείμενον ἔχουσι, τὸ δὲ πρόχειρον γράμμα οἷον κάλυμμα ἐπικείμενον. κατὰ μὲν οὖν τὸ γράμμα τὰ Μωσέως ἀναγινώσκοντες οὐκ ἀμβλυώττειν δοκοῦσιν, ἐπὰν δέ τις ἀνὴρ πνευματικὸς ἀφανίσῃ τούτοις τὴν ἐπικειμένην ἀχλύν, εὐθὺς ὑποφαινομένου τοῦ φω στῆρος σκαρδαμύττουσί πως κατὰ τοὺς νόθους ἀετιδεῖς. τήν τε γὰρ «πέτραν» καὶ τὰ ἐκεῖθεν ῥεύσαντα ὕδατα καὶ τὴν ἀνημμένην «βάτον» καὶ τὴν τομὴν τοῦ ἀμνοῦ καὶ τὴν «τοῦ αἵματος» πρὸς «τῇ φλιᾷ» πρόσχυσιν σωματι κῶς ἐκλαμβάνουσι καὶ βλέπειν ἐνταῦθα δοκοῦσιν ὀξυωπέστατα· εἰ δέ τις αὐτοῖς εἰς Χριστὸν ἀλληγορήσει τὰ ἱστορούμενα, εὐθύς, ὥσπερ ὑπὸ πρηστῆ ρος βαλλόμενοι, οὐ μόνον οὐκ ἀτενίζουσιν, ἀλλὰ καὶ ἀναλίσκονται τῇ φλογί. Τοιοῦτόν ἐστι τὸ «ἰδεῖν λαμπρότητα θεοῦ καὶ παθεῖν». καὶ τάχα μὲν ἔδοξα τὸ πᾶν εἰπεῖν τῆς θεολογικῆς ἐννοίας· ὅθεν καὶ ἐνίους ὁρῶ ἐπὶ ταύτῃ τῇ εὑρεσιλογίᾳ θαυμάζοντας. οὔπω δὲ τὸ τοῦ πάθους ἀπόρρητον ἀπεκάλυψα, εἰς τὴν ἑξῆς τοῦτο ταμιευσάμενος. ἣν γὰρ εἶδε Μωυσῆς λαμπρότητα καὶ ἰδὼν πέπονθε, σωματικὴ καὶ σωματικῶς· ὀφθαλμοῖς τε γὰρ εἶδε καὶ τῷ προσώπῳ ἀπήστραπτε. πῶς δ' ἂν ψυχὴ ἴδοι θεόν, καὶ πῶς ἰδοῦσα πάθοι τὴν ἐκείνου λαμπρότητα, τίς τε ἡ ταύτης τοῖς ὁρῶσι παράδειξις, τῇ ἑξῆς μαθησόμεθα.