Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 94 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
94.1
Εἰς τὸ λεῖπον τοῦ «λαμπρότητα θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν» Χθές που μετὰ Μωυσέως τῷ τῆς θεωρίας ὄρει προσπελάσαι τολμή σαντες, «σάλπιγξι» καὶ «θυέλλῃ» καὶ «γνόφῳ» καὶ αὐτῶν τῶν προπόδων ἀπώσθημεν· ὅθεν οὐδὲ τοῖς «ἑβδομήκοντα πρεσβυτέροις» συνηριθμήθη μεν οὐδὲ «τῇ γερουσίᾳ» συγκατελέγημεν, ἀλλὰ πόρρω που μετὰ τοῦ πλή θους ἵστασθαι κατεκρίθημεν. καίτοι τί μέγα ἦν πεδιὰς καὶ ὄρος καὶ σκο πιὰ καὶ καπνιζόμενον γήλοφον καὶ λαίλαπες καὶ γνόφοι καὶ σάλπιγγες, σωματικὰ πάντα καὶ σωματικῶς ὁρώμενά τε καὶ ἀκουόμενα; εἰ δ' οὐδὲ τούτων ψαῦσαι συνεχωρήθημεν οὐδὲ τὴν λαμπρότητα κυρίου ἐν συμβό λοις παραδεικνυμένην ἰδεῖν ἐπετράπημεν, ἀλλ' οὐδὲ πρὸς τὸ Μωσέως πρόσωπον τῇ θείᾳ ὁράσει καταστραφθὲν ἐνατενίζειν κατετολμήσαμεν, τί ἂν πάθοιμεν τήμερον, τῷ ἀβάτῳ τῶν θείων ἐννοιῶν ὄρει παρὰ τοῦ λόγου προσιέναι προτρεπόμενοι καὶ οἷον ἐφ' ὑψηλοῦ νοῦ αὐτὸν τὸν πρῶτον καὶ θειότατον νοῦν ἰδεῖν κελευόμενοι καὶ τῇ ἐκείνου νοητῶς ἐνατενίσαι λαμπρότητι, ἥτις ποτὲ αὕτη, καὶ παθεῖν ταύτην κατὰ τὴν δύναμιν. Γίνομαι τοίνυν κἀγὼ σήμερον, εἰ καὶ τολμηρὸν εἰπεῖν, Μωυσῆς, καὶ πᾶσι παρακελεύομαι οἷόν τινα ἱμάτια τὰς περιβολὰς τοῦ νοῦ ἀποπλύνασθαι καὶ παντὸς μὲν ἁγνεῦσαι μιάσματος, πάσης δὲ ἀποσχέσθαι πράξεως ἐμ ποδιζούσης ταῖς ἀκτῖσι τοῦ νοῦ. ἔοικα δὲ ἐναντίαν ὁδὸν τῷ θεόπτῃ τεμεῖν· ἐκεῖνος μὲν γὰρ «εἶδε» τὴν «λαμπρότητα καὶ πέπονθε» ταύτην, οὐχ ἡρμή νευκε δὲ οὔτε πρὸ τῆς ἀνόδου οὔτε μετὰ τὴν ἄνοδον· ἐγὼ δὲ ἀνιέναι μὲν τὸ ὄρος οὐκ ἂν τολμήσαιμι, ὅ τι δέ ἐστι τοῦτο καὶ ἥτις ἡ τούτου ἀκρώρεια, ὅπως δ' ἂν ἐπὶ ταύτης γενοίμεθα καὶ θείαις λαμπρότησιν ἀστραφθείημεν, καὶ πάνυ σαφῶς ὑφηγήσομαι. Ὄρος γοῦν ἐστιν οἷον ἐπίκρημνον καὶ ἀπότομον, ἐφ' οὗ θεὸς τοῖς θε οπτίας ἠξιωμένοις φαντάζεται, ἡ ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ νοερὰ ἄνοδος τῆς ψυχῆς· ἐμβαπτισθεῖσα γὰρ ψυχὴ τῷ τῆς ὕλης πελάγει οὐκ ἂν ἰδεῖν δυ νηθείη τῆς «δικαιοσύνης τὸν ἥλιον». δεῖ γοῦν τοῦ βάθους μὲν ἀνανήξασθαι, ἐπὶ δὲ τὴν ἄκραν ἀνελθεῖν ἐπιφάνειαν, εἶτα τῷ τῆς ὑγρᾶς ἐπινηχόμενον σώματι λιμέσιν εὐδίοις προσορμισθῆναι, εἶτα διὰ τῆς πεδιάδος δραμεῖν καὶ αὖθις τοῖς τοῦ ὄρους προσελθεῖν πρόποσι, καὶ οὕτω τῆς ἀνόδου κατατολμῆσαι, ἃ πάντα σημαίνεται τῷ ἀπὸ τῆς ὕλης ἐπανελθεῖν πρὸς τὸν νοῦν. τοῦτο ἄβατον ὄρος, τοῦτο ἀκατάληπτος σκοπιά, τοῦτο τῆς ἡμετέρας φύσεως ὑψηλότατον ἐπανάστημα. ἐν τούτῳ τῷ ὄρει, μᾶλλον δὲ τῷ τούτου τέλει ἐν ᾧ νοῦς ἵδρυται, θεὸς ἐμφαντάζεται, ἰνδάλματά τινα τῆς οἰκείας διδοὺς φύσεως τοῖς νοερῶς πρὸς αὐτὸν ἐντρανίζουσιν. ἐν ὕλῃ μὲν γὰρ τυγχάνων οὐ μόνον οὐκ ἰδεῖν θεὸν δυνήσεται, ἀλλ' οὐδὲ λεπτά τινα ἀπηχήματα τῶν περὶ ἐκεῖνον ἱκανὸς δέξασθαι, πόρρω δὲ ταύτης γενό μενος καὶ «ψυχικὸς ἄνθρωπος» γεγονὼς ἐναργεστέραν μὲν ἂν ἴδοι θεωρίαν, οὐ μὴν δὲ αὐτὴν τὴν τοῦ κυρίου λαμπρότητα· εἰ δ' ἐπὶ νοῦν ἀναβαίη, τηνικαῦτα καὶ βλέπει τὸ φῶς καὶ τρανότερον καταλάμπεται. Τὸ μὲν οὖν «ἰδεῖν» νοητῶς τὴν τοῦ κυρίου λαμπρότητα οὐ πάνυ μοι δο κεῖ τῶν παγχαλέπων εἶναι πρὸς εὕρεσιν· ἀκήρατος γὰρ ὢν νοῦς ὁ θεὸς τῷ ὁμοίῳ γινώσκεται. ἐν τῷ θεῷ γὰρ ὁ νοῦς, ὥς που ἐν τούτῳ ψυχή, καὶ ὁ ἐν τούτῳ γεγονὼς γέγονεν ἐν τῷ θεῷ· ὁρᾷ δὲ οὐδὲ τότε αὐτὸν τὸν θεόν, ἀλλὰ τὴν ἐκείνου λαμπρότητα. τὸ δὲ «παθεῖν» αὐτὸ ὃ τεθέακε, τοῦτό μοι σχεδὸν μετὰ τῶν ἀπόρων ἐστίν· ἔχει γάρ τινα νοῦν ἐν βάθει μὲν θεωριῶν κείμενον. ἢν δὲ τῷ τῆς φιλοσοφίας καλάμῳ ὥσπερ τινὰ ἰχθῦν ἐπὶ γῆς ἀνασπάσωμεν, τὸν ἐγκεκρυμμένον «στατῆρα» εὑρήσομεν· ὃν φορολόγοις μὲν οὐκ ἀποδώσομεν οὐδ' ἐπὶ τούτοις σπουδάσομεν, τῷ δὲ θεῷ συνεισενέγκωμεν ὥσπερ τι χρέος ἀπαραίτητον καὶ ὄφλημα δικαιό τατον. ἔγωγ' οὖν φημι τὰς μὲν ἀρετὰς καὶ τὴν ἐπὶ ταύταις ἐργασίαν ἐνερ γητικῶς ἡμῖν κατὰ τὸν παρόντα βίον ἐπικλεῖσαι τὸν κύριον, τὴν δὲ τού των ἀντίδοσιν παθητικῶς τῷ μέλλοντι ταμιεύσασθαι. ἐνταῦθα γὰρ τὰς ἀρετὰς ἐργαζόμεθα, συντόνως αὐτὰς φιλοπονοῦντες καὶ ἐγκατεσπαρμένας τῇ φύσει ἐπεξεργαζόμενοι, τὸ δὲ μετὰ ταῦτα ἐλλάμπεσθαι καὶ θεοῦσθαι οὐκ ἐνεργοῦμεν, ἀλλὰ παρὰ τοῦ κρείττονος πάσχομεν. Καί μοι συγχωρήσατε μεθ' ὑποδειγμάτων παραστῆσαι τὸν λόγον. ἔστω γάρ μοί τις ἀνιέναι μέλλων πρὸς ἥλιον καὶ ταῖς ἐκεῖθεν αἴγλαις καταστρα φθῆναι λαμπρότερον· οὗτος ἐνεργήσει μὲν τὴν ἄνοδον ἢ ὠκύπτερα ταῖς πλευραῖς περιθέμενος ἢ ἄλλως ὅπως ἂν μηχανήσαιτο, πηδῶν καὶ ἁλλό μενος. μέχρι μὲν οὖν αὐτοῦ τοῦ φωστῆρος αὐτά τε τὰ πτερὰ κινήσει καὶ συγκινηθήσεται· εἶθ' ὑποβὰς τὸν ἥλιον παλαιστιαίῳ τῷ διαστήματι, ἆρ' ἐνεργήσει καὶ τότε τὸ παρ' ἐκείνου καταστραφθῆναι, ἢ τῆς μὲν ἐνερ γείας στήσεται, τοῦ πάσχειν δὲ λάβοι ἀρχήν; πάντως ἂν οὕτως εἴποιτε. οὕτω δὴ καὶ ἡμεῖς τοῦ μὲν τὰς ἀρετὰς φιλοπονεῖν ἐνεργητικὴν ἔχομεν δύναμιν, τοῦ δὲ πάσχειν τὴν θέωσιν παθητικήν. διὰ τοῦτο καὶ ὃ μὲν ἡμεῖς ἐνεργοῦμεν τέλει περιλαμβάνεται (οὐ γὰρ ἀπειροδύναμος ἡ ἐπίκηρος ἐνέργεια πέφυκεν)· ὃ δὲ πάσχομεν ἐνεργοῦντος τοῦ κρείττονος, τοῦτο ἀόριστον. οὐ γάρ, ὥσπερ ὁ τῆς δικαιοσύνης ἢ ὁ τῆς ὁσιότητος λόγος περι ληπτός ἐστιν, οὕτω δὴ καὶ ὁ τῆς θεώσεως, ἀλλὰ τὸν ἅπαντα αἰῶνα τὰς θεωρίας ἀμείβοντες καὶ θεούμενοι, οὐκ ἄν ποτε σταίημεν οὔτε τῆς ἀναβάσεως οὔτε τῆς θεώσεως. θεὸς γάρ ἐστιν ὁ τὴν θέωσιν ἡμῖν ἐνερ γῶν, ὧν δὲ τὸ εἶναι ἄπειρον, καὶ τὸ ἐνεργεῖν ἀπερίληπτον. ἡμεῖς δὲ παθητικῶς πρὸς τὸ ἐκείνου μεταμορφούμενοι φῶς, οὐκ ἔστιν ὁπότε λήξαι μεν τῆς τοιαύτης ἀρρήτου μεταμορφώσεως. οὕτω γοῦν μοι δοκεῖ νενοῆσθαι τῷ πατρὶ «τὸ ἰδεῖν λαμπρότητα θεοῦ καὶ» ταύτην «παθεῖν». ἀλλ' ἐνταῦθα μέν τις ἡλίου λαμπρότητα θεασάμενος οὐ δήπου καὶ ἡλιῶσαν τὴν ὄψιν ἔσχηκε· μᾶλλον μὲν οὖν μελάντερος γίνεται τὴν χροιάν, σωματικὰ γὰρ ἄμφω, καὶ τὸ πάσχον σῶμα, ἀντιτυπὲς ὂν πρὸς τὸ δρῶν, οὐ δι' ὅλου ποιοῦται πρὸς τὴν ἐκείνου μορφήν. ἐπὶ δὲ νοῦ καὶ θεοῦ οὐχ οὕτως, ἀλλὰ νοῦς τὸ θεῖον πρόσωπον θεασάμενος εὐθὺς τῆς ἀπορρήτου αἴγλης πεπλή ρωται, ποιωθεὶς ἀπ' ἐκείνου καὶ τὴν τοῦ θεωμένου μορφὴν ὑποδύς. καὶ θεὸς μὲν οἷος τὸ λάμπον οὐ γίνεται, θεοειδὴς δὲ καὶ θείας ἀποστίλβων μαρμαρυγάς. Ἡμεῖς μὲν οὖν τὸ χρέος ἀποδεδώκαμεν ὥσπερ ἐπηγγειλάμεθα· ὑμεῖς δέ, εἰ καὶ μὴ πρὸ τῆς ἀνόδου διὰ καθάρσεως τῷ θεοῦντι καὶ ἐνεργοῦντι τὴν θέωσιν ἡτοιμάσθητε, ἀλλὰ νῦν γε γνόντες τὸ ὄρος τῆς θεωρίας καὶ οἷος ὁ ἐν τούτῳ ἐμφανταζόμενος νοῦς, τῆς ὕλης ἀφέμενοι, πρῶτον μὲν πρὸς ψυχήν, ἔπειτα δὲ καὶ πρὸς τὸν μεθεκτὸν ἐπιστραφείητε νοῦν, εἶτα προσπελάσαντες τῷ πρώτῳ καὶ ἀμεθέκτῳ ταῖς ἐκείνου ἀστραπαῖς ἀγλαΐ ζοισθε.

Intertext edge

Open linked passage

Note