Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 95 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
95.1
Εἰς τὸ «θεωρία γὰρ ἦν τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία». Ἑώρων ὑμᾶς καὶ πάλαι περὶ τοῦτο λιχνευομένους τὸ ζήτημα καὶ μαθεῖν ᾑρημένους ὅ τι ποτέ ἐστι. διὰ τοῦτο ἀνήρτουν τὰς γνώμας ὑμῶν καὶ οὐκ εὐθὺς ἐδίδουν τοὺς λόγους τῆς λύσεως, τὴν ἔφεσιν ὑμῶν δοκιμάζων, εἰ μὴ ταχὺ τοῦ περὶ τὰ τοιαῦτα ταλαιπωρεῖν ἀποτρέχετε· ἐπεὶ δὲ ἱκανῶς ἐβασάνισα καὶ τοιούτους εὗρον οἵους δὴ ὁ λόγος ἐβούλετο, τὸ τοῖς πολλοῖς κεκρυμμένον καὶ ἀξυμφανῶς διερμηνευόμενον ἐκκαλύψω τὴν τήμερον. πολλῶν δὲ τῶν ζητημάτων κατὰ τὸν τόπον ὄντων, τῶν μὲν ἀντιθετικῶς μνημονεύσω, τὰ δὲ τῷ τῆς ἑρμηνείας ὕφει συναναμίξω, ἵνα μὴ πολυσχιδὴς καὶ πολυμερὴς ὁ λόγος γιγνόμενος δυσχερὴς ὑμῖν καὶ δυσάντητος φανῇ. Ἔστιν οὖν πρῶτον τῶν ἀπορουμένων, πῶς ἄμφω τὰ ξύλα, τό τε τῆς γνώ σεως καὶ τὸ τῆς ζωῆς, «ἐπὶ μέσου τοῦ παραδείσου» τὴν φυτείαν εἰλήχασιν. εἰ γὰρ τὸ ἀκριβὲς μέσον ὥσπερ ἐπὶ κύκλου τὸ κέντρον ἐστί, καὶ ἀδύνατόν ἐστι δύο εὑρεθῆναι μέσα ἐπὶ ἐπιπέδου γραμμῆς κυκλικῆς, πῶς ἐνταῦθα μέσα τοῦ παραδείσου ἡ γραφὴ καταπεφυτεῦσθαι λέγει τό τε ξύλον τῆς γνώσεως καὶ τὸ ξύλον τῆς ζωῆς; δεύτερον δέ, εἰ τὸ τῆς σοφίας ξύλον οὐδὲν ἕτερόν ἐστιν ἢ διάκρισις ἀγαθοῦ καὶ κακοῦ, πῶς καὶ τὸ ξύλον τῆς γνώσεως, κρίσιν ἔχον χείρονος καὶ βελτίονος, τῇ χείρονι μοίρᾳ κατα δεδίκασται; τίς τε ἡ διαφορὰ τῶν ἄλλων ξύλων, ὧν τὴν ἀπόλαυσιν ἐπ' ἐξουσίας ἔλαβεν ὁ Ἀδάμ, πρὸς τὸ ξύλον τῆς γνώσεως; τοῦτο δὲ τὸ ξύλον, ὅ τι ποτὲ τὴν φύσιν ἐστίν, ἀγαθὸν ἢ φαῦλον; καὶ εἰ μὲν ἀγαθόν, διὰ τί μὴ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀνείθη πρὸς βρῶσιν τῷ πρωτοπλά στῳ; εἰ δὲ πονηρόν, διὰ τί ἐξ ἀρχῆς καταπεφύτευτο; τίς τε ἡ προσθήκη ἐν τῷ «θανάτῳ ἀποθανεῖσθε»; ἆρα ἄλλο τι τοῦτο παρὰ τὸ «ἀποθανεῖσθε» ἢ ταὐτόν, ὥσπερ καὶ τὸ «ζωῇ ζήσεσθε» καὶ ἁπλῶς «ζήσεσθε»; παρεσημειω σάμην δὲ καὶ τοῦτο τῇ κοσμογενείᾳ προσκείμενον· εἰπὼν γὰρ ὁ θεὸς «ἀπὸ τοῦ ξύλου τῆς γνώσεως οὐ φαγῇ», πρὸς τὸν Ἀδὰμ λέγων, πληθυντι κῶς ἐξήνεγκεν, «ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε», οὔπω τῆς Εὔας πλαστουργηθείσης. καὶ ἵνα τἆλλα ἐάσω, σωματικῶς ταῦτα ἐκλαμβάνειν χρεὼν ἢ ἀσωμάτως καὶ νοερῶς; Ἔγωγ' οὖν πολλοῖς οὐ τῶν ἀλλοτρίων, ἀλλὰ τῶν τῆς ἡμετέρας αὐλῆς περὶ τούτου γράφουσι προσωμίλησα, οἳ ἁπλῶς ἐκδεχόμενοι τὸ ῥῆμα τῆς γραφῆς καὶ τὴν γνῶσιν ἀποδενδροῦσι καὶ αὐτὴν τὴν θείαν ἀπορριζοῦσι ζωήν, δένδρα ταῦτα κατὰ γῆς ἐρριζωμένα σὺν φλοιοῖς καὶ ἀκρέμοσι καὶ μόσχοις καὶ καρποῖς παραδεχόμενοι. ὧν ἐγὼ πλατὺ τῆς ἀμαθίας κατα γελάσας, τῷ θείῳ τούτῳ ξυνεγενόμην ἀνδρὶ περὶ τούτου διδάσκοντι, καί μοι λίαν ἤρεσεν ἀσωμάτως αὐτὰ ἐκλαμβάνων καὶ μὴ τυφλώττων τῷ γράμ ματι, ἀλλὰ πρὸς τὸν ἐγκεκρυμμένον ἀναβλέπων νοῦν. «θεωρία γάρ» φησί «τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία». εἰ γὰρ καὶ πολλοῖς ἐπιδιστάζοντι ἔοικεν ὁ πατήρ, τὸ μέτρον τῆς οἰκείας γνώσεως προβαλλόμενος, ἀλλ' ἀξιωματι κώτερον ἡμᾶς δεῖ νοεῖν τὸ λεγόμενον, ὅτι ἡ συλλεγεῖσά μοι γνῶσις, ἐξ ὧν πολλάκις ἐθεώρησα καὶ κατείληφα, εἰς τοῦτό με ἄγει, μὴ ξύλα θρε πτικῆς μετειληφότα δυνάμεως καὶ κατὰ γῆς πεφυτευμένα τὸ τῆς γνώσεως ξύλον καὶ τὸ τῆς ζωῆς ἐννοεῖν, ἀλλὰ θεωρίας τινὰς ὑψηλοτάτας νοερῶς δρεπομένας καὶ τὴν γνῶσιν τῷ ἐπιτηδείῳ τοῦ καιροῦ ἐργαζομένας ζωο ποιόν τε καὶ τρόφιμον. «Θεωρία γὰρ ἦν τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία». Δεῖ γοῦν ἡμᾶς ἐννοεῖν κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους ἐν τῇ τοῦ πρωτοπλάστου ψυχῇ ὥσπερ ἔν τινι θειοτάτῳ παραδείσῳ πάντα καταπεφυτεῦσθαι τὰ εἴδη τῆς γνώσεως, ὧν τὰ μὲν πέριξ οἱονεὶ ἱστάμενα, δύο δὲ μόνα ἐν αὐτῷ τῷ μεσαιτάτῳ τῆς ψυχῆς μέρει τὴν φυτείαν λαβόντα. τὰ μὲν οὖν ἐπὶ τοῦ κύκλου ὁ ἐδώδιμος τῶν ἀρετῶν ἦν καρπός, οὗ ἔδει τὸν Ἀδὰμ μεταλαμβάνειν καὶ καταγλυ καίνεσθαι τὰ τῆς κτίσεως αἰσθητήρια· τὰ δ' ἐπὶ τοῦ μέσου ἱστάμενα, τὸ μὲν ἦν ἡ περὶ τῆς κτίσεως θεωρία, «γνωστὸν καλοῦ καὶ πονηροῦ» ὠνομα σμένον, τὸ δὲ ἡ αὐτοῦ τοῦ ὄντος κατάληψις, «ξύλον» προσηγορευμένον «ζωῆς». ἔδει γοῦν τὸν Ἀδὰμ μὴ εὐθὺς προσβαλεῖν τῷ ξύλῳ τῆς γνώσεως, μηδὲ ζητῆσαι τοὺς λόγους τῆς κτίσεως μηδὲ τοῖς περὶ κτίσεως καὶ οἰκονομίας περισκελέσιν εὐθὺς προσελθεῖν λογισμοῖς· «θεωρία γὰρ ἀχα λίνωτος» ἐν ἄλλοις πού φησιν ὁ πατήρ «τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν»· ὅπου δὲ κρημνός, ἐκεῖ πάντως καὶ θάνατος. ἔδει γοῦν αὐτὸν πρῶτον μὲν τὴν αἴσθησιν ἀνακαθήρασθαι καὶ τῷ πρακτικῷ φιλοπονῆσαι μέρει τῶν ἀρετῶν καὶ φαγεῖν ἀπὸ τῶν ἔξω καὶ ἐπιπολαίων φυτῶν· ἐπειδὰν δὲ ἐγυμνάσθη τὰ αἰσθητήρια καὶ δύναμιν ἔλαχε χείρονος καὶ βελ τίονος, τηνικαῦτα προσελθεῖν τοῖς ὑψηλοτέροις περὶ τῶν κτισμάτων νοήμασι καὶ διαγνῶναι πρῶτον μὲν ὁπόθεν ἔσχε ταῦτα τὴν σύστασιν, ἔπειτα μὴ τοῖς σχήμασι τούτων ἐγκαταμεῖναι καὶ πέρασιν, ἀλλ' ἔνδον εἰς τοὺς λόγους χωρεῖν καὶ μαθεῖν διὰ τί τὰ μὲν κινεῖται, τὰ δὲ διαμένει ἀκίνητα, καὶ τίνος ἕνεκα τὰ μὲν εὐθὺ φέρεται, τὰ δὲ κύκλῳ περιθεῖ, καὶ μετὰ τὸ ταῦτα ἀκριβῶς καταμαθεῖν καὶ θεωρητικῶς οἷον διαμασήσασθαι καὶ τοῦ τῆς ζωῆς ἀπογεύσασθαι ξύλου καὶ αὐτῷ καθαρῶς προσομιλεῖν τῷ θεῷ. διὰ τοῦτο γὰρ ἀμφότερα ἐπὶ μέσου τοῦ παραδείσου πεφυτευμένα ἐτύγχανον, ὅτι τῇ ἀκριβεῖ κατανοήσει τῆς κτίσεως εὐθὺς ἐπανατέλλει ἡ τῆς ζωῆς θεωρία, οὐ κατὰ γῆς ὥσπερ τὸ ξύλον ἐκεῖνο πεφυτευμένη, ἀλλ' ἐπὶ τοῦ ἄκρου τούτου ἐρριζωμένη· τῇ γὰρ ἀκριβείᾳ τῆς ἐν τῇ κτίσει γνώσεως καὶ τῷ τῆς καταλήψεως αὐτῆς πέρατι ἡ τῆς ζωῆς ἀναφαίνεται κατανόησις. ὁ δὲ οὐχ οὕτως πεποίηκεν, ἀλλ' ἢ μηδόλως ἢ ἀκροθιγῶς τῶν ἄκρων ξύλων ἁψάμενος, πρὶν ἢ ταῖς ἀρεταῖς ἐνιδρῶσαι, πρὶν ἢ γυμνα σθῆναι τὰ αἰσθητήρια, πρὶν ἢ τὴν ψυχὴν τῆς ὕλης ἀπολαβεῖν, θεωρήμασιν ἑαυτὸν ἐπέδωκεν ὑψηλοτέροις ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν, γνῶσιν ἔχουσι χείρονος καὶ βελτίονος. τοιαῦτα γὰρ τὰ περὶ τῆς κτίσεως θεωρήματα. ἀλλ' εἰ μὲν διὰ τῆς καλλονῆς τούτων καὶ τῆς εὐτάκτου κινήσεως καὶ τῶν κατεσπαρμένων ἐν αὐτῇ λόγων τὸν δημιουργὸν ἐννοήσειας, τῆς κρείττονος ἀπεγεύσω τροφῆς· εἰ δὲ μηδὲν πλέον ἐντεῦθεν ἐνενόησας, ἀλλὰ συναρ πασθεὶς τοῖς σχήμασι τούτων καὶ εἴδεσιν, οὐδὲν πλέον ἐφαντάσθης τῶν ὁρωμένων, τὸ δηλητηριῶδες τοῦ ζωοποιοῦντος προέκρινας, καὶ τῶν περὶ τῆς ζωῆς θεωρημάτων ἀποκλεισθεὶς ἐντὸς τοῦ ὀλεθρίου θανάτου γέγονας. Ἀπηγορεύθη δὲ τὸ τοιοῦτον ξύλον κατ' ἀρχὰς τῷ Ἀδάμ, οὐ φθονήσαν τος τοῦ θεοῦ (ἀπαθὲς γὰρ τὸ θεῖον), ἀλλ' ὡς μὴ αὐτίκα τὴν ἐξουσίαν δεδωκότος τῆς θεώσεως, ἵνα μὴ ἀσθενεῖ φύσει καὶ συμπεπτωκότι θώρακι ἁδρὸς ὄγκος γνώσεως ἐμπεσὼν παραθλίψῃ τε τὰς ἀρτηρίας καί, διαρρήξας τὰς φλέβας, πρὸς ὀχετηγίαν ἀναστομώσῃ τοῦ αἵματος, κἀντεῦθεν φθόῃ περιπεσὼν ὁ πρωτόπλαστος κατὰ βραχὺ διαφθαρῇ συντακείς. ἐπεὶ καὶ τὰς τελεωτέρας ἐξ ἡμῶν ἀποκρύπτει γνώσεις θεός, ἵν' ἐν καιρῷ ταύτας ἐμφήνῃ· μετρεῖ γὰρ τῇ τῆς ὁράσεως δυνάμει τὰς θείας ἀκτῖνας, καὶ τοῖς μὲν τῶν ὀφθαλμῶν ὅλος, εἰ οἷόν τε τοῦτο εἰπεῖν, ἐμφαίνεται, τοῖς δὲ ἐκ μέρους γινώσκεται καὶ ἐκ μέρους καταλαμβάνεται. οὐ φθόνου δὲ πάθος τοῦτο, ἀλλ' οἰκονομίας ἀρίστης καὶ παιδαγωγίας, κατὰ μικρὸν ἀναγούσης τὸν ἐμβαπτισθέντα τῇ ὕλῃ νοῦν, καὶ πρὸς τὸ τῆς ἀναγωγῆς εἶδος συμ μετροῦντος τὴν ἔλλαμψιν. Τοῦτον δὴ τὸν θάνατον οὐχ ὁ Ἀδὰμ μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν φιλο σόφων τεθνήκασι, Δημόκριτος τὸ ὕδωρ θεοποιήσας, Ἀναξιμένης τὸν ἀέρα πρώτην ὑποστησάμενος ἀρχήν· Ἵππων γὰρ ὁ ἄθλιος μηδὲ μνημο νευέσθω τῷ λόγῳ· Ἀναξαγόρας τὰς ὁμοιομερείας παραλαβών, καὶ ἄλλος μέσον τι ἀέρος καὶ ὕδατος, καὶ ἕτερος τῷ οὐρανῷ τὴν οἰκονομίαν θέμενος τοῦ παντός. εἰ γοῦν καὶ οὗτοι μετὰ τὴν τῶν ἀρετῶν ἐργασίαν τῷ γνωστῷ τοῦ καλοῦ καὶ πονηροῦ ξύλῳ προσέβαλον, ἤτοι τῇ διαφόρῳ γνώσει τῆς κτίσεως, οὐκ ἂν τὸν ὀλέθριον ὑπέστησαν θάνατον. διὰ τοῦτο ἐπίσης τε αὐτοῖς καὶ τῷ Ἀδὰμ τὸ ξύλον ἐπετειχίσθη τῆς ζωῆς. εἰ δ' ἐν ἀμφοτέροις τοῖς ξύλοις διάκρισις ἐγκατέσπαρται, καινὸν οὐδέν· οὐδὲ γὰρ ἡ αὐτὴ ἐν τοῖς δυσὶ ξύλοις, ἀλλ' ἡ μὲν τοῦ τῆς ζωῆς τελεωτέρα καὶ μείζων, ἡ δὲ ἑτέρα πολὺ τῆς προτέρας ταπεινοτέρα. Τὸ δὲ «θανάτῳ ἀποθανεῖσθε» τοῦ ἁπλῶς «ἀποθανεῖσθε» ἐν τούτῳ μοι διαφέρειν δοκεῖ, ὅτι θανάτῳ μὲν ἀποθνῄσκει ὁ τοῖς ὀλεθρίοις νοήμασιν οἷον ἀπονεκρούμενος, ἁπλῶς δὲ ἀποθνῄσκει ὁ τῇ φύσει λειτουργῶν τὸ χρεών, καὶ ζωῇ μὲν ζῇ ὁ κατὰ μετοχὴν τῆς ἀκηράτου ζωῆς ζωογονού μενος, ἁπλῶς δὲ ζῇ ὁ διεξαγόμενος ζωτικῶς. θανάτῳ γοῦν τέθνηκεν ὁ Ἀδάμ, ὀλεθρίως ἀποθανὼν καὶ τοῦ τῆς ζωῆς ξύλου, ἥτις ἐστὶν ὁ θεός, στερηθείς. ἁπλῆς μὲν οὖν ζωῆς καὶ ἁπλοῦ θανάτου οὐδέν τι μέσον ἐστί, μακαρίας δὲ ζωῆς καὶ ὀλεθρίου θανάτου πολὺ μεταξὺ τὸ διάφορον. Τὸ δὲ ἑνικῶς μὲν ἀπαγορεῦσαι τὸν θεόν, πληθυντικῶς δὲ ἐπαγαγεῖν τὴν ἐκ τῆς παρακοῆς ἀπειλήν, τοῦτό ἐστιν, ὅτι, ἕως μὲν ἂν ὦμεν ἐν τῷ καλῷ, σῴζομεν τὸ ἐν ἡμῖν ἕν, τῷ ἑνὶ προσῳκειωμένοι θεῷ· ἐπειδὰν δὲ ἐν τῷ κακῷ γενώμεθα, πόρρω τε τοῦ θεοῦ γιγνόμεθα καὶ πολλοὶ ἀνθ' ἑνός ἐσμεν. διὰ τοῦτο καὶ ὁ Ἀδὰμ εἷς μὲν πρὸ τῆς παρακοῆς, μετὰ δὲ τὴν παρ ακοὴν ἐμερίσθη εἰς πλῆθος αὐτῷ τὸ ἕν. Ἐβουλόμην καὶ πλείονα τούτων εἰπεῖν καὶ τὸ βάθος ἀνοῖξαι τῶν πνευ ματικῶν θεωριῶν, ἀλλ' ἐπειδήπερ ὁρῶ ὑμᾶς καὶ πρὸς τὸ γράφειν ἀπαγο ρεύοντας καὶ πρὸς τὸ νοεῖν ἀποκναίοντας, ἐνταῦθα τοῦ λόγου στήσομαι.

Intertext edge

Open linked passage

Note