Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 96 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
96.1
Εἰς τὸ «διὰ πασῶν ὅδευσον τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων» Κινεῖ μὲν ἡμᾶς πρὸς τὴν ἐπίλυσιν τοῦ νῦν προβληθέντος ῥητοῦ τὸ ὑμέ τερον πρόθυμον· ἀντισπᾷ δὲ εἰς τοσοῦτον τὸ ἀντικείμενον, ὁ ἐν αὐτῷ ἐγκείμενος δυσκατάληπτος νοῦς, ὃν ὀλίγαις μὲν συλλαβαῖς ὁ μέγας οὗτος πατὴρ ἐθησαύρισεν, ἡμῖν δὲ οὐχ οἷόν τέ ἐστιν εὑρεῖν, εἰ μὴ διὰ μακροῦ τὰ νοήματα ἐφοδεύσομεν. «Διὰ πασῶν» γάρ φησιν «ὅδευσον τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων». τοῦτο δὲ πῶς ἐστι γενέσθαι πάντως ἀμήχανον· πῶς γὰρ οἷόν τέ ἐστιν ἕκαστον ἡμῶν τὰς κατὰ μέρος ὑπελθεῖν τοῦ κυριακοῦ σώματος αὐξήσεις καὶ τὰς σεπτὰς δυνάμεις ἀποτελέσαι; πῶς γὰρ ἂν ἐξισχύσαιμεν ἐκ παρ θένου τε ἀπογεννηθῆναι μητρός, καὶ ταῦτα ἄνευ ὠδίνων, εἶτα ἐν «φάτνῃ» τεθῆναι καὶ «ὑπὸ μάγων προσκυνηθῆναι» καὶ πρὸς τὸν ναὸν ἀνελθεῖν, ἵνα δὴ καὶ «περιτμηθείημεν ὀκταήμεροι», εἶτα διὰ τὸν μανέντα Ἡρώδην εἰς Αἴγυπτον ἀποδρᾶναι κἀκεῖθεν αὖθις ἐπανελθεῖν καὶ «αὐξάνειν» κατ' ἐκεῖ νον σωματικῶς, καὶ πῇ μὲν «ἐν τοῖς τοῦ πατρὸς εἶναι» κατὰ τὴν ἐκείνου φωνήν, πῇ δὲ πατρὶ καὶ μητρὶ ὑποτάσσεσθαι, δυνάμεις τε ποιεῖν καὶ θαύ ματα, ὅσα δὴ καὶ οἷα ἐκεῖνος ποιεῖν παραδέδοται; πῶς δὲ καὶ «φραγελίῳ πλεκτῷ» τοὺς κολυβιστὰς τοῦ ναοῦ ἀπελάσομεν, ἢ πῶς Λάζαρον ἐγεροῦ μεν ὀδωδότα καὶ τετραήμερον; πῶς δὲ ἐπὶ «ὄνου» καθιζησόμεθα καὶ «παισὶ» προπεμφθείημεν καὶ δορυφορηθείημεν τὸ «ὠσαννὰ κράζουσι»; πῶς δὲ πάντα, ἵνα μὴ καθ' ἕκαστον λέγω, πεισόμεθά τε καὶ ἐνεργήσομεν, τὰ μὲν σταυρούμενοί τε καὶ προσηλούμενοι, τὰ δὲ ῥηγνύντες τὸ «καταπέ τασμα» καὶ τοὺς φωστῆρας ἐκλείπειν καταναγκάζοντες καὶ τῶν λῃστῶν τῷ μὲν συγγνωμονοῦντες, τῷ δ' ἀποκλείοντες τὸν παράδεισον; ἆρ' οὐ παντάπασι κενὴ καὶ μάταιος ἡ τοιαύτη τοῦ πατρὸς προτροπὴ καὶ κατήχη σις; Ἢ δοκεῖ μέν, οὐκ ἔστι δέ, ἤν τις νοητῶς ἐθέλοι ἐκλαμβάνειν πάντα καὶ πρὸς τὸ ἐκείνου ἀλληγορεῖν βούλημα. ἔστι γὰρ καὶ παρ' ἡμῖν λόγος, πατρικῶς μὲν ὡς ἀπὸ τοῦ νοῦ γεννώμενος, μητρικῶς δὲ παρὰ τῆς ψυχῆς κυούμενός τε καὶ ὠδινούμενος. ἀπαθὴς δὲ ἡ τοιαύτη ἀπότεξις πέφυκεν, ὁπότε ἡ συλλαβοῦσα τοῦτον νοερῶς καὶ ἀποτεκοῦσα ψυχὴ μὴ πρὸς πάθος ὁρᾷ μηδὲ οἷον κατὰ προβολὴν ἀποτίκτει σωματικήν, ἀλλὰ καθαρῶς καὶ ἀύλως ἀπογεννᾷ. εἶτα τί; ἐπὶ φάτνῃ ἐπαναπαύει. ἔστι δὲ ἡ φάτνη οἷόν τι δοχεῖον τῆς ἀλόγου τροφῆς, δι' οὗ δὴ ὁ λόγος προβάλλεται καὶ προτίθε ται, ἵνα πάσας τὰς ἐν ἡμῖν ἀλόγους ὀρέξεις ἀπονεκρώσας λογικὸν ἡμᾶς ἐργάστηται ἐνδιαίτημα. ἐφ' οἷς πᾶσα δύναμις, εἱμαρμένην καὶ ἄστρων προβαλλομένη φορὰν καὶ τὴν θείαν ἀναιροῦσα πρόνοιαν, τοῖς ἐντεῦθεν νοήμασι καταγοητεύουσα τὴν ψυχὴν καὶ οἷον καταμαγεύουσα, ὑπείκει καὶ ὑποτάσσεται, δορυφοροῦσα τῷ οὕτως ἐξ ἡμῶν γεννηθέντι λόγῳ «χρυσὸν καὶ σμύρναν καὶ λίβανον», τήν τε δοκοῦσαν λαμπρὰν ὕλην καὶ τὸν δοκοῦντα εὐωδιάζειν τὴν ἐν ἡμῖν ἀναίσθητον καὶ νεκρωτικὴν δύναμιν καὶ τὸν μὴ πνευματικῶς τὰς νοερὰς ὀσφρήσεις ἡδύνοντα· ἐν τούτοις γὰρ θαρροῦσα ἡ γοητικὴ πέφυκε δύναμις, καὶ διὰ ταῦτα παραχωρεῖ τούτων τῷ λόγῳ ὡς ὑψηλοτέρῳ καὶ κρείττονι. ἐπὶ τούτοις δέον καὶ πρὸς τὸν ναὸν ἀνελθεῖν, ἵν' εἴ τι περιττὸν ἐν τῷ λόγῳ ᾖ, ἀποτεμώμεθα καὶ νοητοὶ γενώμεθα ἐμπερίτομοι. ὁρᾷς ὅπως κατὰ μέρος διὰ τῶν ὑλικῶν τοῦ λόγου χωροῦμεν, συγγεννώμενοι ἀπαθῶς, συσπαργανούμενοι, ὑπὸ μάγων συμ προσκυνούμενοι, συνανιόντες καὶ συντεμνόμενοι; Τί οὖν; οὐκ οἴει ἐπὶ τούτοις τὸν καθ' ἡμᾶς Ἡρώδην μανῆναι καὶ ἐπαναστῆναι σφοδρῶς, εἴ πως εὕρῃ τὸν γεννηθέντα λόγον καὶ ἀποκτείνῃ; Ἡρώδην δὲ ὑποληπτέον ἢ τὴν φύσιν αὐτῆς τῆς σαρκός, ἢ τὸν διὰ ταύτης ἡμῖν ἀντικείμενον, ὃς δὴ καὶ βασιλεύων ἡμῶν διὰ τῶν πονηρῶν πράξεων, ἐπειδὴ τὸν λόγον ᾔσθετο τὸ κράτος τούτου διαδεξόμενον, λυττήσας ἀνοί στρησε καὶ πειρᾶται μαχαίρᾳ τεμεῖν τὸν σιδήρου καὶ πυρὸς ἰσχυρότερον, ἤν γε «ἀλκὴν δύσηται»· ἀλλὰ πρὸ τούτου δέος μὴ κατάσχοι καὶ ἀναί μακτον ἐργάσηται τὴν ἀναίμακτον. διὰ ταῦτα φυγῇ φευκτέον, ἀλλ' οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν, ὦ βέλτιστοι, οὐ προσκνυζώμενοι καὶ τῇ γῇ καλινδούμενοι, ἀλλὰ τὰς ἀρετὰς ἐργαζόμενοι. φευκτέον δὲ ποῦ, ἢ πρὸς ποῖον κλίμα τῆς γῆς χωρήσομεν; εἰ μὲν οὖν εἰς βορρᾶν ἀνέλθωμεν, φοβοῦμαι μὴ ἐκεῖσε εὑρήσομεν τὸν διώκοντα· «βορρᾶς», γάρ φησιν ἡ γραφή, «σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται». οἷός ἐστιν ὁ πονηρὸς δαίμων, ἀντίτυπος μὲν πᾶσι τοῖς σπουδαίοις τυγχάνων καὶ σκλη ρός, «φωτὸς» δὲ ὀνομαζόμενος «ἄγγελος». ἀλλ' ἐπὶ τὸν νότον βαδιοῦμεν; ἀλλὰ καὶ τούτῳ πολὺ τὸ ὑπὸ γῆν μέρος. τί οὖν; φύγωμεν εἰς Αἴγυπτον, οὐ τὴν ἔρημον διερχόμενοι οὐδὲ τὴν ἐκεῖσε Λιβύην, ἐν ᾗ θηρίων ποικίλων μορφαὶ καὶ θαλάσσης κόλπος ἀμμώδης καὶ τενάγη καὶ διθάλαττα ἐπί κρημνος, ἀλλὰ δι' ἑτέρας εἴ τι δυναίμεθα γῆς ὁρμᾶσθαι καὶ διαθέσεως. Αἴγυπτος δὲ χωρίον πάλαι «κακώσεως», ἐν ᾗ ὁ Ἰσραὴλ γεγονὼς ἀπηγόρευσε «τῇ πλινθείᾳ» ταλαιπωρούμενος, ἀλλὰ διὰ ταύτης πρὸς «τὴν τῆς ἐπαγγε λίας» ἐπανῆλθε «γῆν». δεῖ οὖν καὶ ἡμᾶς τῷ πρακτικῷ μέρει τῆς ἀρετῆς οἷά τινι Αἰγύπτῳ ἐνιδρῶσαι καὶ ταλαιπωρῆσαι, ἵνα νεκρωθέντος τοῦ σώματος πρὸς τὴν ἀφ' ἧς πεφεύγαμεν διάθεσιν ἐπανέλθωμεν. ἰδοὺ μετὰ Χριστοῦ καὶ εἰς Αἴγυπτον συμπεφεύγαμεν καὶ ἐξ Αἰγύπτου ἀνακεκλήμεθα. Ἀλλ' ὁ μὲν Ἡρώδης νεκρὸς ἤδη γενόμενος κατατέθαπται, ἄρχει δὲ ὁ «Ἀρχέλαος», ὃν ἔλαττον μὲν φοβηθησόμεθα, ὅτι μὴ τὴν πᾶσαν περιβέβλη ται δύναμιν· τετράρχης δὲ καὶ οὗτος καὶ τῶν ἐν ἡμῖν στοιχείων κρατῶν καί, ἵν' εἴπω, «κοσμοκράτωρ» ἐστί. δεῖ οὖν, μέχρις ἂν καὶ οὗτος τεθναίη, μὴ πάντα παρρησιάζεσθαι. μετὰ δὲ ταῦτα τῶν νόμων ἀφηγησόμεθα, ἐφερμηνεύοντες τὰς σκιὰς καὶ πρὸς τὴν ἀλήθειαν συμβιβάζοντες, ἐν τοῖς τοῦ πατρὸς μυστηρίοις τυγχάνοντες, μὴ γεννήσει προσκείμενοι, ἀλλὰ τοῖς θείοις λόγοις ἐνασχολούμενοι, τηροῦντες δὲ καὶ τὸ ἐν ἡμῖν ἱερὸν ἄβατον· κἂν ἐν τούτῳ κολυβιστήν τινα εὕρωμεν ἢ πωλοῦντα περιστεράς (ἔστι δὲ ὁ μὲν κολυβιστὴς ὁ τὰς ὁλότητας κατακερματίζων καὶ κατα τέμνων τὴν ἡμετέραν ψυχὴν εἰς διαφόρους δόξας καὶ φαντασίας, ὁ δὲ τὰς περιστερὰς ἀπεμπολῶν ὁ τὰς ἐν ἡμῖν πνευματικὰς θεωρίας τοῖς ἐναντίοις ἀποδιδούς) εἰ γοῦν τινα τούτων ἐν τῷ ἱερῷ καταλάβωμεν, τῇ πλοκῇ τῶν ἀρετῶν ἀπελάσωμεν. πεφύκασι γὰρ τῷ δι' ἀλλήλων κάλλει σεμνότεραι. καὶ μιᾷ μὲν ἴσως ἀντιβαίη ὁ πονηρός· ἢν δὲ πλοκὴν εὕρῃ τῶν ὅλων δυνά μεων, οὐ προσβαλεῖν οὐδ' ἀποτεμεῖν δυνήσεται· τὸ γὰρ «σπαρτίον τὸ ἔντριτον», ὥς φησι Σολομῶν, «οὐ ῥᾳδίως ἀπορραγήσεται». Ἐπεὶ οὖν μετὰ Ἡρώδην καὶ ὁ Ἀρχέλαος τέθνηκε καὶ ὁ νοῦς καθαρῶς βεβασίλευκε, «μαθητὰς» προσκτησώμεθα, οὓς εἰς «δώδεκα» καὶ «ἑβδομήκοντα» διαιρήσομεν, ἵν' ὑποτάξωμεν καὶ χρόνον ἡμῖν καὶ αἰσθητικὴν κίνησιν· ἐπεὶ γὰρ ὁ δώδεκα ἐκ πέντε σύγκειται καὶ ἑπτά, τῆς μὲν αἰσθή σεως ὁ πέντε σύμβολον, τῆς δὲ χρονικῆς κινήσεως ὁ ἑπτά, εἴ γε ἑβδοματι κῶς ἀνακυκλούμεθα. ἀλλ' οὗτος ἢ ἁπλοῦς ἐστι καὶ ἑπτὰ μόνως ἐστίν, ἢ τῷ αἰῶνι οἷά τινι δεκάδι ὡς τελείῳ συντίθεται καὶ ἑβδομήκοντα γίνεται. δεῖ οὖν ἡμῖν ὑποτετάχθαι καὶ αἰῶνα καὶ χρόνον καὶ αἴσθησιν, ἵν' ὑπὸ θεοῦ μόνου βασιλευθείημεν. ἐπὶ τούτοις πεζεύσομεν καὶ τὸ πέλαγος τοῦ παρόντος βίου ἄκροις θιγγάνοντες τοῖς ποσίν, ἀλλὰ μὴ τῷ κλύδωνι βαπτι ζόμενοι, εἰ μὴ καὶ μᾶλλον, ἤν πού τις ἐν ἡμῖν λογισμός, Πέτρος μὲν ὀνο μαζόμενος διὰ τὴν στερρότητα, μὴ πάντῃ δὲ τῆς ὕλης ἔξω γενόμενος ναυαγῇ, ἐπανάγωμεν τε τῆς τρικυμίας καὶ πρὸς τὴν ἄνω μετάγωμεν γῆν, ἠρέμα δὴ ἐπιπλήττοντες· «εἰς τί ἐδίστασας, ὀλιγόπιστε;» ἀνοίξωμεν καὶ κόρας τυφλῶν, ἀφωτίστῳ νοῒ τὴν θείαν ἀκτῖνα παραδεικνύντες. ἐμφρά ξωμεν καὶ τὴν «αἱμορροοῦσαν» πηγὴν «τῷ κρασπέδῳ τοῦ ἱματίου», τουτ έστι τοῖς ἄκροις περιβολαίοις τῶν ἀρετῶν τὴν πηγὴν τῶν πονηρῶν ἀπο ξηράναντες πράξεων. Καὶ ἵνα τἆλλα παρῶ, ἀναστήσομεν καὶ τὸν φίλτατον Λάζαρον, ὅστις ἐστὶ τὸ ἡμέτερον σῶμα τοῖς τέτρασι στοιχείοις ἀπονεκρωθὲν καὶ τῆς λογικῆς χωρὶς διακρίσεως μένον ἀκίνητον. καὶ συλλιπαρούσας τὰς ἀδελφὰς μὴ ἀποπεμψώμεθα· ἐλπὶς αὗται καὶ ἀγάπη τυγχάνουσι. καὶ οἶδα ὅτι «ἐφ' ἑαυτοὺς κινήσομεν τὸν ἀνάγυρον»· ἐπιμανεῖται γὰρ ἡμῖν ὁ δημώδης ὄχλος, καὶ οἱ Ἰουδαῖοι τὸν φθόνον μὴ στέξαντες τῷ σταυρῷ προσηλώσουσιν. ἀλλ' ὁ ἀγαπῶν, φησί, θεὸν ἢ βασιλέα θανάτῳ τελευτάτω· ἐπεὶ καὶ ἡμεῖς ὡμολογήσαμεν τὸν θεὸν ἀγαπᾶν, τῇ περὶ τὸν θάνατον προθυμίᾳ τὴν ἀγάπην ἐπιδειξώμεθα. ἀλλ' ἐμπανηγυρίσωμεν ἐφ' οἷς πεποιήκαμεν, καὶ ὅτι τὸ σῶμα συνανεστήσαμεν τῇ ψυχῇ, τρόπαιον στήσωμεν καὶ κατάξωμεν θρίαμβον· ὁ δὲ θρίαμβος, ἐπ' ὄνου καθιζησό μεθα, παῖδες ἡμᾶς ὑποδέξονται, «βαΐοις φοινίκων» κοσμοῦντες τὴν προ πομπήν. οὐ γὰρ ὅτι τὸ σῶμα, οἷα δὴ τὸν Λάζαρον, ἐκ μνημάτων ἠγείρα μεν, δεῖ κατ' ἴσον ποιεῖν τῇ ψυχῇ, ἀλλ' ὥσπερ ἐπ' ὄνου προκαθῆσθαι αὐ τοῦ καὶ οἷόν τινι χαλινῷ ἀνακρούειν τῷ λογισμῷ· ἐφ' οἷς οἱ καθαροὶ καὶ ἄκακοι λογισμοί, καθαπερεὶ παῖδες τοῦ θριάμβου προάγοντες, ἐπευφημή σουσί τε καὶ φοίνιξι καταστέψουσι, τουτέστι ταῖς ὑψοῦ τὴν κόμην ἐχού σαις ἀρεταῖς. Τί οὖν; πάντων ἡγεμονεύσωμεν, ὥστε μηδένα καθ' ἡμῶν μανῆναι δύνασθαι; οὐδαμῶς. μαίνεται γὰρ ἐν ἡμῖν ἄτεγκτός τις λογισμός, ὃς δὴ καὶ προδοῦναι τοῖς ἐναντίοις πειρᾶται· ἀλλ' ἡμεῖς γε μὴ προηγουμένως ἐνδώσομεν αὐτῷ τὴν ἀπόγνωσιν, ἀλλὰ καὶ τούτου τοὺς πόδας μετὰ τῶν λοιπῶν καταψήσωμεν, καὶ τοῦ μυστικοῦ δείπνου συγκοινωνήσωμεν. κἂν μὲν ἀναβλέψῃ πρὸς τὰς τῆς ἀληθείας αὐγάς, εἰσδεξώμεθα· εἰ δὲ μή, ἐάσωμεν δρᾶν ὅτι καὶ βούλοιτο, ὃς δὴ καὶ τοῖς ἐπιβουλεύουσι προσκεχώ ρηκε καὶ τὸν καθ' ἡμῶν μνηστεύεται θάνατον. ὁ δὲ λόγος πρὸς τὴν διὰ μαρτυρίου σφαγὴν ἡμᾶς παρορμᾷ· τοῦτο γὰρ τέλος τῆς ἀγάπης θεοῦ, πρὸς ὃ δὴ ὁ μὲν πονηρὸς συνωθεῖ, οἰόμενος ἐντεῦθεν ὑποκλασθῆναι ἡμᾶς. ἡμεῖς δὲ κἀνταῦθα στερροὶ φανείημεν καὶ ἀνένδοτοι, ἵν' ἡμῖν σταυρουμέ νοις πᾶσαι μὲν ὧραι, πᾶσαι δὲ χάριτες πρὸς τὴν ἐξ ἡμῶν πεμπομένην ὑποκλιθῶσιν ἀστραπήν. τῶν δ' ἐν ἡμῖν ψυχικῶν δυνάμεων, λογικῶν καὶ ἀλόγων φημί, οἷα δὴ συσταυρουμένων λῃστῶν, πρὸς μὲν τὴν ἄλογον καὶ γογγύζουσαν καὶ δυσχεραίνουσαν τὸν σταυρὸν τὰ πλείω μηδ' ἀποκρι θείημεν, εὑρήσει γὰρ παρὰ τῆς λογικῆς τὴν ἀπόκρισιν· τῇ δὲ λογικῇ εὐγνωμονούσῃ θαρρούντως ἐπαγγειλώμεθα τὴν ἐν τῷ παραδείσῳ δι αγωγήν. καὶ γὰρ οὕτω πως ἔχει· αἱ μὲν ἄλογοι δυνάμεις ἡμῶν, ζωτικαὶ δὴ καὶ ὀρεκτικαὶ καὶ φυτικαί, τοῖς σώμασιν ἡμῶν ἐν τῷ θανάτῳ συναπολή γουσιν· αἱ δὲ νοεραί τε καὶ λογικαὶ σύνεισί τε τῇ ψυχῇ καὶ ἐν τοῖς ἄνω χοροῖς συναυλίζονται. Τοιοῦτόν ἐστιν, ὦ ἱερώτατοι παῖδες, τὸ «διὰ πασῶν ὁδεῦσαι τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων».

Intertext edge

Open linked passage

Note