Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 97 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
97.1
Εἰς τὸ τί ἐστιν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος»; Ζητεῖτε τί ποτέ ἐστιν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος» παρὰ τῷ πατρὶ ῥηθὲν περὶ τοῦ υἱοῦ, καὶ οἶμαι τοῦτο τῶν λίαν δυσκατανοήτων εἶναι, καίτοι τοῖς ἐξηγησαμένοις τὸ χωρίον οὐχ οὕτως ἔδοξεν, ὅτι μὴ ἀποδει κτικαῖς μεθόδοις προσωμιλήκασιν· ἦ γὰρ ἂν οὐκ ἀταλαιπώρως τὴν ἔν νοιαν παρεδέξαντο. ἐγὼ δέ, ἐντυγχάνων Ἀριστοτέλει ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς τμήματι, ἁπανταχοῦ μέν, πρὸς αὐτῷ δὲ μάλιστα τῷ τοῦ βιβλίου τέλει, εὑρίσκω τοὺς μέσους ὅρους ὡς αἰτίους ὅρους καὶ λόγους τῶν κατηγορουμένων, οἷς κατηγοροῦνται, οἷον «τὴν πῆξιν τοῦ ὀποῦ» ἢ «τὸ πλατύφυλλον» ὅρον καὶ λόγον «τῇ ἀμπέλῳ τοῦ φυλλορροεῖν», καὶ ὅλως ὁ δαιμόνιος οὗτος ἀνὴρ τὰ αἴτιά φησι λόγους εἶναι καὶ ὅρους τῶν αἰτιατῶν. ἐπὶ δὲ τοῦ θεολογικοῦ τούτου ῥητοῦ τὸ ἀνάπαλιν εὕρηται· τὸν γὰρ υἱόν, ὃς δὴ ἀπ' αἰτίου γεγέννηται τοῦ πατρός, ὅρον φησὶ καὶ λόγον ἐκείνου, ὑφ' οὗ καὶ γεγέννηται. τοῦτο μὲν οὖν πρῶτον ἄπορον, οὐκ ἔλαττον δὲ πῶς ὅρος τοῦ πατρὸς ὁ υἱός· εἰ γὰρ ὅρος, καὶ πεπεράτωται ἐκείνῳ πρὸς ὃ δὴ καὶ ὥρισται· εἰ δ' ἄπειρος ὁ πατήρ, πῶς ὥρισται τῷ υἱῷ; ζητῶ δὲ καὶ τίς ἡ διαφορὰ ὅρου καὶ λόγου. Εἰ δὲ καιρὸν εἶχον τοῦ λύειν τὰ ἄπορα, καὶ τὴν Πορφυρίου ἂν παρεῖχον ἀντίθεσιν, ἣν δὴ κομψῶς πάνυ προσάγει ἐν οἷς δὴ κατ' αὐτοῦ τοῦ υἱοῦ λυττᾷ. ἤ, γάρ φησι, προφορικὸς ἢ ἐνδιάθετος· καὶ εἰ μὲν προφορικός, ἅμα τε λέγεται καὶ οὐκ ἔστιν· εἰ δὲ ἐνδιάθετος τῷ πατρί, πῶς ἀπ' ἐκείνου κεχώρισται; τοιαύταις γὰρ ἐκεῖνος διαιρέσεσι κατατεχνολογεῖ τὸ θεῖον. ἀλλὰ πρὸς ἐκεῖνον μὲν ὁ πολὺς τὰς ἐκ τῶν λογίων χρήσεις Ἀπολινάριος σοφῶς πάνυ ἀπήντησεν· ἡμῖν δὲ λυτέον ὅπερ δὴ καὶ προὐθέμεθα. Ὁ θεῖος οὗτος πατὴρ πάσαις ταῖς Ἀριστοτελικαῖς καὶ Πλατωνικαῖς πραγματείαις ὡμιληκώς, νῦν μὲν οὕτως, νῦν δὲ ἄλλως περὶ τῶν αὐτῶν διατάττεται· ἐπειδὴ γὰρ ἐκεῖνοι νῦν μὲν τὸ αἴτιον λόγον φασὶ τοῦ αἰτιατοῦ, νῦν δὲ τὸ αἰτιατὸν τοῦ αἰτίου, πρὸς ὃ βούλεται καὶ καταλλήλως ἔχει τῷ λόγῳ τὸ νόημα, ταῖς ἐκείνων ἀποχρῆται φιλοσοφίαις. αὐτίκα καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ ὁ μέγας Ἰάμβλιχος λόγον φασὶν εἶναι τὸ αὐτοκίνητον τῆς ψυχῆς καὶ οὐ δήπου τὸ αὐτοκίνητον ψυχῆς αἴτιον, ἀλλὰ τοῦ αὐτοκινή του ψυχή· αἴτιον δὲ οὐχ ὡς κεχωρισμένον, ἀλλ' ὡς συνυπάρχον. νοῦς μὲν γὰρ ἀκίνητος, σῶμα δὲ ἑτεροκίνητον· ἔδει δέ τι μέσον τῶν ἐναντίων εἶναι. τοῦτο γοῦν ἐστιν ἡ ψυχή, καὶ λόγος αὐτῆς τὸ αὐτοκίνητον πέφυκεν. ἐν οἷς μὲν οὖν ὁ λόγος αἰτίαν σημαίνει, ἐκείνοις αἴτιόν τέ ἐστι καὶ λόγος ὧν αἴτιόν ἐστιν· ὥσπερ τὸ μὴ ἔχειν χολὴν αἴτιόν ἐστι τῇ ἐλάφῳ μακρο βιώσεως, καὶ τῷ ἀετῷ ἡ ξηρότης, ἃ δὴ καὶ λόγοι τῶν κατηγορουμένων εἰσί, τουτέστιν αἰτίαι. διὰ τί γὰρ ἡ ἔλαφος μακροβιωτάτη; ὅτι μὴ ἔχει χολήν. καὶ ὁ ἀετὸς ὁμοίως, ὅτι ξηρός. διὰ τοῦτο τὰ τοιαῦτα αἴτια λόγοι λέγονται κατ' αὐτὸ δὴ τοῦτο τὸ αἴτια εἶναι. ἐν οἷς δὲ ὁ λόγος οὐκ αἰτίαν δη λοῖ, ἀλλὰ συμφυΐαν, οὗ δὴ λόγος ἐστίν, ἐν τούτοις οὗτος μὲν αἰτιατόν ἐστιν, ἐκεῖνο δὲ ᾧ σύνεστιν ἀναίτιον. διὰ τοῦτο λόγος τοῦ πατρὸς ὁ υἱός, οὐχ ὡς αἴτιος ἐκείνου, ἀλλ' ὡς συμφυὴς τῷ πατρί. Οὕτω μὲν οὖν τὸ πρῶτον ἀπόρημα λέλυται. διαφορὰ δὲ ὅρου πρὸς τὸν λόγον ἐστίν, ὅτι ὁ μὲν ὅρος τὸ ὁριζόμενον περατοῖ, καὶ οὐκ ἔστιν ὑπερ βῆναι τὸν ὅρον τὸν τούτῳ συμπερατούμενον· ὁ δὲ λόγος συμφυΐας, ἀλλ' οὐ περατώσεως σύμβολον. τί οὖν; πεπεράτωται τῷ υἱῷ ὁ πατήρ, εἴ γε ὅρος αὐτοῦ ἐστιν, ὡς συγκεκλεῖσθαι τὴν πατρικὴν φύσιν τῇ τοῦ υἱοῦ; ναί, εἴ γέ τις φιλοσόφως ὁμοῦ καὶ εὐγνωμόνως κατακούειν αἱροῖτο τοῦ βουλήμα τος τοῦ ῥητοῦ. τῆς μὲν γὰρ πατρικῆς οὐσίας οὐδέν τι πέρας ἐστίν, ὥσπερ δὴ καὶ τῶν ἑτέρων δύο ὑποστάσεων, τῆς δὲ τοῦ πατρὸς προσηγορίας πέρας ἐστὶν ὁ υἱός· ἐπεὶ γὰρ τὰ ὀνόματα ταῦτα τῶν πρός τι, τὰ δὲ πρός τι ἀλλή λοις συμπερατοῦνται, διὰ τοῦτο καὶ τῷ πατρὶ πέρας ἐστὶν ὁ υἱός. υἱοῦ γὰρ πατὴρ ὁ πατήρ, καὶ ὁ τοῦ πατρικοῦ ἀκούσας ὀνόματος τὴν τοῦ υἱοῦ συμπαρέλαβεν ἔννοιαν, καὶ τὴν πρὸς τὸν υἱὸν τοῦ πατρὸς σχέσιν τῷ υἱῷ συναπήρτισεν. οὐ μὴν ὁ ἐπὶ τῶν ἀποδείξεων λόγος μοι ταύτην ὑποβάλλει τὴν ἔννοιαν, ἀλλ' ὥσπερ παρηλλαγμένος ὁ ἐν ἐκείναις λόγος πρὸς τὸν ἐνταῦθα λόγον, οὕτω καὶ οἱ ὅροι διάφοροι. ἐκεῖ γὰρ ὅρος λέγεται τὸ αἴτιον τοῦ αἰτιατοῦ, ὅτι ὁ τὸ αἰτιατὸν ὁρίσασθαι μέλλων εὐθὺς εἰς τὸν ὁρισμὸν τούτου παραλαμβάνει τὸ αἴτιον· ἐπεὶ γὰρ ἀποδείκνυται πάντα ἐκεῖσε, ἀρχὴ δὲ ὅρος τῆς ἀποδείξεως, διὰ τοῦτο τὰ αἴτια ὅροι πεφύκασι τῶν αἰτιατῶν. Ἐβουλόμην μὲν οὖν καὶ πρὸς τὴν τοῦ Πορφυρίου ἀντίθεσιν ἀποδύσασθαι, καὶ πλέον τι, ἴσως δὲ καὶ κρεῖττον εἰπεῖν ὧν Ἀπολινάριος εἴρηκεν. ἵνα δὲ μὴ δόξωμεν κατευμεγεθεῖν τοῦ ἀνδρὸς καὶ ταῖς δυσὶ τύπτειν τὸν ἀντι καθιστάμενον τῷ λόγῳ τοῦ εὐαγγελίου, ἀρκούσης αὐτῷ καὶ τῆς μιᾶς ἐκεῖθεν πληγῆς, ἐνταῦθα τὸν λόγον στήσομαι, ἵνα μὴ δώσομεν τῷ Πορφυρίῳ χώραν εἰπεῖν ὅτι «πρὸς δύο οὐδ' Ἡρακλῆς».

Intertext edge

Open linked passage

Note