Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
98.1
Εἰς τὸ «ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις». Οὐδὲν ἀπεικὸς φιλοσόφους ὄντας ὑμᾶς καὶ τὸ σαφὲς εἰδότας τῆς φρά σεως ταῖς ῥητορικαῖς περιόδοις ὥσπερ ἐνίσχεσθαι· καθάπερ γὰρ τοῖς ῥήτορσιν ἄβατα τυγχάνει τὰ τῆς φιλοσοφίας νοήματα, οὕτω δὴ καὶ τοῖς φιλοσόφοις ἀπρόσιτοί πώς εἰσιν αἱ ῥητορικαὶ στροφαὶ καὶ κομψότητες. ἐβουλόμην μὲν οὖν ὑμᾶς ἀμφοτέρας τὰς δυνάμεις ἐπίστασθαι, ὥστε τὸν φιλόσοφον νοῦν λέξει ἀμπίσχεσθαι ῥητορικῇ, ἵν' ὅλον ὑμῖν τὸ τοῦ λόγου εἶδος ὡραῖον ἦν κατά τε τὸ φαινόμενον κάλλος καὶ τὸ νοούμενον. ἐπεὶ δὲ ἡ τῶν ὄντων ὑμᾶς κατάληψις θέλξασα περί τε φύσεως εὕρεσιν καὶ θεο λογίας ἀκρίβειαν τῆς σοφιστικῆς τέχνης ἀπέστησεν, ἀναγκαῖον οὖν ἐστιν ἐμὲ τὸν ἑκατέρᾳ μερίδι προσομιλήσαντα καὶ μουσικῶς ἄμφω συγκερασά μενον, ὥστε φιλοσόφως μὲν ῥητορεύειν, φιλοσοφεῖν δὲ τεχνικῶς, καὶ τὰς ῥητορικὰς ὑμῖν ἀναπτύσσειν τέχνας καὶ διερμηνεύειν ὅπως οἱ εἰς ἄκρον τῆς τέχνης ταύτης ἐληλακότες τὰ μὲν ἐλλείπουσι τοῖς οἰκείοις λόγοις, τὰ δὲ καὶ περιττῶς προστιθέασιν. οὐ γὰρ τοὺς περὶ Γοργίαν καὶ Πῶλον ἐζήλωκα, οὐδὲ τὴν τοῦ Πολέμωνος γλῶσσαν ἠγάπησα μετὰ «ῥοίζου» φθεγγομένην τῶν λέξεων, ἦθος δὲ οὐκ ἐπιδεικνυμένην φιλόσοφον, οὐδὲ τὴν Ἡρώδου γλυκύτητα τῷ φιλοσόφῳ ὕψει ἁρμόζουσαν· μετὰ δὲ Δίωνος καὶ Φαβωρίνου καὶ τοῦ Βυζαντίου κατείλεγμαι Λέοντος, ὧν ἥντινα ἂν λάβῃς ὑπόθεσιν, φιλόσοφός ἐστι λαμυρῶς ἀπηγγελμένη, τουτέστι δεξιῶς καὶ μετ' ὀνομάτων καλῶν. Βούλομαι μὲν οὖν καὶ πρὸς τὴν Πλάτωνος τέχνην τοὺς ἐμοὺς παρελαύ νειν λόγους καὶ ζηλοῦν τὴν ἐν ἐκείνῳ ῥητορικήν· ἀτεχνῶς δὲ τὸν τῆς χελώνης μῦθον ἀλήθειαν ἐμαυτῷ δείκνυμι, «ἵππῳ» καλῷ καὶ γενναίῳ καὶ ὑπερήλικι καὶ ἀτεχνῶς ποιητικῷ καὶ κατὰ «πεδίων κροαίνοντι» παραβαλ λόμενος καὶ παραμιλλώμενος. ἐρρέτωσαν γὰρ Ἀριστεῖδαι καὶ Διονύσιοι καὶ εἴ τις ἕτερος κακῶς εἶπε τὸν ἄνδρα περὶ τὴν τῶν ὀνομάτων ἐπιλογήν. οὗτος γάρ, ὥς γέ μοι δοκεῖ, μόνος τῶν ἐξ αἰῶνος ἀνθρώπων τὰ τῆς φιλο σοφίας ἄκρα καὶ ῥητορικῆς πατεῖ καὶ οὔτε πρὸς ἕτερον ἑαυτὸν παρήλασε ῥήτορα οὔθ' ἑτέρῳ τοῦτον μιμήσασθαι δέδωκε. πλατὺν δὲ καὶ τοῦ Λογ γίνου καταχέομαι γέλωτα, ὁπότε πρὸς τὴν ἐρωτικὴν τοῦ Λυσίου ἐπιστο λὴν τὰς τούτου τέχνας περὶ τοῦ αὐτοῦ ἀντιθεὶς πράγματος, αἰσχύνεσθαί φησι περὶ τοῦ ἀνδρὸς ὅτι δὴ ἐλάττων ὤφθη τοῦ ῥήτορος. σὺ δ', ὦ βέλτιστε, πρὸς αὐτὸν ἂν ἔγωγε φαίην, ἀπὸ ποίας ἐπιστήμης ἢ ἕξεως τὰς Πλάτωνος κανονίζεις τέχνας ἢ τίνα δύναμιν ἔσχηκας κρείττονα τῆς ἐκείνου, ὥστε κατανοεῖν δύνασθαι, ὅπῃ μὲν ὁ ἀνὴρ ἐνδεής, ὅπῃ δὲ πλούσιος; οὐκ ἀκούεις Πρόκλου τοῦ μεγάλου ὄντως φιλοσόφου διαρρήδην βοῶντος ὡς εἴ γε ἐβούλοντο οἱ κατ' ἐκείνους θεοὶ συγγράμματα συντιθέναι ἢ λόγους ῥητορικούς, κατὰ τὴν Πλάτωνος ἁρμονίαν τε καὶ συνθήκην ταῦτα ἂν συνετίθεντο; Ἀλλὰ σὺ μὲν καὶ Ἀριστείδης καὶ ὁ ἐξ Ἁλικαρνασσοῦ Διονύσιος εἰς ἕτερόν με καιρὸν ἀναμείνατε· λογικὴν γὰρ ἀναθέμενος τὴν σκευὴν ἐμαυτῷ, τὸν ὑπὲρ Πλάτωνος πρὸς ὑμᾶς αἱρήσομαι πόλεμον. ἐγὼ δὲ τοῦτ' ἂν φαίην διατεινόμενος, ὡς οὐδεὶς ἂν τῶν πάντων ἀνθρώπων διαμιλλήσαιτο Πλά τωνι ἢ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, οὗ τὴν τήμερον εἰς ἐπίσκεψιν ἔθεσθε τὸ «ἐπ' οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ' ὅτῳ οὐχὶ τῶν ἁπάντων». πρὸς οὓς ἂν εἴποιμι ὅτι κακουργεῖτε περὶ τοὺς λόγους, καὶ ταῦτα τρόφιμοι φιλοσοφίας τυγχάνοντες, οὐ μόνον τὰς ἐννοίας συγχέοντες, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς τῆς συμφράσεως διατέμνοντες. εἶτά γε οὐ δεδοίκατε μὴ γράψηται ὑμᾶς Ἀθηναῖος ἀνὴρ πονηρίας, ἐς τὸν Ἄρειον πάγον ἀναγαγών; Τί δ' ἔστιν ὅ φημι; ὅτι οὐκ ἐντεῦθεν τὸ ζήτημα ὀφείλετε προβαλεῖν, ἀλλ' ἀπὸ τοῦ «ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδό σεις»· τὸ γὰρ «ἐπ' οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ' ὅτῳ οὐχὶ τῶν ἁπάντων» μέρος ἐστὶν ἐκείνης τῆς περιόδου, τὸ καθόλου διὰ τῶν κατὰ μέρος ἐλέγχον. ἐπειδὴ γὰρ ὁ μέγας οὗτος ἀνὴρ διευκρινησάμενος ἄνωθεν, ὥσπερ ἐν προκατασκευῆς λόγῳ, τρία τινὰ προέθηκεν, «ἑαυτόν, τοὺς τῆς ἀρετῆς ἐπαινέτας, τοὺς λόγους αὐτούς», δι' ἃ ἀναγκαῖον ἑαυτῷ πεποίηκε τὸ πρὸς τὸν ἑταῖρον ἐγκώμιον, ἓν ἕκαστον τῶν ἀπηριθμημένων παραλαμ βάνων ἐφοδεύει ῥητορικῶς καὶ ἐπεξεργάζεται. διεξελθὼν δὲ τὰ περὶ τοῦ οἰκείου προσώπου καὶ τὸ πρῶτον πρώτως ἀκριβώσας κεφάλαιον, ἐπὶ τὸ δεύτερον ἦλθε, τοῦτο δὲ ἦν ἡ «πρὸς ἀρετὴν» τῶν ἀκουόντων «παράκλησις»· «ἐγκωμιζομένου» γὰρ «δικαίου» κατὰ τὸν εἰρηκότα «εὐφρανθήσονται λαοί», τὴν θείαν δηλονότι εὐφροσύνην καὶ ἡδονήν, ἣν διὰ τῶν ἔργων ἀποπληροῦντες πρὸς τὸν ἐγκωμιαζόμενον ἑαυτοὺς παρελαύνουσιν. εἶτα ταύτην τὴν μερικὴν πιστούμενος πρότασιν, σεμνῶς καὶ καθόλου καὶ ἀποφαντικῶς τὴν περίοδον ταύτην ἐξήγαγεν· «ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις». Τὸ δὲ τοιαύτην ἔχει τὴν δύναμιν. ἀρεταὶ καὶ κακίαι, τέχναι τε καὶ ἀτεχνίαι, δυνάμεις τε καὶ ἀδυναμίαι, αὐταὶ μὲν καθ' ἑαυτὰς ὅπως ποτὲ ἔχουσιν, οὔτε αὔξησιν οὔτε ἐλάττωσιν δέχονται. δικαιοσύνη τε γὰρ καὶ ὁσιότης, ἀδικία τε καὶ ἀνοσιουργία, φιλόσοφός τε δύναμις καὶ ἀφιλόσοφος, ἵν' οὕτως εἴπω, ἀδυναμία, ἐφ' ἑαυτῶν ἑστᾶσιν ἀεί, τοῖς δὲ τῶν περὶ ἑκάτερα σπουδαζόντων βίοις ηὐξῆσθαι ταῦτα καὶ ἠλαττῶσθαί φαμεν, ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καθ' Ἡσίοδον γένους ἡ ἀρετὴ ηὔξηται, ἐπὶ δὲ τοῦ ἀργυροῦ κατ' ἐκεῖνον ἠλάττωται, καὶ ἔτι νῦν μᾶλλον ἐπὶ τοῦ σιδηροῦ· τῆς δὲ ἑτέρας αὐξανούσης ἢ ἐλαττουμένης, ἡ ἑτέρα πάντως ὥσπερ ἐπὶ ζυγοῦ ἀναφέρεται ἢ καταφέρεται. τῆς δὲ τοιαύτης αὐξήσεως ἢ ἐλαττώ σεως Ἕλληνες μὲν ἀστέρων πλοκὰς αἰτιῶνται καὶ εἱμαρμένην, ἡμεῖς δὲ τὸ τῆς προαιρέσεως αὐτοκίνητον καὶ κύριον τῆς ἐπ' ἄμφω ῥοπῆς· ὃ δὴ μάλιστα ῥώννυται, τούτων ἢ ἐκείνων ἐπαινουμένων. ἀρετῆς μὲν γὰρ εὐφημουμένης πᾶς τις πρὸς ἐκείνην ῥέπει καὶ κατατείνεται· κακίας δὲ ἐπαινουμένης πολὺς αὖθις ὁ πρὸς ἐκείνην δρόμος ἐστί. καὶ ῥητορικῆς μὲν τιμωμένης σοφισταὶ πάντες καὶ ῥήτορες· φιλοσοφίας δὲ ἐγκρινομένης ἀποδείξουσι πάντες καὶ συλλογίσονται. καὶ Σικελιῶται μὲν πάντες τυραν νικοὶ καὶ πρὸ πάντων ὁ Φίλιστος, ἐπειδὴ ἑκάτερος τῶν Διονυσίων τυραν νεῖν μᾶλλον ἢ βασιλεύειν ἠγάπησεν· αὖθις δὲ γεωμέτραι καὶ σχημάτων καταγραφεῖς καὶ κονιορτοῦ μεστὰ τὰ βασίλεια, ἐπειδὴ Πλάτων τὸν νεώτερον Διονύσιον τοῦ τυραννεῖν ἀπάγων ἐς φιλοσοφίαν μετῆγεν· ἀλλ' αὖθις ἀγεωμέτρητοι πάντες Διονυσίου μεταβαλόντος καὶ πρὸς τὸν Πλάτωνα δυσμεναίνοντος, καὶ πάντες εὐθὺς ἐπαινέται τῆς τυραννίδος καὶ τοῦ τυράννου θεραπευταί. «Ὧν οὖν» φησὶν ὁ μέγας «τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις», τουτέστιν, ἐκεῖνα δὴ τὰ πράγματα ἐπιδιδόασιν, ὅσα δὴ καὶ τοῖς ἐγκωμίοις καταστέφεται. τὸ δὲ «σαφῶς» ἐπὶ τοῦ δευτέρου κώλου οὐ παρέλκον ἐστίν, εἴρηται δὲ τῷ μεγάλῳ, ἵν' ὑγιὴς αὐτῷ ἡ ἁρμονία τοῦ λόγου γένηται· οὐ γὰρ ἔδει τὸν ῥήτορα περιττοσυλλαβεῖν ἐν τῷ ἐφεξῆς τῆς περιόδου κόμματι. οὕτω γοῦν σεμνῶς ἀποφηνάμενος τὴν περίοδον, ἐπαγωγικῶς αὖθις ταύτην πιστοῦται, οὐ τοὺς κατὰ μέρος ὀνομαστὶ δεικνύς, ἀλλὰ διὰ τοῦ «ἐπ' οὐδενὸς τῶν ἁπάντων» τοῦτο βουλόμενος. οὕτω, γάρ φησι, δυνατόν ἐστιν ὅπερ εἴρηκα, ὅτι πᾶν ἐπαινούμενον ἐπίδοσιν λαμβάνει καὶ αὔξησιν, ὡς καὶ ἐν ἑνὶ τῶν πάντων ἀνθρώπων τοῦτο δείκνυ σθαι, ὡς εἶναι τὸν αὐτὸν νῦν μὲν ἐργάτην ἀρετῆς, ταύτης ἐπαινουμένης, νῦν δὲ κακίας, ἐκείνης ἐξυμνουμένης, καὶ νῦν μὲν φιλοσοφίας, νῦν δὲ ῥητορικῆς· ἐπ' οὐδενός, γάρ φησιν, ἀνθρώπου τῶν ἁπάντων οὐκ ἔστιν ἐφ' ᾧτινι τοῦτο τῶν ἁπάντων πραγμάτων οὐχ εὑρεθήσεται, αὔξησις καὶ ἐπίδοσις ἐπαινουμένων καὶ σεβομένων. τὸ μὲν γὰρ «ἁπάντων» τὸ πρότερον ἐπὶ προσώπων εἴρηται, ἐπὶ πραγμάτων δὲ τὸ ἐφεξῆς. Ἔστι δὲ ἡ ἔννοια αὐτοτελὴς μὲν τῇ δυνάμει καὶ τῷ ῥητορικῷ ζήλῳ καὶ τὸ ὅλον συνεστραμμένη καὶ Ἀριστείδειος, ἐλλείπουσα δὲ ταῖς λέξεσι, καὶ διὰ τοῦτο συγκεχύσθαι δοκοῦσα, μᾶλλον δὲ συγκεκόφθαι καὶ ἡμίτο μος φαίνεσθαι. τὰ δὲ τοιαῦτα νοερὰ μᾶλλον κατὰ φιλοσόφους εἰσὶ καὶ ἄγαν Πλατωνικὰ διὰ τὴν τῶν νοημάτων συναίρεσιν, ὥσπερ σωματικὰ καὶ διαστατὰ ἐν οἷς πολλὴ ἡ ἀνάπτυξις· διὸ καὶ Πλάτων ἐν μὲν τῷ Γορ γίᾳ πλατύς ἐστι καὶ διεξωδευμένος, ἐν δὲ τῷ Παρμενίδῃ στρυφνὸς ἄγαν καὶ συνεστραμμένος πρὸς ἑαυτόν. Τοιοῦτός ἐστι καὶ Πλωτῖνος καὶ Πρό κλος ὁ μέγας τὸν θεολόγον ἄνδρα προστοιχειούμενος, καὶ πρὸ τούτων Ἀριστοτέλης, ἐν μὲν ταῖς νοεραῖς τῶν ψυχῶν συμπτύξεσιν ἀμφιλαφής τε ἄγαν καὶ πεπυκνωμένος ἐς στενὸν τοῖς νοήμασιν, ἐν δὲ ταῖς περὶ ζῴων φυσιολογίαις ἡδὺς ἄγαν καὶ ἀνεπτυγμένος καὶ τῷ κάλλει τῶν λόγων περι λεσχήνευτος. πρὸς τοῦτον δὴ τὸν ἄνδρα οἶμαι καὶ Δημοσθένην καὶ Ἀρι στείδην τοὺς ῥητορικοὺς λόγους ἐργάζεσθαι. ἀλλ' ὁ μὲν Ἀριστείδης τὴν πάμφωνον ἁρμονίαν τῆς τέχνης ἠθέτησε· διὰ τοῦτο μονοειδής τέ ἐστι καὶ προσκορὴς καὶ τὴν λέξιν τὰ πολλὰ ἀσαφής. ὁ δὲ Δημοσθένης Παράσιος μὲν περὶ τὸν Ἑρμῆν, Μύρων δὲ περὶ τὴν τοκάδα· πρὸς γὰρ πᾶσαν τέχνην ἕξιν τε τῶν ἀκουόντων καὶ δύναμιν ἑαυτὸν συναρμόσας, νῦν μὲν καλλιεπής ἐστι καὶ ἠχῶν ἄγαν τῷ κρότῳ τῶν λέξεων, νῦν δὲ συνεσπακὼς τὰς τῶν λόγων ὀφρῦς καὶ σκυθρωπάζων τὰ πολλὰ κατὰ τὸν Ἡράκλειτον, καὶ νῦν μὲν ἄγονος καὶ στρυφνός, νῦν δὲ πότιμος καὶ τρυφῶν, καὶ νῦν μὲν λελυμέ νος τὴν φράσιν, νῦν δὲ συνεστοιβασμένος τῷ ποικίλῳ τῆς ἐκφωνήσεως. οὓς δὴ πάντας ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὥσπερ δὴ ἀετὸς κολοιοὺς ἀφῆκεν ὑπερπτερυξάμενος. καὶ νῦν μὲν ἀναποδείκτως φημί· ἐν δὲ καιροῖς τοῖς καθήκουσιν, ἀσινῆ με φυλάττοντος τοῦ θεοῦ, καὶ σαφῆ δώσω τὸν ἔλεγχον.