Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 99 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
99.1
Εἰς τὸ «καὶ ἡμῖν μὲν βρωθήσεται ὁ ἀμνός, οἱ δὲ θρηνείτωσαν» Τῷ κατὰ τὴν ἱστορίαν τοῦ ἀμνοῦ πράγματι προσαρμόζων ὁ μέγας πα τὴρ τὸν τῆς ἀναγωγῆς λόγον, εὐκρινῶς ἅμα καὶ ὑψηλῶς διαιρεῖ τίνα τε τοῦ ἀμοῦ βρωτέα τοῖς ἐσθίουσι νοερῶς καὶ τίνα μή, καὶ τὸ τοῦ Μωυσέως ὑποδὺς πρόσωπον, μᾶλλον δὲ μεῖζον καὶ θεοειδέστερον ἑαυτῷ περιθέμε νος, ὅτι καὶ κρειττόνως τὸ κρεῖττον ἑώρακε, παρακελεύεται τοῖς ἀπὸ τῆς αἰσθήσεως διαβαίνειν ἢ ἀναβαίνειν ἐπὶ τὸν νοῦν αἱρουμένοις τὸν θεῖον ἐσθίειν ἀμνὸν ἐν ὑποτυπώσει μυστικῆς θεωρίας, ὥσπερ δὴ καὶ ἡ ἱστορία τὴν αἰσθητὴν βρῶσιν ὑποδεικνύει. ὁ τοίνυν σωματικὸς ἐκεῖνος ἀμνός, κατὰ τὴν τοῦ γένους φύσιν μεμορφωμένος καὶ τριπλεκὲς ἔχων τὸ σωμά τιον ἐκ στερεῶν καὶ ὑγρῶν καὶ πνευμάτων συγκείμενον, καθάπερ δὴ φύσις ἐστὶ τοῖς ἐμψύχοις σώμασι, τῶν γοῦν ὀστέων ἐξαιρουμένων εἰς βρῶσιν ὑπέκειτο τοῖς ἐν Αἰγύπτῳ τελοῦσι τὸ πάσχα αἰσθητήν, καὶ κατεσθίετο οὐχ ὅλος, ἀλλ' αἱ μὲν σάρκες καὶ τὰ ἐντόσθια, ἥ τε κεφαλὴ καὶ οἱ πόδες καὶ τὸ πιμελῶδες καὶ τὸ χονδρῶδες τοῦ σώματος εἰς ἐξουσίαν τροφῆς διεμερίζοντο τοῖς ἐσθίουσιν, ἄβρωτα δὲ διὰ τὴν στερρότητα κατ ελιμπάνοντο τὰ ὀστᾶ. Ἐπιτάττει τοίνυν καὶ ἡμῖν ὁ μέγας οὗτος πατὴρ ἐσθίειν τὸ πάσχα τὸ μυστικόν, καὶ τὰ μὲν τοῦ ἀμνοῦ τοῦ θείου τῷ διαιρετικῷ λόγῳ καταμα σᾶσθαι, εἶθ' οὕτως καταλεαίνειν καὶ προσοικειοῦν τῇ ψυχῇ, τὰ δὲ ὡς ἡμῖν δυσκατέργαστα διὰ τὴν νοερὰν στερρότητα καὶ τῇ ἐπικήρῳ φύσει δυσανάλωτα ταῖς κρείττοσι παρεᾶν φύσεσιν. ἀλλ' ἐπειδὴ καὶ αὐτός, μετὰ τὸν μέγαν πατέρα γεγονώς, ἐπιτάττειν ὑμῖν ἐπιτέτραμμαι ὅπως δεῖ τὸν λόγον ἐσθίειν, λεπτοτέραν ἤπερ ἐκεῖνος ποιήσομαι τὴν διαίρεσιν, τῶν κατὰ μέρος μερῶν τοῦ ἀμνοῦ μεμνημένος καὶ πρὸς τὴν πνευματικὴν θεωρίαν τὴν πλάσιν μεταβιβάζων τοῦ σώματος. κεφαλὴ τοίνυν προτέτακται τοῦ ἀμνοῦ, εἶτα δὴ τένων τοῖς σπονδύλοις διειλημμένος ἰθυτενῶς τοῖς ὤμοις ἐναπολήγει, ἀφ' ὧν δὴ οἱ ἐμπρόσθιοι πόδες τὴν δημιουργίαν εἰλήχασι. μεθ' οὓς ἄνω μὲν ὁ νῶτος καὶ τὸ τῆς ῥάχεως ὀστοῦν διατέταται, κάτω δὲ τὸ κοῖλον τῆς γαστρὸς πέπλασται· μεθ' ἃ δὴ καὶ οἱ ὀπίσθιοι πόδες συναναπλασθέντες εἰς οὐρὰν ἀπολήγουσι. τούτων δὲ τῶν μερῶν ὑψηλο τέρα μὲν ἡ κεφαλή, ἢ μᾶλλον εἰπεῖν προβεβλημένη· τὸ γὰρ ὑψηλὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαμορφώσεως καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν τοῦ ζῴου μορίων βιβλίῳ διηρμήνευσεν. οἱ δὲ πόδες κάτω που περὶ τὴν γῆν τὴν βάσιν ἐρείδουσι. τοιοῦτος τοίνυν καὶ ὁ θεῖος ἀμνὸς πέφυκεν, «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», ἐκ κεφαλῆς συγκείμενος καὶ ποδῶν, θεότητος λέγω καὶ ἀνθρωπότητος· καὶ δεῖ ἄμφω ἐσθίειν αὐτοῦ νοερῶς, ἀφ' ἑκα τέρων διατρεφομένους, ὅτι θεὸς ὢν τέλειος ἄνθρωπος ἐγένετο τέλειος, καὶ τῶν «πατρῴων κόλπων» μὴ ἀποστὰς ἐπὶ τὴν ἡμετέραν ἐσχατιὰν κατ εληλύθει, καὶ ὅλον μὲν τὸν ἄνθρωπον ὑποδὺς τὸν ἐν ἐμοὶ ῥύπον τῷ καθαρῷ τῆς φύσεως κατηνάλωσε, καὶ ὡς ἐτηρήθησαν αἱ φύσεις εἰς ταὐτὸ συνελη λυθυῖαι, ὅτι τε μία καὶ μετὰ τὴν ἕνωσιν ὑπόστασις πέφυκεν (οὐ γὰρ τὸν μερικὸν ἀνέλαβεν ἄνθρωπον, ἵνα ἐκ δύο ὑποστάσεων ἡ ἕνωσις γένηται), ἀλλ' αὐτὸς δή, ἡ μία τῆς τριάδος ὑπόστασις, καὶ τῇ σαρκὶ γεγονώς, ἓν αὖθις καθέστηκε πρόσωπον σύνθετον δυσὶ συγκείμενον φύσεσιν. οὕτω μὲν οὖν τὰ μέρη τοῦ θείου ἀμνοῦ τοῖς διαιροῦσι λόγοις καὶ αὖθις ἑνοῦσι τὸ σύγκραμα, τὸ μὲν διαιρῶν κατὰ μόνην ἐπίνοιαν, τὸ δὲ συνενῶν καὶ διαμασώμενος, προσφυῶς δὲ τῇ ὑποδοχῇ, παράπεμπε τῇ ψυχῇ. ὑποδοχὴ δὲ ψυχῆς ἡ δεκτικὴ δύναμις τῶν πνευματικῶν ἐστι θεωριῶν, ἥτις δὴ εὐδιαίρετα λαβοῦσα τὰ δόγματα, τῇ ζέσει τοῦ πνεύματος διαθερμάνασά τε καὶ πνευματικώτερον ἀλλοιώσασα, ἀναδώσει πρὸς πέψιν καὶ τῇ πάσῃ ἑαυτὴν προσοικειώσῃ οὐσίᾳ. Ἀλλ' ἐπειδὴ ἡ τῶν κεφαλῶν ὑπόστασις κορυφήν τε ἔχει, ἐν ᾗ δὴ ἡ τῶν τριχῶν συνελίττεται λίσσωσις, ὦτά τε τοῖς κροτάφοις παρακείμενα, ζητη τέον τίς ἡ κορυφὴ τῆς θεότητος, τίνα τὰ ὦτα, πῶς δεῖ ἐκλαμβάνειν τοὺς ὀφθαλμούς, πῶς τὰς ὑπερκειμένας ὀφρῦς, τί αἱ παρειαὶ ὑπαινίττονται, τί τὸ στόμα, πῶς δεῖ καὶ τὰ λοιπὰ νοεῖν μόρια. Κορυφὴ τοίνυν τῆς θείας ἡμῶν κεφαλῆς, τοῦ θείου φημὶ λόγου, ὁ ἐκεῖνον γεννήσας ἀσωμάτως καὶ ὑπὲρ λόγον πέφυκε πατήρ. δεῖ γοῦν καὶ τὴν κορυφὴν ἐσθίειν, τουτέστιν ἐννοεῖν ὡς οὐ κατὰ προβολὴν ἡ γέννησις σώματος, καὶ ὡς ἐκεῖθεν μὲν ὁ λόγος, οὐ μετ' ἐκεῖνον δέ, καὶ ὡς τῷ αἰτίῳ μόνῳ «μείζων ὁ πατὴρ» τοῦ υἱοῦ. Ἐπεὶ δὲ καὶ τρίχες τὴν κεφαλὴν περισκέπουσιν, αἵτινες δὴ ὁ ἀθεώρητός ἐστι γνόφος, ὁ τὴν πατρικὴν περικαλύπτων ὑπόστασιν, διαιρετέον καθό σον δεῖ ταύτας, καὶ οὕτως ἐπιβλητέον τὴν ἐφάπτουσαν δύναμιν τῆς ψυχῆς τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἁψώμεθα οὖν τῶν ὤτων τοῦ θείου ἀμνοῦ, πνευματικῶς ἀκούοντες τὸ σεσαρκῶσθαι καὶ τὸ «ὁ λόγος σὰρξ ἐγένετο»· οὐ γὰρ δὴ ἀποσαρκωθῆναι τὸν λόγον κηρύττομεν, οὐδὲ εἰς σάρκωσιν παγῆναι τὴν ἀσώματον τούτου ὑπόστασιν, ἀλλὰ μεμενηκέναι μὲν ὅπερ ἦν, προσλαβεῖν δὲ ὅπερ οὐκ ἦν. Φάγωμεν καὶ τοὺς ὀφθαλμούς, πνευματικῶς ὁρῶντες καὶ μὴ τοῖς τῶν ὁρωμένων ἀποτειχιζόμενοι σώμασιν, ἀλλὰ νοερῶς ἐμβαθύνοντες ταῖς θείαις ἐλλάμψεσι. Μηδὲ τὸ τῶν ὀρφύων μέρος ἐάσωμεν ἄβρωτον, περισκέποντες τὸ διορατικὸν τῆς ψυχῆς, ἵνα μὴ ἄνωθέν ποθεν τῶν ἐν ἀέρι πνευμάτων ἁλ μυρὰ ἐπιχυθεῖσα ῥοὴ ἐπ' αὐτὸν ἔλθῃ τὸν ὀφθαλμόν. Τί δὲ οὐχὶ καὶ τῆς ῥινὸς ἐφαψόμεθα, εὐωδιαζόμενοι τῷ θείῳ μύρῳ, ὃ δὴ αὐτὸς ἠλείψατο πρὸ τοῦ πάθους ὁ κύριος; «εὐωδία» γάρ ἐσμεν πνευ ματικὴ κατὰ τὸν ἀπόστολον. ὅσον μὲν οὖν τῶν θεωριῶν καθαρὸν ἑλκτέον οἷα διά τινος ῥινὸς τῆς ἑλκτικῆς δυνάμεως τῆς ψυχῆς· ὅσον δὲ ἀχλυῶδες καὶ ζοφερὸν ἔξω που ἐατέον ἐπέχουσιν ἑαυτοὺς καὶ τὸ ἀχλυῶδες μὴ ἕλ κουσι. Μὴ φεισώμεθα δὲ μηδὲ τοῦ στόματος, ὃ δή ἐστι «πηγὴ» τῆς «ζωῆς» καὶ τῆς ἀθανασίας, ᾧ δὴ ὁ προσπελάσας τὰ θεῖα ἀρύεται νάματα. ἀλλὰ μὴ ἀθρόον τῷ νάματι ἐπεισπηδήσωμεν, ἀλλὰ διελόντες τὰ χείλη, ἵν' οὕτως ἐμφανὴς ἡ πηγὴ γένηται· ἐπεὶ μηδὲ τῆς κάλυκος τοῦ ῥόδου ἁπλῶς οὕτως ὀσφραινόμεθα, πλὴν ἢ τὰ πέταλα διελεῖν καὶ οὕτως εὐωδίας καταπολαῦσαι. Τοὺς δὲ ὀδόντας θεασώμεθα μέν, μὴ συντρίψωμεν δέ, ἐπεὶ μηδὲ δυνα τὸν ἡμᾶς οὕτως τὸν σωτῆρα διαιρεῖν καὶ νοεῖν ὡς οὗτος ὁ θεῖος ἀμνός· διὰ ταῦτα γὰρ καὶ ἀφανεῖς καθεστήκασι, ταῖς τε παρειαῖς καὶ τοῖς χείλεσι καλυπτόμενοι. τῶν μὲν οὖν καλυμμάτων μετρίως ἁψώμεθα· ἃ δὲ ταῦτα συγκαλύπτουσι, τοῖς ἄνω θησαυροῖς ἀδιερμήνευτα καταλείψωμεν. Γενώμεθα καὶ τοῦ αὐχένος ἐν μεταλήψει, ἕλκοντες τὸν θεῖον «ζυγόν», ὃν δὴ ὁ μὲν Ἐφραὶμ ἀπαυχενίσας διέρριψεν, ἡμεῖς δὲ ὡς «ἐλαφρότατον φορτίον» ἑαυτοῖς περιθήσομεν. Ἁψώμεθα καὶ τῶν ὤμων, εἰς τοὺς περὶ καρτερίας λόγους ἐμβάλλοντες ἑαυτούς, καὶ τὰ μὲν δυσβάστακτα τοῦ σκιώδους νόμου ἀπορριπτοῦντες παραγγέλματα, τὰ δὲ τοῦ κυρίου διατάγματα ἐλαφρῶς περιφέροντες. Βρωτέον ἡμῖν καὶ τὸ χονδρῶδες τῆς ἀρτηρίας, ἥτις δὴ κατὰ τὸ ἐμπρό σθιον μέρος κειμένη τοῦ πνεύματός ἐστιν ἀγωγός· αὕτη δὲ ἡ πνευματικὴ πέφυκεν ἄνοδος, δι' ἧς τοῦ πνεύματος σπῶντες διαρριπίζομέν τε καὶ οἷον περιθάλπομεν τὸ βάθος τῆς ψυχῆς. Ἁψώμεθα καὶ τοῦ στήθους καὶ παντὸς τοῦ θώρακος· τοῦτο γὰρ μά λιστα τὴν ζωτικὴν περικαλύπτει καρδίαν, τουτέστι πᾶσαν τὴν πνευματι κὴν θεωρίαν, ἥτις δὴ καὶ μάλιστα τὴν νοητὴν διαθερμαίνει τροφὴν καὶ μεταβάλλει πρὸς εὐκινητοτάτην ῥοὴν καὶ εὐάγωγον ποιεῖ τοῖς θείοις αὐλῶσι, δι' ὧν ἡ ἀρδεία τοῦ πνεύματος τοῖς τῆς ψυχῆς παραπέμπεται μέρεσι. Μὴ φεισώμεθα μηδὲ τῶν ἐνδοσθίων αὐτῷ, ἀλλὰ πρῶτα μὲν δίας ἁψώμεθα, «συντρίβοντες» τὴν ἡμετέραν εἰς δύναμιν καὶ «ταπεινοῦν τες» διὰ τὸν ὑπὲρ ἡμῶν «ἑαυτὸν ταπεινώσαντα», ἵνα «μὴ ἐξουδενωθείημεν τῷ θεῷ», τό τε ἡγεμονικὸν διακαθαίροντες καὶ μὴ προσδεχόμενοι τοὺς ἀπὸ τῆς γῆς «εἰς τὴν καρδίαν διαλογισμοὺς ἀναβαίνοντας». Ἐπεὶ δὲ οὐκ αὐτάρκης αὕτη πρὸς ζωὴν πολλῷ τῷ πυρὶ ὑπερβλύζουσα, εἰ μὴ ῥιπισθείη τῷ πνεύμονι, ὃ δὴ σῶμα σομφῶδες καὶ εὐανάλωτον πέ φυκε, μεταλάβωμεν καὶ τοῦ πνεύμονος τῶν διατηρούντων λογισμῶν τὴν ἡμετέραν ψυχὴν ἀδιάφθορον καὶ ἀλώβητον. Ἁψώμεθα καὶ τῆς γαστρός, οὐ μόνως ταύτης, ἀλλὰ καὶ τῶν ἐντέρων ἐσθίοντες, ἀπέριττον ταύτην διαφυλάττοντες καὶ μὴ τοῖς βρώμασι βαρυ νόμενοι, ἀφ' ὧν δὴ αἰθαλώδης ἀναθυμίασις περὶ τὸν ἐγκέφαλον ἄνεισι καὶ πληροῖ ἀχλύος τὴν μήνιγγα, ἀφ' ἧς δὴ καὶ τὰ ἔγκατα πληρούμενα ὀγκοῖ τὸν ἡμέτερον νοῦν καὶ διαφυσᾷ καὶ μάλιστα δὴ τὸ τυφλὸν ἔντερον, ὃ δὴ πονηρός ἐστι λογισμός, δεκτικὸς ἐντεῦθεν ἀκαθαρσίας γενόμενος καὶ καχεκτικὴν τὴν ψυχὴν ἐργαζόμενος. Τὸ δὲ ἧπαρ μετὰ τῶν σιμῶν καὶ κυρτῶν φάγωμεν μερῶν, τὴν ἐπιθυ μίαν ἐπεκτείνοντες, ποτὲ μὲν περὶ τὰ ὑπερφυῆ καὶ μετέωρα, ποτὲ δὲ ἐπὶ τὰ ἐλάττονα τὴν γνῶσιν ἔχοντα, ἃ δὴ αἱ πρῶται καὶ δεύτεραι φύσεις τυγχάνουσιν. Ἠρέμα δὲ καὶ τοῦ σπληνὸς ἐφαψώμεθα, τὴν ἄλογον διακαθαίροντες δύναμιν, ἐν ᾧ δή, οἷόν τις μέλας χυμός, ὁ πονηρὸς δαίμων ἐγκάθηται καὶ ταῖς πονηραῖς ὑποσποραῖς μολύνει τὸ τῆς ψυχῆς καθαρόν· ἀλλ' ἡμεῖς ἐπιπειθὲς καὶ τὸ ἄλογον μέρος τῷ λόγῳ ποιήσωμεν, ἵνα μηδὲ ὁ σπλὴν ἡμῖν ἄβρωτος γένηται. Τούτων μὲν οὖν ὡς ἐφικτὸν ἡμῖν τῷ λόγῳ ἁψάμενοι, τὴν οἰκείαν ψυχὴν διαθρέψωμεν· τοῖς δὲ ὀστοῖς δέος τὸν ὀδόντα ἐπιβαλεῖν, δυσκατέρ γαστα γὰρ ταῦτα καὶ ἄβρωτα, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὀστᾶ δὲ τοῦ λόγου οἱ ἀπόρρητοι περὶ θεότητος λόγοι, αἱ ἀνέκφραστοι περὶ οἰκονομίας αἰτίαι· ὀστοῦν γὰρ ὡς ἀληθῶς τὸ ζητεῖν πῶς ὁ πατὴρ γεγέννηκε τὸν υἱόν, πῶς τὸ πνεῦμα προβάλλεται, τίς διαφορὰ προβολῆς καὶ γεννήσεως· ὀστοῦν αὖθις ἄβρωτόν τε καὶ ἀδιαίρετον τὸ διερευνᾶσθαι πῶς ἀνεκράθη σαρκὶ ὁ θεός, τίς ὁ λόγος τῆς κράσεως. ταῦτα γὰρ τὰ ὀστᾶ εἰ διαθλάσαι θελήσειας, οὔτε τι ἐξ αὐτῶν βρώσεις, καὶ βλάψεις τὴν δύναμιν πρὸς τὴν πέψιν οὐκ ἀρκοῦσαν οὐδ' ἀποχρῶσαν. τὰ μὲν οὖν ἐνδόσθια φάγε, τὰ κεκρυμμένα τοῦ λόγου μυστήρια, ἐπεὶ καὶ ταῦτα περικαλύπτεται, ἐπεὶ καὶ ὑπείκει τοῖς ὀδοῦσι καὶ διαμασώμενα συμπιέζεται· μὴ ἅψῃ δὲ τῶν ὀστῶν, ταῦτα γὰρ μόλις καὶ δυνάμεις ἀγ γελικαὶ διαθλάσουσιν. Οἶδα ὅτι πέρα τοῦ μετρίου τὸν λόγον ἐξήνεγκα, καί γε ὑμῶν ἐνίους ὁρῶ καὶ πρὸς τὸ τοῦ λόγου μῆκος ἀπαυδῶντας καὶ πρὸς τὸ λεπτὸν τῶν θεω ριῶν δυσχεραίνοντας. διὰ ταῦτα καὶ αὐτός, τῶν ἀκριβεστέρων θεωριῶν ὥσπερ δὴ ὀστῶν ἀπεχόμενος, ἐς τὰς παχυτέρας σάρκας ὥσπερ δὴ εἰς σάρκας εὐδιαιρέτους τὸν λόγον ἐπαναπαύω.

Intertext edge

Open linked passage

Note