Mus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/mimnermus" aria-label="More works by Mimnermus">
—
⋯
Original / primary: Textus receptus
1.1
τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι, κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή, οἷ' ἥβης ἄνθεα γίνεται ἁρπαλέα 5ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθηι γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ, αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι, οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου, ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν· 10 οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.
1.2
ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη ἦρος, ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου, τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν 5οὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι, ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου, ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης, 10 αὐτίκα τεθνάμεναι βέλτιον ἢ βίοτος· πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει· ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην· 15ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
1.3
τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη, οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.
1.4
Τιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον‹ αἰεὶ› γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.
1.5
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς, πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίηςτερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι· ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ 5ἥβη τιμήεσσα· τὸ δ' ἀργαλέον καὶ ἄμορφον γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ' ὑπερκρέμαται, ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ' ἄγνωστον τιθεῖ ἄνδρα, βλάπτει δ' ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.
1.10.12
Ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα, οὐδέ ποτ' ἄμπαυσις γίνεται οὐδεμίαἵπποισίν τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς Ὠκεανὸν προλιποῦσ' οὐρανὸν εἰσαναβῆι. 5τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη, χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρ εὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδωνγαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι 10 ἑστᾶσ', ὄφρ' Ἠὼς ἠριγένεια μόληι· ἔνθ' ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
1.13.14
οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν τοῖον ἐμέο προτέρων πεύθομαι, οἵ μιν ἴδονΛυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην· 5τοῦ μὲν ἄρ' οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη δριμὺ μένος κραδίης, εὖθ' ὅ γ' ἀνὰ προμάχουςσεύαιθ' αἱματόεν‹ τος ἐν› ὑσμίνηι πολέμοιο, πικρὰ βιαζόμενος δυσμενέων βέλεα· οὐ γάρ τις κείνου δηίων ἔτ' ἀμεινότερος φὼς 10 ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆςἔργον, ὅτ' αὐγῆισιν φέρετ' ὠκέος ἠελίοιο