Europa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/moschus" aria-label="More works by Mosco">
—
⋯
Original / primary: Textus receptus
1.1
- Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
1.2
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται ἐγγύθι δ' ἠώς,
1.3
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
1.4
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
1.5
εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων.
1.6
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
1.7
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
1.8
ὠίσατ' ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
1.9
Ἀσίδα τ' ἀντιπέρην τε· φυὴν δ' ἔχον οἷα γυναῖκες.
1.10
τῶν δ' ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ' ἄρ' ἐῴκει
1.11
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
1.12
φάσκεν δ' ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
1.13
ἡ δ' ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
1.14
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
1.15
ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
1.16
ἣ δ' ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
1.17
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
1.18
ἑζομένη δ' ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ
1.19
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
1.20
ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·
1.21
' τίς μοι τοιάδε φάσματ' ἐπουρανίων προΐηλεν;
1.22
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
1.23
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι;
1.24
τίς δ' ἦν ἡ ξείνη τὴν εἴσιδον ὑπνώουσα;
1.25
ὥς μ' ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή
1.26
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
1.27
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον'.
1.28
- Ὣς εἰποῦσ' ἀνόρουσε, φίλας δ' ἐπεδίζεθ' ἑταίρας
1.29
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας
1.30
τῇσιν ἀεὶ συνάθυρεν ὅτ' ἐς χορὸν ἐντύνοιτο
1.31
ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων
1.32
ἢ ὁπότ' ἐκ λειμῶνος ἐύπνοα λείρι' ἀμέργοι.
1.33
αἳ δέ οἱ αἶψα φάανθεν, ἔχον δ' ἐν χερσὶν ἑκάστη
1.34
ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
1.35
ἀγχιάλους, ὅθι τ' αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
1.36
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
1.37
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια
1.38
θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο
1.39
ὃν Λιβύῃ πόρε δῶρον ὅτ' ἐς λέχος Ἐννοσιγαίου
1.40
ἤιεν· ἣ δὲ πόρεν περικαλλέι Τηλεφαάσσῃ,
1.41
ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ' Εὐρωπείῃ
1.42
μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον.
1.43
ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα·
1.44
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ
1.45
εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ' οὐκ εἶχε γυναίην.
1.46
φοιταλέη δὲ πόδεσσιν ἐφ' ἁλμυρὰ βαῖνε κέλευθα
1.47
νηχομένῃ ἰκέλη, κυάνου δ' ἐτέτυκτο θάλασσα·
1.48
δοιοῦ δ' ἕστασαν ὑψοῦ ἐπ' ὀφρύσιν αἰγιαλοῖο
1.49
φῶτες ἀολλήδην θηεῦντο δὲ ποντοπόρον βοῦν.
1.50
ἐν δ' ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί
1.51
πόρτιος Ἰναχίης τήν θ' ἑπταπόρῳ παρὰ Νείλῳ
1.52
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
1.53
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ' ἄρα πόρτις
1.54
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
1.55
ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
1.56
Ἑρμείης ἤσκητο, πέλας δέ οἱ ἐκτετάνυστο
1.57
Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
1.58
τοῖο δὲ φοινήεντος ἀφ' αἵματος ἐξανέτελλεν
1.59
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέι χροιῇ,
1.60
τὰς ὅ γ' ἀναπλώσας ὡσεί τέ τις ὠκύαλος νηῦς
1.61
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς.
1.62
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
1.63
- Αἳ δ' ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
1.64
ἄλλη ἐπ' ἀλλοίοισι τότ' ἄνθεσι θυμὸν ἔτερπον.
1.65
τῶν ἣ μὲν νάρκισσον ἐύπνοον, ἣ δ' ὑάκινθον,
1.66
ἣ δ' ἴον, ἣ δ' ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ' ἔραζε
1.67
λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
1.68
αἳ δ' αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
1.69
δρέπτον ἐριδμαίνουσαι· ἀτὰρ μέσσῃσιν ἄνασσα
1.70
ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα
1.71
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
1.72
- Οὐ μὲν δηρὸν ἔμελλεν ἐπ' ἄνθεσι θυμὸν ἰαίνειν,
1.73
οὐδ' ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
1.74
ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ' ὣς ἐόλητο
1.75
θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
1.76
Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
1.77
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
1.78
παρθενικῆς τ' ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
1.79
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
1.80
οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
1.81
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
1.82
οὐδ' οἷος ποίμνῃς ἔπι βόσκεται, οὐδὲ μὲν οἷος
1.83
ὅστις† ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
1.84
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
1.85
κύκλος δ' ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
1.86
ὄσσε δ' ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
1.87
ἶσά τ' ἐπ' ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
1.88
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
1.89
ἤλυθε δ' ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθείς
1.90
παρθενικάς, πάσῃσι δ' ἔρως γένετ' ἐγγὺς ἱκέσθαι
1.91
ψαῦσαί θ' ἱμερτοῖο βοὸς τοῦ τ' ἄμβροτος ὀδμή
1.92
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀυτμήν.
1.93
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης
1.94
καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
1.95
ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρόν
1.96
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον.
1.97
αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
1.98
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν·
1.99
ὤκλασε δὲ πρὸ ποδοῖιν ἐδέρκετο δ' Εὐρώπειαν
1.100
αὐχέν' ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
1.101
ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
1.102
' δεῦθ', ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ' ἐπὶ τῷδε
1.103
ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
1.104
νῶτον ὑποστορέσας ἀναδέξεται οἷά τ' ἐνηής
1.105
πρηΰς τ' εἰσιδέειν καὶ μείλιχος· οὐδέ τι ταύροις
1.106
ἄλλοισι προσέοικε, νόος δέ οἱ ἠύτε φωτός
1.107
αἴσιμος ἀμφιθέει, μούνης δ' ἐπιδεύεται αὐδῆς'.
1.108
- Ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
1.109
αἱ δ' ἄλλαι μέλλεσκον, ἄφαρ δ' ἀνεπήλατο ταῦρος,
1.110
ἣν θέλεν ἁρπάξας, ὠκὺς δ' ἐπὶ πόντον ἵκανεν.
1.111
ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
1.112
χεῖρας ὀρεγνυμένη, ταὶ δ' οὐκ ἐδύναντο κιχάνειν.
1.113
ἀκτάων δ' ἐπιβὰς πρόσσω θέεν ἠύτε δελφίς,
1.114
χηλαῖς ἀβρεκτοῖσιν ἐπ' εὐρέα κύματα βαίνων.
1.115
ἡ δὲ τότ' ἐρχομένοιο γαληνιάασκε θάλασσα,
1.116
κήτεα δ' ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
1.117
γηθόσυνος δ' ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς.
1.118
Νηρεΐδες δ' ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ' ἄρα πᾶσαι
1.119
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
1.120
καὶ δ' αὐτὸς βαρύδουπος ὑπεὶρ ἅλα Ἐννοσίγαιος
1.121
κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου
1.122
αὐτοκασιγνήτῳ· τοὶ δ' ἀμφί μιν ἠγερέθοντο
1.123
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
1.124
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
1.125
ἣ δ' ἄρ' ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
1.126
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ' ἄλλῃ
1.127
εἴρυε πορφυρέην κόλπου πτύχα ὄφρά κε μή μιν
1.128
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
1.129
κολπώθη δ' ὤμοισι πέπλος βαθὺς Εὐρωπείης
1.130
ἱστίον οἷά τε νηὸς ἐλαφρίζεσκε δὲ κούρην.
1.131
ἣ δ' ὅτε δὴ γαίης ἄπο πατρίδος ἦεν ἄνευθεν,
1.132
φαίνετο δ' οὔτ' ἀκτή τις ἁλίρροθος οὔτ' ὄρος αἰπύ,
1.133
ἀλλ' ἀὴρ μὲν ὕπερθεν ἔνερθε δὲ πόντος ἀπείρων,
1.134
ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
1.135
' πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
1.136
ἀργαλέ' εἰλιπόδεσσι διέρχεαι οὐδὲ θάλασσαν
1.137
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
1.138
ὠκυάλοις, ταῦροι δ' ἁλίην τρομέουσιν ἀταρπόν.
1.139
ποῖον σοὶ ποτὸν ἡδύ, τίς ἐξ ἁλὸς ἔσσετ' ἐδωδή;
1.140
ἦ ἄρα τις θεὸς ἐσσί; θεοῖς γ' ἐπεοικότα ῥέζεις.
1.141
οὔθ' ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
1.142
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
1.143
ἄτρομος ἀίσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
1.144
ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ' ἀερθείς
1.145
εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
1.146
ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
1.147
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοῒ τῷδε
1.148
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
1.149
ἀλλὰ σύ μοι, μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε,
1.150
ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
1.151
τόνδε κατιθύνοντα πλόον προκέλευθον ἐμεῖο·
1.152
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα'.
1.153
- Ὣς φάτο· τὴν δ' ὧδε προσεφώνεεν ἠύκερως βοῦς·
1.154
' θάρσει παρθενική· μὴ δείδιθι πόντιον οἶδμα.
1.155
αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
1.156
ταῦρος, ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
1.157
σὸς δὲ πόθος μ' ἀνέηκε τόσην ἅλα μετρήσασθαι
1.158
ταύρῳ ἐειδόμενον. Κρήτη δέ σε δέξεται ἤδη
1.159
ἥ μ' ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήια σεῖο
1.160
ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας
1.161
οἳ σκηπτοῦχοι ἅπαντες ἐπιχθονίοισιν ἔσονται'.
1.162
- Ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. φαίνετο μὲν δή
1.163
Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν
1.164
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
1.165
ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ' αὐτίκα νύμφη,
1.166
καὶ Κρονίδῃ τέκε τέκνα καὶ αὐτίκα γίνετο μήτηρ.