Hiero
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/musaeus" aria-label="More works by Musaeus">
—
⋯
Original / primary: Textus receptus
1.1
- Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτων
1.2
καὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων
1.3
καὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,
1.4
καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς
1.5
νηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,
1.6
λύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,
1.7
Ἡροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,
1.8
λύχνον, Ἔρωτος ἄγαλμα· τὸν ὤφελεν αἰθέριος Ζεὺς
1.9
ἐννύχιον μετ' ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων
1.10
καί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,
1.11
ὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,
1.12
ἀγγελίην δ' ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,
1.13
πρὶν χαλεπαῖς πνοιῃσιν ἀήμεναι ἐχθρὸν ἀήτην.
1.14
ἀλλ' ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν
1.15
λύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.
1.16
- Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.
1.17
γείτονές εἰσι πόληες. Ἔρως δ' ἑὰ τόξα τιταίνων
1.18
ἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόν
1.19
ἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ' αὐτῶν
1.20
ἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.
1.21
ἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον Ἀβύδου,
1.22
ἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,
1.23
εἴκελοι ἀλλήλοισι. σὺ δ', εἴ ποτε κεῖθι περήσεις,
1.24
δίζεό μοί τινα πύργον, ὅπῃ ποτὲ Σηστιὰς Ἡρὼ
1.25
ἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρῳ·
1.26
δίζεο δ' ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδου
1.27
εἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.
1.28
- Ἀλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίων
1.29
Ἡροῦς εἰς πόθον ἦλθε, πόθῳ δ' ἐνέδησε καὶ αὐτήν;
1.30
Ἡρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσα
1.31
Κύπριδος ἦν ἱέρεια· γάμων δ' ἀδίδακτος ἐοῦσα
1.32
πύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσῃ,
1.33
ἄλλη Κύπρις ἄνασσα. σαοφροσύνῃ δὲ καὶ αἰδοῖ
1.34
οὐδέποτ' ἀγρομένῃσι συνωμίλησε γυναιξὶν
1.35
οὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβης
1.36
μῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,
1.37
‑ καὶ γὰρ ἐπ' ἀγλαϊῃ ζηλήμονές εἰσι γυναῖκες‑
1.38
ἀλλ' αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτην
1.39
πολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς
1.40
μητρὶ σὺν οὐρανίῃ φλογερὴν τρομέουσα φαρέτρην.
1.41
ἀλλ' οὐδ' ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.
1.42
- Δὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,
1.43
τὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείῃ.
1.44
πασσυδίῃ δ' ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι,
1.45
ὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,
1.46
οἱ μὲν ἀφ' Αἱμονίης, οἱ δ' εἰναλίης ἀπὸ Κύπρου·
1.47
οὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,
1.48
οὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,
1.49
οὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς,
1.50
οὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,
1.51
οὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοι
1.52
αἰὲν ὁμαρτήσαντες, ὅπῃ φάτις ἐστὶν ἑορτῆς,
1.53
οὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,
1.54
ὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων.
1.55
- Ἡ δὲ θεῆς ἀνὰ νηὸν ἐπῳχετο παρθένος Ἡρὼ
1.56
μαρμαρυγὴν χαρίεσσαν ἀπαστράπτουσα προσώπου
1.57
οἷά τε λευκοπάρῃος ἐπαντέλλουσα Σελήνη.
1.58
ἄκρα δὲ χιονέης φοινίσσετο κύκλα παρειῆς
1.59
ὡς ῥόδον ἐκ καλύκων διδυμόχροον. ἦ τάχα φαίης
1.60
Ἡροῦς ἐν μελέεσσι ῥόδων λειμῶνα φανῆναι·
1.61
χροιὴ γὰρ μελέων ἐρυθαίνετο, νισσομένης δὲ
1.62
καὶ ῥόδα λευκοχίτωνος ὑπὸ σφυρὰ λάμπετο κούρης.
1.63
πολλαὶ δ' ἐκ μελέων χάριτες ῥέον. οἱ δὲ παλαιοὶ
1.64
τρεῖς Χάριτας ψεύσαντο πεφυκέναι· εἷς δέ τις Ἡροῦς
1.65
ὀφθαλμὸς γελόων ἑκατὸν Χαρίτεσσι τεθήλει.
1.66
ἀτρεκέως ἱέρειαν ἐπάξιον εὕρατο Κύπρις.
1.67
- Ὣς ἡ μὲν περὶ πολλὸν ἀριστεύουσα γυναικῶν,
1.68
Κύπριδος ἀρήτειρα, νέη διεφαίνετο Κύπρις.
1.69
δύσατο δ' ἠιθέων ἁπαλὰς φρένας οὐδέ τις αὐτῶν
1.70
ἦεν, ὃς οὐ μενέαινεν ἔχειν ὁμοδέμνιον Ἡρώ.
1.71
ἡ δ' ἄρα, καλλιθέμεθλον ὅπῃ κατὰ νηὸν ἀλᾶτο,
1.72
ἑσπόμενον νόον εἶχε καὶ ὄμματα καὶ φρένας ἀνδρῶν.
1.73
καί τις ἐν ἠιθέοισιν ἐθαύμασε καὶ φάτο μῦθον·
1.74
' καὶ Σπάρτης ἐπέβην, Λακεδαίμονος ἔδρακον ἄστρον,
1.75
ἧχι μόθον καὶ ἄεθλον ἀκούομεν ἀγλαϊάων·
1.76
τοίην δ' οὔ ποτ' ὄπωπα νέην ἰδανήν θ' ἁπαλήν τε.
1.77
ἦ τάχα Κύπρις ἔχει Χαρίτων μίαν ὁπλοτεράων.
1.78
παπταίνων ἐμόγησα, κόρον δ' οὐχ εὗρον ὀπωπῆς.
1.79
αὐτίκα τεθναίην λεχέων ἐπιβήμενος Ἡροῦς.
1.80
οὐκ ἂν ἐγὼ κατ' Ὄλυμπον ἐφιμείρω θεὸς εἶναι
1.81
ἡμετέρην παράκοιτιν ἔχων ἐνὶ δώμασιν Ἡρώ.
1.82
εἰ δέ μοι οὐκ ἐπέοικε τεὴν ἱέρειαν ἀφάσσειν,
1.83
τοίην μοι, Κυθέρεια, νέην παράκοιτιν ὀπάσσαις.'
1.84
τοῖα μὲν ἠιθέων τις ἐφώνεεν. ἄλλοτε δ' ἄλλος
1.85
ἕλκος ὑποκλέπτων ἐπεμήνατο κάλλεϊ κούρης.
1.86
- Αἰνοπαθὲς Λείανδρε, σὺ δ', ὡς ἴδες εὐκλέα κούρην,
1.87
οὐκ ἔθελες κρυφίοισι κατατρύχειν φρένα κέντροις,
1.88
ἀλλὰ πυριβλήτοισι δαμεὶς ἀδόκητον ὀιστοῖς
1.89
οὐκ ἔθελες ζώειν περικαλλέος ἄμμορος Ἡροῦς.
1.90
σὺν βλεφάρων δ' ἀκτῖσιν ἀέξετο πυρσὸς Ἐρώτων
1.91
καὶ κραδίη πάφλαζεν ἀνικήτου πυρὸς ὁρμῃ.
1.92
κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸς
1.93
ὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ.
1.94
ὀφθαλμὸς δ' ὁδός ἐστιν· ἀπ' ὀφθαλμοῖο βολάων
1.95
κάλλος ὀλισθαίνει καὶ ἐπὶ φρένας ἀνδρὸς ὁδεύει.
1.96
εἷλε δέ μιν τότε θάμβος, ἀναιδείη, τρόμος, αἰδώς.
1.97
ἔτρεμε μὲν κραδίην, αἰδὼς δέ μιν εἶχεν ἁλῶναι
1.98
θάμβεε δ' εἶδος ἄριστον, ἔρως δ' ἀπενόσφισεν αἰδῶ.
1.99
θαρσαλέως δ' ὑπ' ἔρωτος ἀναιδείην ἀγαπάζων
1.100
ἠρέμα ποσσὶν ἔβαινε καὶ ἀντίος ἵστατο κούρης.
1.101
λοξὰ δ' ὀπιπεύων δολερὰς ἐλέλιζεν ὀπωπὰς
1.102
νεύμασιν ἀφθόγγοισι παραπλάζων φρένα κούρης.
1.103
αὐτὴ δ', ὡς συνέηκε πόθον δολόεντα Λεάνδρου,
1.104
χαῖρεν ἐπ' ἀγλαϊῃσιν· ἐν ἡσυχίῃ δὲ καὶ αὐτὴ
1.105
πολλάκις ἱμερόεσσαν ἑὴν ἐπέκυψεν ὀπωπὴν
1.106
νεύμασι λαθριδίοισιν ἐπαγγέλλουσα Λεάνδρῳ
1.107
καὶ πάλιν ἀντέκλινεν. ὁ δ' ἔνδοθι θυμὸν ἰάνθη,
1.108
ὅττι πόθον συνέηκε καὶ οὐκ ἀπεσείσατο κούρη.
1.109
- Ὄφρα μὲν οὖν Λείανδρος ἐδίζετο λάθριον ὥρην,
1.110
φέγγος ἀναστείλασα κατήιεν εἰς δύσιν Ἠώς,
1.111
ἐκ περάτης δ' ἀνέτελλε βαθύσκιος Ἕσπερος ἀστήρ.
1.112
αὐτὰρ ὁ θαρσαλέως μετεκίαθεν ἐγγύθι κούρης,
1.113
ὡς ἴδε κυανόπεπλον ἐπιθρῳσκουσαν ὀμίχλην.
1.114
ἠρέμα δὲ θλίβων ῥοδοειδέα δάκτυλα κούρης
1.115
βυσσόθεν ἐστενάχιζεν ἀθέσφατον. ἡ δὲ σιωπῃ
1.116
οἷά τε χωομένη ῥοδέην ἐξέσπασε χεῖρα.
1.117
ὡς δ' ἐρατῆς ἐνόησε χαλίφρονα νεύματα κούρης,
1.118
θαρσαλέῃ παλάμῃ πολυδαίδαλον εἷλκε χιτῶνα
1.119
ἔσχατα τιμήεντος ἄγων ἐπὶ κεύθεα νηοῦ.
1.120
ὀκναλέοις δὲ πόδεσσιν ἐφέσπετο παρθένος Ἡρώ,
1.121
οἷά περ οὐκ ἐθέλουσα, τόσην δ' ἀνενείκατο φωνὴν
1.122
θηλυτέροις ἐπέεσσιν ἀπειλείουσα Λεάνδρῳ·
1.123
-' Ξεῖνε, τί μαργαίνεις; τί με, δύσμορε, παρθένον ἕλκεις;
1.124
ἄλλην δεῦρο κέλευθον, ἐμὸν δ' ἀπόλειπε χιτῶνα.
1.125
μῆνιν ἐμῶν ἀλέεινε πολυκτεάνων γενετήρων.
1.126
Κύπριδος οὐκ ἐπέοικε θεῆς ἱέρειαν ἀφάσσειν,
1.127
παρθενικῆς ἐπὶ λέκτρον ἀμήχανόν ἐστιν ἱκέσθαι.'
1.128
τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῃσιν.
1.129
- Θηλείης δὲ Λέανδρος ὅτ' ἔκλυεν οἶστρον ἀπειλῆς,
1.130
ἔγνω πειθομένων σημήια παρθενικάων·
1.131
καὶ γὰρ ὅτ' ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,
1.132
Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.
1.133
παρθενικῆς δ' εὔοδμον ἐύχροον αὐχένα κύσσας
1.134
τοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρῳ·
1.135
-' Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ' Ἀθήνην,
1.136
οὐ γὰρ ἐπιχθονίῃσιν ἴσην καλέω σε γυναιξίν,
1.137
ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,
1.138
ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,
1.139
γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων
1.140
ἡμετέρων ἐπάκουε, πόθου δ' οἴκτειρον ἀνάγκην.
1.141
Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα·
1.142
δεῦρ' ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.
1.143
παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,
1.144
παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ' ἐθελήσῃς
1.145
θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,
1.146
ἔστι γάμος καὶ λέκτρα. σὺ δ', εἰ φιλέεις Ἀφροδίτην,
1.147
θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.
1.148
σὸν δ' ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,
1.149
τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,
1.150
ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς
1.151
θητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.
1.152
σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.
1.153
παρθένος οὔ σε λέληθεν ἀπ' Ἀρκαδίης Ἀταλάντη,
1.154
ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν
1.155
παρθενίης ἀλέγουσα· χολωομένης δ' Ἀφροδίτης,
1.156
τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.
1.157
πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.'
1.158
ὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρης
1.159
θυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις.
1.160
- Παρθενικὴ δ' ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴν
1.161
αἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴν
1.162
καὶ χθονὸς ἔξεεν ἄκρον ὑπ' ἴχνεσιν, αἰδομένη δὲ
1.163
πολλάκις ἀμφ' ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.
1.164
πειθοῦς γὰρ τάδε πάντα προάγγελα· παρθενικῆς δὲ
1.165
πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.
1.166
ἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.
1.167
θέρμετο δὲ κραδίην γλυκερῳ πυρὶ παρθένος Ἡρώ,
1.168
κάλλεϊ δ' ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.
1.169
ὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν,
1.170
τόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποις
1.171
οὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.
1.172
ὀψὲ δὲ Λειάνδρῳ γλυκερὴν ἀνενείκατο φωνὴν
1.173
αἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου·
1.174
-' Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ' ἂν καὶ πέτρον ὀρίναις.
1.175
τίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;
1.176
ὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν·
1.177
ταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,
1.178
ξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;
1.179
ἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι·
1.180
οὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ' ἐθελήσῃς
1.181
ὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,
1.182
οὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.
1.183
γλῶσσα γὰρ ἀνθρώπων φιλοκέρτομος· ἐν δὲ σιωπῃ
1.184
ἔργον ὅ περ τελέει τις, ἐνὶ τριόδοισιν ἀκούει.
1.185
εἰπὲ δέ, μὴ κρύψῃς, τέον οὔνομα καὶ σέο πάτρην.
1.186
οὐ γὰρ ἐμόν σε λέληθεν, ἔχω δ' ὄνομα κλυτὸν Ἡρώ.
1.187
πύργος δ' ἀμφιβόητος ἐμὸς δόμος οὐρανομήκης,
1.188
ῳ ἔνι ναιετάουσα σὺν ἀμφιπόλῳ τινὶ μούνη
1.189
Σηστιάδος πρὸ πόληος ὑπὲρ βαθυκύμονας ὄχθας
1.190
γείτονα πόντον ἔχω στυγεραῖς βουλῃσι τοκήων.
1.191
οὐδέ μοι ἐγγὺς ἔασιν ὁμήλικες οὐδὲ χορεῖαι
1.192
ἠιθέων παρέασιν. ἀεὶ δ' ἀνὰ νύκτα καὶ ἠῶ
1.193
ἐξ ἁλὸς ἠνεμόφωνος ἐπιβρέμει οὔασιν ἠχή.'
1.194
- Ὣς φαμένη ῥοδέην ὑπὸ φάρεϊ κρύπτε παρειὴν
1.195
ἔμπαλιν αἰδομένη, σφετέροις δ' ἐπεμέμφετο μύθοις.
1.196
- Λείανδρος δὲ πόθου βεβολημένος ὀξέι κέντρῳ
1.197
φράζετο, πῶς κεν ἔρωτος ἀεθλεύσειεν ἀγῶνα.
1.198
ἄνδρα γὰρ αἰολόμητις Ἔρως βελέεσσι δαμάζει
1.199
καὶ πάλιν ἀνέρος ἕλκος ἀκέσσεται. οἷσι δ' ἀνάσσει,
1.200
αὐτὸς ὁ πανδαμάτωρ βουληφόρος ἐστὶ βροτοῖσιν.
1.201
αὐτὸς καὶ ποθέοντι τότε χραίσμησε Λεάνδρῳ.
1.202
ὀψὲ δ' ἀλαστήσας πολυμήχανον ἔννεπε μῦθον·
1.203
-' Παρθένε, σὸν δι' ἔρωτα καὶ ἄγριον οἶδμα περήσω,
1.204
εἰ πυρὶ παφλάζοιτο καὶ ἄπλοον ἔσσεται ὕδωρ.
1.205
οὐ τρομέω βαρὺ χεῖμα τεὴν μετανεύμενος εὐνήν,
1.206
οὐ βρόμον ἠχήεντα περιπτώσσοιμι θαλάσσης.
1.207
ἀλλ' αἰεὶ κατὰ νύκτα φορεύμενος ὑγρὸς ἀκοίτης
1.208
νήξομαι Ἑλλήσποντον ἀγάρροον. οὐχ ἕκαθεν γὰρ
1.209
ἀντία σεῖο πόληος ἔχω πτολίεθρον Ἀβύδου.
1.210
μοῦνον ἐμοὶ ἕνα λύχνον ἀπ' ἠλιβάτου σέο πύργου
1.211
ἐκ περάτης ἀνάφαινε κατὰ κνέφας, ὄφρα νοήσας
1.212
ἔσσομαι ὁλκὰς Ἔρωτος ἔχων σέθεν ἀστέρα λύχνον.
1.213
καί μιν ὀπιπεύων, οὐκ ὀψὲ δύοντα Βοώτην,
1.214
οὐ θρασὺν Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης,
1.215
Κύπριδος ἀντιπόροιο ποτὶ γλυκὺν ὅρμον ἱκοίμην.
1.216
ἀλλά, φίλη, πεφύλαξο βαρυπνείοντας ἀήτας,
1.217
μή μιν ἀποσβέσσωσι‑ καὶ αὐτίκα θυμὸν ὀλέσσω‑
1.218
λύχνον ἐμοῦ βιότοιο φαεσφόρον ἡγεμονῆα.
1.219
εἰ ἐτεὸν δ' ἐθέλεις ἐμὸν οὔνομα καὶ σὺ δαῆναι,
1.220
οὔνομά μοι Λείανδρος, ἐυστεφάνου πόσις Ἡροῦς.'
1.221
- Ὣς οἱ μὲν κρυφίοισι γάμοις συνέθεντο μιγῆναι
1.222
καὶ νυχίην φιλότητα καὶ ἀγγελίην ὑμεναίων
1.223
λύχνου μαρτυρίῃσιν ἐπιστώσαντο φυλάσσειν,
1.224
ἡ μὲν φῶς τανύειν, ὁ δὲ κύματα μακρὰ περῆσαι.
1.225
παννυχίδας δ' ὁρίσαντες ἀκοιμήτων ὑμεναίων
1.226
ἀλλήλων ἀέκοντες ἐνοσφίσθησαν ἀνάγκῃ.
1.227
ἡ μὲν ἔβη ποτὶ πύργον, ὁ δ', ὀρφναίην ἀνὰ νύκτα
1.228
μή τι παραπλάζοιτο, λαβὼν σημήια πύργου
1.229
πλῶε βαθυκρήπιδος ἐπ' εὐρέα δῆμον Ἀβύδου.
1.230
παννυχίων δ' ὀράων κρυφίους ποθέοντες ἀέθλους
1.231
πολλάκις ἠρήσαντο μολεῖν θαλαμηπόλον ὄρφνην.
1.232
- Ἤδη κυανόπεπλος ἀνέδραμε νυκτὸς ὀμίχλη
1.233
ἀνδράσιν ὕπνον ἄγουσα καὶ οὐ ποθέοντι Λεάνδρῳ.
1.234
ἀλλὰ πολυφλοίσβοιο παρ' ἠιόνεσσι θαλάσσης
1.235
ἀγγελίην ἀνέμιμνε φαεινομένων ὑμεναίων
1.236
μαρτυρίην λύχνοιο πολυκλαύτοιο δοκεύων,
1.237
εὐνῆς δὲ κρυφίης τηλεσκόπον ἀγγελιώτην.
1.238
ὡς δ' ἴδε κυανέης λιποφεγγέα νυκτὸς ὀμίχλην
1.239
Ἡρώ, λύχνον ἔφαινεν. ἀναπτομένοιο δὲ λύχνου
1.240
θυμὸν Ἔρως ἔφλεξεν ἐπειγομένοιο Λεάνδρου.
1.241
λύχνῳ καιομένῳ συνεκαίετο. πὰρ δὲ θαλάσσῃ
1.242
μαινομένων ῥοθίων πολυηχέα βόμβον ἀκούων
1.243
ἔτρεμε μὲν τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἀείρας
1.244
τοίοις οἱ προσέλεκτο παρηγορέων φρένα μύθοις·
1.245
-' Δεινὸς Ἔρως καὶ πόντος ἀμείλιχος· ἀλλὰ θαλάσσης
1.246
ἔστιν ὕδωρ, τὸ δ' Ἔρωτος ἐμὲ φλέγει ἐνδόμυχον πῦρ.
1.247
ἅζεο πῦρ, κραδίη, μὴ δείδιθι νήχυτον ὕδωρ.
1.248
δεῦρό μοι εἰς φιλότητα. τί δὴ ῥοθίων ἀλεγίζεις;
1.249
ἀγνώσσεις, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης;
1.250
καὶ κρατέει πόντοιο καὶ ἡμετέρων ὀδυνάων.'
1.251
- Ὣς εἰπὼν μελέων ἐρατῶν ἀπεδύσατο πέπλα
1.252
ἀμφοτέραις παλάμῃσιν, ἑῳ δ' ἔσφιγξε καρήνῳ,
1.253
ἠιόνος δ' ἐξῶρτο, δέμας δ' ἔρριψε θαλάσσῃ.
1.254
λαμπομένου δ' ἔσπευδεν ἀεὶ κατεναντία λύχνου
1.255
αὐτὸς ἐὼν ἐρέτης, αὐτόστολος, αὐτόματος νηῦς.
1.256
- Ἡρὼ δ' ἠλιβάτοιο φαεσφόρος ὑψόθι πύργου,
1.257
λεπταλέαις αὔρῃσιν ὅθεν πνεύσειεν ἀήτης,
1.258
φάρεϊ πολλάκι λύχνον ἐπέσκεπεν, εἰσόκε Σηστοῦ
1.259
πολλὰ καμὼν Λείανδρος ἔβη ποτὶ ναύλοχον ἀκτήν.
1.260
καί μιν ἑὸν ποτὶ πύργον ἀνήγαγεν. ἐκ δὲ θυράων
1.261
νυμφίον ἀσθμαίνοντα περιπτύξασα σιωπῃ
1.262
ἀφροκόμους ῥαθάμιγγας ἔτι στάζοντα θαλάσσης
1.263
ἤγαγε νυμφοκόμοιο μυχοὺς ἔπι παρθενεῶνος
1.264
καὶ χρόα πάντα κάθηρε. δέμας δ' ἔχρισεν ἐλαίῳ
1.265
εὐόδμῳ ῥοδέῳ καὶ ἁλίπνοον ἔσβεσεν ὀδμήν.
1.266
εἰσέτι δ' ἀσθμαίνοντα βαθυστρώτοις ἐνὶ λέκτροις
1.267
νυμφίον ἀμφιχυθεῖσα φιλήτορας ἴαχε μύθους·
1.268
-' Νυμφίε, πολλὰ μόγησας, ἃ μὴ πάθε νυμφίος ἄλλος,
1.269
νυμφίε, πολλὰ μόγησας· ἅλις νύ τοι ἁλμυρὸν ὕδωρ
1.270
ὀδμή τ' ἰχθυόεσσα βαρυγδούποιο θαλάσσης.
1.271
δεῦρο τεοὺς ἱδρῶτας ἐμοῖς ἐνικάτθεο κόλποις.'
1.272
- Ὣς ἡ μὲν παρέπεισεν. ὁ δ' αὐτίκα λύσατο μίτρην
1.273
καὶ θεσμῶν ἐπέβησαν ἀριστονόου Κυθερείης.
1.274
ἦν γάμος, ἀλλ' ἀχόρευτος· ἔην λέχος, ἀλλ' ἄτερ ὕμνων.
1.275
οὐ ζυγίην Ἥρην τις ἐπευφήμησεν ἀείδων,
1.276
οὐ δαϊδων ἤστραπτε σέλας θαλαμηπόλον εὐνὴν
1.277
οὐδὲ πολυσκάρθμῳ τις ἐπεσκίρτησε χορείῃ,
1.278
οὐχ ὑμέναιον ἄειδε πατὴρ καὶ πότνια μήτηρ.
1.279
ἀλλὰ λέχος στορέσασα τελεσσιγάμοισιν ἐν ὥραις
1.280
σιγὴ παστὸν ἔπηξεν, ἐνυμφοκόμησε δ' ὀμίχλη
1.281
καὶ γάμος ἦν ἀπάνευθεν ἀειδομένων ὑμεναίων.
1.282
νὺξ μὲν ἔην κείνοισι γαμοστόλος οὐδέ ποτ' ἠὼς
1.283
νυμφίον εἶδε Λέανδρον ἀριγνώτοις ἐνὶ λέκτροις.
1.284
νήχετο δ' ἀντιπόροιο πάλιν ποτὶ δῆμον Ἀβύδου
1.285
ἐννυχίων ἀκόρητος ἔτι πνείων ὑμεναίων.
1.286
Ἡρὼ δ' ἑλκεσίπεπλος ἑοὺς λήθουσα τοκῆας
1.287
παρθένος ἠματίη, νυχίη γυνή. ἀμφότεροι δὲ
1.288
πολλάκις ἠρήσαντο κατελθέμεν εἰς δύσιν ἠῶ.
1.289
ὣς οἱ μὲν φιλότητος ὑποκλέπτοντες ἀνάγκην
1.290
κρυπταδίῃ τέρποντο μετ' ἀλλήλων Κυθερείῃ.
1.291
- Ἀλλ' ὀλίγον ζώεσκον ἐπὶ χρόνον οὐδ' ἐπὶ δηρὸν
1.292
ἀγρύπνων ἀπόναντο πολυπλάγκτων ὑμεναίων.
1.293
ἀλλ' ὅτε παχνήεντος ἐπήλυθε χείματος ὥρη
1.294
φρικαλέας δονέουσα πολυστροφάλιγγας ἀέλλας,
1.295
βένθεα δ' ἀστήρικτα καὶ ὑγρὰ θέμεθλα θαλάσσης
1.296
χειμέριοι πνείοντες ἀεὶ στυφέλιζον ἀῆται
1.297
λαίλαπι μαστίζοντες ὅλην ἅλα· τυπτομένην δὲ
1.298
ἤδη νῆα μέλαιναν ἐφείλκυσε διψάδι χέρσῳ
1.299
χειμερίην καὶ ἄπιστον ἀλυσκάζων ἅλα ναύτης.
1.300
ἀλλ' οὐ χειμερίης σε φόβος κατέρυκε θαλάσσης,
1.301
κατερόθυμε Λέανδρε. διακτορίη δέ σε πύργου
1.302
ἠθάδα σημαίνουσα φαεσφορίην ὑμεναίων
1.303
μαινομένης ὤτρυνεν ἀφειδήσαντα θαλάσσης
1.304
νηλειὴς καὶ ἄπιστος. ὄφελλε δὲ δύσμορος Ἡρὼ
1.305
χείματος ἱσταμένοιο μένειν ἀπάνευθε Λεάνδρου
1.306
μηκέτ' ἀναπτομένη μινυώριον ἀστέρα λέκτρων.
1.307
ἀλλὰ πόθος καὶ μοῖρα βιήσατο. θελγομένη δὲ
1.308
Μοιράων ἀνέφαινε καὶ οὐκέτι δαλὸν Ἐρώτων.
1.309
- Νὺξ ἦν, εὖτε μάλιστα βαρυπνείοντες ἀῆται
1.310
χειμερίαις πνοιῃσιν ἀκοντίζοντες ἰωὰς
1.311
ἀθρόον ἐμπίπτουσιν ἐπὶ ῥηγμῖνι θαλάσσης.
1.312
καὶ τότε δὴ Λείανδρος ἐθήμονος ἐλπίδι νύμφης
1.313
δυσκελάδων πεφόρητο θαλασσαίων ἐπὶ νώτων.
1.314
ἤδη κύματι κῦμα κυλίνδετο, σύγχυτο δ' ὕδωρ,
1.315
αἰθέρι μίσγετο πόντος, ἀνέγρετο πάντοθεν ἠχὴ
1.316
μαρναμένων ἀνέμων. Ζεφύρῳ δ' ἀντέπνεεν εὖρος
1.317
καὶ νότος εἰς βορέην μεγάλας ἐφέηκεν ἀπειλάς·
1.318
καὶ κτύπος ἦν ἀλίαστος ἐρισμαράγοιο θαλάσσης.
1.319
αἰνοπαθὴς δὲ Λέανδρος ἀκηλήτοις ἐνὶ δίναις
1.320
πολλάκι μὲν λιτάνευε θαλασσαίην Ἀφροδίτην,
1.321
πολλάκι δ' αὐτὸν ἄνακτα Ποσειδάωνα θαλάσσης,
1.322
Ἀτθίδος οὐ βορέην ἀμνήμονα κάλλιπε νύμφης.
1.323
ἀλλά οἱ οὔ τις ἄρηγεν, Ἔρως δ' οὐκ ἤρκεσε Μοίρας.
1.324
πάντοθι δ' ἀγρομένοιο δυσάντεϊ κύματος ὁλκῳ
1.325
τυπτόμενος πεφόρητο. ποδῶν δὲ οἱ ὤκλασεν ὁρμὴ
1.326
καὶ σθένος ἦν ἀνόνητον ἀκοιμήτων παλαμάων.
1.327
πολλὴ δ' αὐτόματος χύσις ὕδατος ἔρρεε λαιμῳ
1.328
καὶ ποτὸν ἀχρήιστον ἀμαιμακέτου πίεν ἅλμης.
1.329
καὶ δὴ λύχνον ἄπιστον ἀπέσβεσε πικρὸς ἀήτης
1.330
καὶ ψυχὴν καὶ ἔρωτα πολυτλήτοιο Λεάνδρου.
1.331
- Ἡ δ' ἔτι δηθύνοντος ἐπαγρύπνοισιν ὀπωπαῖς
1.332
ἵστατο κυμαίνουσα πολυκλαύτοισι μερίμναις.
1.333
ἤλυθε δ' ἠριγένεια καὶ οὐκ ἴδε νυμφίον Ἡρώ.
1.334
πάντοθι δ' ὄμμα τίταινεν ἐς εὐρέα νῶτα θαλάσσης,
1.335
εἴ που ἐσαθρήσειεν ἀλωόμενον παρακοίτην
1.336
λύχνου σβεννυμένοιο. παρὰ κρηπῖδα δὲ πύργου
1.337
δρυπτόμενον σπιλάδεσσιν ὅτ' ἔδρακε νεκρὸν ἀκοίτην,
1.338
δαιδαλέον ῥήξασα περὶ στήθεσσι χιτῶνα
1.339
ῥοιζηδὸν προκάρηνος ἀπ' ἠλιβάτου πέσε πύργου.
1.340
κὰδ δ' Ἡρὼ τέθνηκε σὺν ὀλλυμένῳ παρακοίτῃ.
1.341
ἀλλήλων δ' ἀπόναντο καὶ ἐν πυμάτῳ περ ὀλέθρῳ.