Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-bryennius" aria-label="More works by Nicephorus Bryennius">
—
Original / primary: Pg Scrape Grc
2.29.1
Ὁ δὲ δοὺξ Ἰσαάκιος τοῦ ἐκ τοῦ πατριάρχου δέους ἀπαλλαγεὶς διώκει τὰ κοινὰ καὶ τὰς ἀναφυομένας ταῖς πόλεσι στάσεις ἐπειρᾶτο διαλύειν. Ἀλλ' οὐκ ἦν ἠρεμῆσαι τὸν τῶν χριστιανῶν ἀρχαῖον πολέμιον· ταύτῃ τοι καὶ ἐξ αἰτίας βραχείας τοὺς στασιαστὰς αὖθις κεκίνηκε· τῶν γὰρ ἄρτι προκόπτειν ἀρξαμένων τινὲς ἐκκαυθέντες ὑπὸ τοῦ φθόνου κατὰ τῶν ἐν τέλει καὶ τοῦ δουκὸς τὸ πλῆθος ἐξώπλισαν, καὶ τὸν μὲν εἴσω τῆς ἀκροπόλεως συγκλείσαντες τὰς εἰσόδους ἐφρούρουν, κατὰ δὲ τῶν ἐξορμήσαντές τινας μὲν ἀνεῖλον, οἱ δὲ λοιποὶ πρὸς τὴν ἀκρόπολιν τὰς οἰκίας τῶν ἀρχόντων πορθοῦντες καὶ τὰ χρήματα διαρπάζοντες. Ὁ δοὺξ τοίνυν εἰς προῦπτον καταστὰς κίνδυνον πρὸς τὰς κύκλῳ πόλεις ἐξέπεμψε τοὺς στρατιώτας μετακαλούμενος· ἐν ὀλίγῳ δὲ ἀποχρώσης συνελθούσης δυνάμεως κατεστρατήγει τοὺς στασιαστάς· εἰς πολλὰ γὰρ μέρη τὸ στράτευμα διελὼν ἐκέλευσε ἀπιέναι πρὸς τὰ στενωπὰ καὶ τοὺς ἀπαντῶντας ξυλλαμβάνειν, ὡς μὴ ὁμοῦ γενόμενοι βοηθοῖεν ἀλλήλοις· οὗ γενομένου, συνέβη τῶν Ἀντιοχέων στασιαστῶν φόνον γενέσθαι πολὺν καὶ οὕτω μόλις τὴν στάσιν κατευνασθῆναι· ἄρτι δὲ ταύτης κατευνασθείσης τοὺς Ἀντιοχεῖς ἔσπευδε θεραπεύειν. Εἶτα διελθουσῶν ἡμερῶν ὀλίγων, ἠγγέλθη Τούρκων οὐκ ἐλαχίστην μοῖραν κατὰ Συρίας χωρεῖν. Ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἐξῄει· συνείπετο δέ οἱ καὶ ὁ ἐπ' ἀδελφῇ τούτου γαμβρὸς Κωνσταντῖνος ὁ τοῦ βασιλέως Διογένους υἱός· ἐντυχὼν δὲ τοῖς Τούρκοις καὶ μάχην μετ' αὐτῶν συνάψας ἡττήθη καὶ γενναίως ἀγωνισάμενος καὶ τραύματα ἱκανὰ παρ' αὐτῶν λαβὼν αὐτὸς μὲν ἑάλω, ἀνῃρέθη δὲ καὶ ὁ Διογένης. Τὸν μὲν οὖν εὐθὺς οἱ Ἀντιοχεῖς ἀποστείλαντες χρυσίου χιλιάδων ὠνήσαντο εἴκοσι καὶ τὰ ἐκ τοῦ πολέμου τραύματα θεραπεύειν ἔσπευδον· αὐτὸς δὲ εἰσέτι γνησίως διέκειτο πρὸς αὐτοὺς καὶ τὰς ἀμοιβάς, ὡς οἷόν τε, ἔσπευδε τούτοις ἀποδιδόναι. Ἀλλὰ τὰ μὲν κατὰ τὴν Ἀντιόχειαν ἐν τούτοις ἦν, ὁ δὲ ἑξῆς λόγος δηλώσει καὶ περὶ τῶν κατὰ τὴν ἑσπέραν. 3. τ Βιβλίον γʹ 3. 1 Ὅσα μὲν οὖν ξυνέβη κατὰ τὴν ἕω μετὰ τὴν τοῦ Διογένους τοῦ βασιλέως καθαίρεσιν καὶ ὅσαι ταραχαὶ καὶ ἀποστασίαι καὶ στάσεις ἀνήφθησάν τε καὶ αὖθις ἐσβέσθησαν καὶ ὡς ἡ μεγίστη πασῶν τυραννίς, φημὶ δὴ ἡ τοῦ Οὐρσελίου, εἰς μέγα ἀρθεῖσα καὶ μεγίστων κακῶν αἰτία τῇ Ῥωμαίων γενομένη παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου καθῄρητο ἔτι κομιδῇ νέου ὄντος καὶ στρατοπεδάρχου τῆς ἕω ἀποδειχθέντος, ὁ πρὸ τοῦδε λόγος δηλοῖ. Νυνὶ δὲ ἀπὸ τῶν κατὰ τὴν ἑῴαν πραγμάτων ἀναγκαῖον μεταβῆναι πρὸς τὴν ἑσπέραν καί τινα τῶν ἐν αὐτῇ πραχθέντων ἀφηγήσασθαι, ἵν' εἱρμῷ τινι καὶ τάξει βαδίζων ὁ λόγος ἐπὶ τὰς πράξεις αὖθις ἔλθῃ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἐπειδὴ τῶν παίδων τοῦ θειοτάτου καίσαρος ὁ μὲν νεώτερος Κωνσταντῖνος ἀνὴρ ἀγαθὸς γενόμενος ἐξαίφνης ἀπεβίω, ὁ δὲ πρεσβύτερος Ἀνδρόνικος τὸ γενναῖον αὐτοῦ τῆς ψυχῆς παραστήσας κἀν τῷ κατὰ τοῦ Οὐρσελίου πολέμῳ καὶ ἑαυτὸν προέμενος ὑπὲρ τῆς τοῦ πατρὸς σωτηρίας δεινῶς τετραυμάτιστο ὡς μικροῦ δεῖν ἔξαιμος γεγονὼς ἐπανῆλθε πρὸς τὸ Βυζάντιον, ἐπανελθὼν δὲ καὶ ἐπιμελείας τυχὼν ὅτι πλείστης τῶν μὲν ἐκ τῶν τραυμάτων ἀλγηδόνων ἀπήλλακτο, καχεξίᾳ δὲ σπλάγχνων συσχεθεὶς καὶ ὑδέρῳ ληφθεὶς ἀπηγόρευτο πρὸς τῶν ἰατρῶν, ἀτονησάσης τῆς τέχνης ἐπικουρῆσαι τῷ κάμνοντι, ἐπεὶ γοῦν οὕτω ταῦτα συνέβη καὶ ὁ καῖσαρ τὸν εὐκλεῆ βίον εἰς τὸν μοναδικὸν μετήμειψεν, ὁ βασιλεὺς Μιχαὴλ φροντίσι μυρίαις ἐπάλαιε, τῶν τε Σκυθῶν Θρᾴκην τε καὶ Μακεδονίαν κατατρεχόντων, τοῦ τε Σθλαβίνων ἔθνους τῆς δουλείας Ῥωμαίων ἀφηνιάσαντος καὶ τὴν Βουλγάρων δῃοῦντός τε καὶ ληϊζομένου· Σκοῦποί τε καὶ Ναϊσὸς ἐπορθοῦντο καὶ αὐτὸ δὴ τὸ Σίρμιον καὶ τὰ περὶ τὸν Σαβίαν ποταμὸν χωρία καὶ αἱ Παρίστριοι πόλεις αἱ μέχρι Βυδίνης κακῶς διετίθεντο· ἐκεῖθεν δ' αὖθις Χωροβάτοι καὶ Διοκλεῖς ἀποστάντες ἅπαν τὸ Ἰλλυρικὸν κακῶς διετίθουν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).