Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-bryennius" aria-label="More works by Nicephorus Bryennius">
—
Original / primary: Pg Scrape Grc
4.3.1
Τὰ δὲ τῆς πρεσβείας ἦσαν τοιάδε." Ἐγώ, φησὶν ὁ κρατῶν, πάλαι τὸν σὸν πατέρα γινώσκων, ἄνδρα δεινὸν μὲν στρατηγῆσαι καὶ πολλὰ κατὰ Σκυθῶν ἀναστήσαντα τρόπαια καὶ μέντοι καὶ ξυστρατεύσας αὐτῷ καὶ ταῖς ἑταιρείαις πρότερον σύντροφον σχών, οὐχ ἧττον καὶ σὲ ἐπίσταμαι ἄξιον ὄντα παῖδα τοιούτου πατρός. Διὰ ταῦτα, ἐπεί με Θεὸς εἰς τὸ βασίλειον ὕψος ἀνήγαγε, βούλομαί σοι γενέσθαι ἀντὶ πατρὸς φιλοστόργου. Γένοιο οὖν σὺ κἀμοὶ υἱὸς εὐγνώμων ἀνθ' υἱοῦ ἀγνώμονος, ὑπερείδων τὴν ἐκ τοῦ γήρως ἀσθένειαν, καὶ νῦν μὲν τὴν μετὰ βασιλείαν δευτέραν τιμὴν λάμβανε, φημὶ δὴ τὴν τοῦ καίσαρος, μετ' οὐ πολὺ δὲ καὶ διάδοχος ἡμῖν χρηματίσεις τῆς βασιλείας Ῥωμαίων". Ταῦτα διεξελθόντων τῶν πρέσβεων, μηδὲν μελλήσας ἐκεῖνοςκαὶ γὰρ ἦν εἴπερ τις ἄλλος ἀγχίνουςεὐθὺς ἀπεκρίνατο τὰς συμβάσεις ἐθέλειν καὶ τὴν εἰρήνην ἀσπάζεσθαι καὶ τὸν πόλεμον καταλῦσαι ἐμφύλιον καὶ τὴν παρὰ βασιλέως τιμὴν δέχεσθαι, βούλεσθαι δὲ μὴ αὐτὸν μόνον τυχεῖν τῶν τῆς εἰρήνης καλῶν, ἀλλὰ καὶ τοὺς ξυμμετασχόντας αὐτῷ τοῦ ἔργου, στρατηγούς τε καὶ στρατιώτας καὶ ἄρχοντας, ὧν τὸ ξυμφέρον προδοῦναι ἴσον αὐτῷ τοῦ ἀσεβῆσαι νενόμισται· φιλαυτίας γὰρ εἴη ἐσχάτης ἢ μᾶλλον εἰπεῖν ἀπανθρωπίας, ζητοῦντα τὸ ἑαυτοῦ συμφέρον τὸ τῶν ἄλλων προδοῦναι· οὐκ ἄλλως οὖν τὴν υἱοθεσίαν λαμβάνειν καὶ τὴν τιμήν, εἰ μὴ πρότερον τὰ ἐκείνων ἐξασφαλίσαιτο. Βούλεται οὖν πρότερον τὸν βασιλέα βεβαιῶσαι τὰ παρ' αὐτοῦ σφίσιν ἐκείνοις ἐπαγγελθέντα καὶ οὕτω τῆς πόλεως ἐξελθεῖν σὺν τῷ πατριάρχῃ καὶ περὶ τὸν ναὸν γενέσθαι τοῦ ταξιάρχου τῶν ἄνω δυνάμεων Μιχαήλ, ὃς ἵδρυται ἐν τῷ περὶ τὴν Θρᾴκην χωρίῳ Δαμοκρανίας κἀκεῖσε τὰ τῆς υἱοθεσίας ἐπὶ τοῖς καίσαρσι γίνεσθαι καὶ τῷ στεφάνῳ ταινιωθῆναι συνήθως. Τῶν δὲ πρέσβεων ἐρομένων διὰ τί οὐ βούλεται τὰ τῆς τελετῆς αὐτοῦ γενέσθαι γενομένῳ κατὰ τὴν βασιλίδα τῶν πόλεων, φοβεῖσθαι μὲν ἔφησεν οὐδένα πλὴν τὸν Θεόν, ἀπιστεῖν δὲ τῶν περὶ τὸν βασιλέα τοῖς πλείστοις.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).