Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Breviarium historicum de rebus gestis post imperium Mauricii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
ἐνέκειτο συχνῶς τὸν τῶν Χαζάρων ἄρχοντα ἐκλιπαρῶν, πλεῖστα δὲ χρήματα καὶ δῶρα ὑπισχνεῖτο, εἰ ζῶντα Ἰουστινιανὸν ἢ τὴν κεφαλὴν αὐτῷ ἐκπέμψαι. ὁ δὲ ταῖς πολλαῖς εἴξας παρακλήσεσιν ὑπέσχετο τοῦτο πληροῦν. πέμπει οὖν ἄνδρας εἰς φυλακὴν αὐτοῦ καθεστάναι, τῷ μὲν προσχήματι ὡς μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθείη, τῷ ὄντι δὲ [φυλάσσειν], ὡς μὴ ἀποδράσαι ποτὲ προασφαλιζόμενος. κελεύει δὲ τῷ ἄρχοντι τῶν ὁμοεθνῶν, ᾠκειωμένῳ δὲ Ἰουστινιανῷ ὄντι, ἔτι δὲ καὶ τῷ ἄρχοντι τῷ τοῦ Βοσπόρου τοῦ Σκυθικοῦ ἐπιτηρεῖν ἡνίκα αὐτοῖς ἐπιτρέψει ἀνελεῖν αὐτὸν ὡς τάχιστα. ταῦτα δὲ μηνύεται Θεοδώρᾳ παρά τινος τῶν τοῦ πατρὸς οἰκετῶν· ἡ δὲ τὰ τῆς ἐπιβουλῆς τῷ ἀνδρὶ ἀνετίθει. καὶ αὐτὸς τὸν οἰκεῖον ἐκεῖνον τὸν Χάζαρον καλέσας καὶ ἀπιδιάσας μετ' αὐτοῦ ἀγχόνῃ παρέδωκε, τῷ αὐτῷ τε τρόπῳ ἀναιρεῖ καὶ τὸν Βοσπόρου ἄρχοντα. εὐθὺς δὲ Θεοδώραν τὴν γαμετὴν πρὸς τὸν πατέρα ἐκπέμπει, αὐτὸς δὲ ἀπάρας εἰς Τόμιν καλούμενον παραθαλάσσιον χωρίον κατῆλθε. κἀκεῖσε νηῒ ἐπιβὰς σὺν ἑτέροις τισὶν ἀνδράσι καὶ ταύτην παραπλεύσας ἦλθε μέχρι Συμβόλου τῇ πόλει πλησιάσας Χερσῶνι. καὶ προσορμίσας τῷ ἐκεῖσε λιμένι πέμπει ἕνα τῶν ἑταίρων ἐπὶ τῇ πόλει, κἀκεῖθεν ἄγει πρὸς αὐτὸν τὸν Βαρασβακούριον καὶ τὸν τούτου ἀδελφὸν τόν τε Σαλιβᾶν καὶ ἑτέρους τινὰς ἄνδρας. καὶ σὺν αὐτοῖς ἐκπλεύσας, τὰ λεγόμενα Νεκρόπηλα παρελθὼν πρὸς τὸν Ἴστρον ποταμὸν παραγίνεται. ἐκεῖθεν ἐκπέμπει τῶν συνόντων τινὰ Στέφανον πρὸς Τέρβελιν κύριον ὄντα τηνικαῦτα τῶν ἐκεῖσε Βουλγάρων, παρακαλῶν συλλαβέσθαι αὐτῷ ὥστε τὸν τῆς βασιλείας ἀπο 42 λήψεσθαι θρόνον, ἄλλα τε πλεῖστα δῶρα ὑποσχόμενος καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα αὐτῷ δώσειν ἐπαγγειλάμενος. ὁ δὲ προθύμως ἐν πᾶσιν ὑπεῖκε, καὶ Ἰουστινιανὸν σὺν τιμῇ μεγάλῃ ἐδέξατο, καὶ ἅπαντα τὸν ὑπ' αὐτῷ λαὸν ὁπλίσας σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν ᾤχετο. προσεδρεύει δὲ τῷ τείχει Βλαχερνῶν ἐπὶ τρισὶν ἡμέραις, ἀξιῶν τοὺς τῆς πόλεως εἰσδεχθῆναι αὐτὸν βασιλέα. οἱ δὲ αἰσχρῶς ὑβρίζοντες ἀπέπεμπον. ὁ δὲ νυκτὸς εἰσδύεται σὺν ὀλίγοις τισὶ κατὰ τὸν τῆς πόλεως ἀγωγὸν κἀντεῦθεν παραλαμβάνει τὴν πόλιν καὶ πρὸς βραχὺ σκηνοῦται ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ἡράκλειον δὲ τὸν ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον δὲ συλλαβὼν ἕβδομον ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα, ἔτι δὲ καὶ Λεόντιον σιδήροις πεδήσας κατέσχεν ἐν εἱρκτῇ· μετὰ δὲ ταῦτα ἱππικὸν ἐπιτελέσας ἀγῶνα, θάτερον μὲν ἐκ δεξιῶν θάτερον δὲ ἐξ ἀριστερῶν πρὸς τοῖς ποσὶν αὐτοῦ πατεῖσθαι ῥίψας ἐπὶ ὥρας βραχείας, μετὰ ταῦτα ἐκπέμπει ἐν τῷ καλουμένῳ Κυνηγίῳ τμηθῆναι τὰς κεφαλάς. τὸν δὲ Βουλγάρων ἄρχοντα Τέρβελιν ἔξω τείχους Βλαχερνῶν σκηνούμενον πολλὰ φιλοφρονησάμενος, τέλος παραγενόμενον πρὸς αὐτὸν χλανίδα τε περιβάλλει βασιλικὴν καὶ Καίσαρα ἀναγορεύει, καὶ συμπάρεδρον ποιησάμενος προσκυνεῖσθαι σὺν αὐτῷ ὑπὸ τοῦ λαοῦ ἐκέλευε, καὶ πλεῖστα παρασχόμενος δῶρα πρὸς τὰ ἑαυτοῦ ἐξέπεμπε. Καλλίνικον δὲ τὸν τῆς πόλεως ἱεράρχην, ὡς δυσφημήσαντα αὐτὸν ἐπὶ τῇ τοῦ Λεοντίου ἀναγορεύσει, τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξέπεμψε, Κῦρον ἀντ' αὐτοῦ εἰς τὴν ἱερωσύνην προχειρισάμενος τὸν ἐν Ἀμάστριδι ἐγκλειστὸν γενόμενον, προσημάναντα αὐτῷ ἐκεῖσε παριόντι τὴν τῆς δευτέρας βασιλείας κατάστασιν. πο 43 λύν τε φόνον καὶ κάκωσιν ἐν τοῖς ὑπηκόοις ἐποιεῖτο· τοὺς μὲν γὰρ εἰς ἄρχοντας προβαλλόμενος αὐτίκα ἑτέρους ὄπισθεν ἐκπέμπων ἀνῄρει, οὓς δὲ ἐν δείπνῳ συγκαλῶν δόλῳ ἀπέκτεινεν, ἄλλους ἐν τῷ βυθῷ σάκκοις ἐμβαλὼν ἀπέρριπτε, καὶ συνελόντα εἰπεῖν, ὠμότητι πολλῇ καὶ θηριώδει γνώμῃ πρὸς τὸ ὑπήκοον διακείμενος. ἐν τούτοις δὲ μεταστέλλεται ἀπὸ Χαζαρίας Θεοδώραν τὴν ἑαυτοῦ γαμετὴν καὶ Τιβέριον τὸν ἐξ αὐτῆς τεχθέντα αὐτῷ υἱόν, καὶ στέφει αὐτοὺς εἰς βασιλέας. μετὰ τοῦτο λύει τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην, καὶ στρατεύματα πλεῖστα διά τε γῆς καὶ θαλάσσης πρὸς τοῖς Θρᾳκῴοις μέρεσι διαγαγὼν πρὸς τῇ Ἀγχιάλῳ πόλει ὡς πολεμήσων αὐτοὺς παραγίνεται. ἀφυλάκτως δὲ τοῦ λαοῦ πρὸς τὰ ἐκεῖσε πεδία ἐπὶ κομιδῇ χόρτου σκεδαννυμένου ἐπιπίπτουσιν ἀθρόως οἱ Βούλγαροι καὶ πολλοὺς αὐτῶν διαφθείρουσι, πολλοὺς δὲ καὶ αἰχμαλώτους εἷλον. καὶ Ἰουστινιανῷ ἐν τῇ πόλει Ἀγχιάλῳ ἀπολειφθέντι ἐπὶ τρισὶν ἡμέραις προσεδρεύουσιν. ὁ δὲ νυκτὸς ναυσὶν ἐπιβὰς φυγῇ ἐκεῖθεν ἀπέπλευσε καὶ εἰς Βυζάντιον ἐπανάγεται. Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διάλεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσοντας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συνάψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰουστινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέλευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ' αὐτῶν, καὶ 44 τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον. ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες, ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν Σαρακηνῶν ἤθη ἀπῴχοντο. ἐξ ἐκείνου λοιπὸν πλείστη τοῖς ἐχθροῖς παρρησία ἐδέδοτο ἀδεῶς τὰς Ῥωμαίων καταληΐζεσθαι χώρας, οὐδενὸς τούτοις ἰσχύοντος ἀντιτάττεσθαι, καί τινα τούτων ἀποδασμὸν εἰς τριάκοντα ἄνδρας περιιστάμενον ἄχρι Χρυσοπόλεως κατελθεῖν (παραθαλάσσιον χωρίον ἀντικρὺ Βυζαντίου πρὸς ἥλιον ἀνίσχοντα ἱδρυμένον), καὶ τοὺς μὲν αὐτόσε οἰκήτορας ἀποσφάξαι, τὰς δὲ πορθμίδας ἐμπρῆσαι ναῦς. Ἰουστινιανὸς δὲ ἐν μνήμῃ ἔχων περὶ τῆς γενομένης αὐτῷ πρὸς Ἀψίμαρον παρὰ τῶν ἐν Χερσῶνι διαβολῆς, ναῦς πολὺ πλείστας καὶ διαφόρους συναγείρας, ἐμβιβάσας παρ' αὐτοῦ ἄχρις εἰς ἑκατὸν χιλιάδας ἀριθμὸν ἀνδρῶν, εἰδότας ἔκ τε τῶν στρατιωτικῶν καταλόγων, ἔτι δὲ καὶ τοῦ γεωργικοῦ καὶ τῶν βαναυσικῶν τεχνῶν τῶν τε ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοῦ τῆς πόλεως δήμου, Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺς τῶν ἄλλων ἀρχοντιῶν λαοὺς ξίφεσιν ἀνηλωκέναι, Ἡλίαν δὲ τὸν αὐτοῦ δορυφόρον σὺν αὐτῷ ἀπιόντα ἄρχοντα Χερσῶνος ἐγκαταστῆσαι, ἔτι δὲ καὶ Βαρδάνην Ἀρμένιον τῷ γένει ἐξόριστον ἐκεῖσε καταλιπεῖν. Στέφανος δὲ διὰ τῆς Ποντικῆς θαλάσσης πρὸς τὰ ἐκεῖσε 45 περαιωθεὶς τὰ προστεταγμένα ἐπλήρου, μειράκιά τινα ὀλίγα τῷ συνόντι αὐτῷ λαῷ ὡς δῆθεν αἰχμάλωτα περιποιήσας. Τονδοῦνον δὲ τὸν Χερσῶνος ἄρχοντα καὶ Ζωῗλον πρωτοπολίτην λεγόμενον καὶ ἑτέρους ἄνδρας τεσσαράκοντα τῶν ἐμφανεστέρων δεσμώτας σὺν γυναιξὶ καὶ παισὶ πρὸς Ἰουστινιανὸν ἔπεμψεν, ἄλλους τε τῶν πρωτευόντων Χερσῶνος ἄνδρας ἑπτὰ ξυλίνοις ὀβελοῖς προσαρτήσας ἐπὶ πυρὸς διώπτησε. τοὺς δὲ τῶν ἑτέρων προστατεύοντας πολισμάτων ἄνδρας ἄχρι καὶ εἰς εἴκοσι ἀκατίῳ ἐμβαλὼν καὶ προσδήσας λίθους [τε] τούτῳ πλείστους τῷ βυθῷ παραδέδωκεν. Ἰουστινιανὸς δὲ φιλανθρωπότερον τὸν Στέφανον διατεθέντα παρὰ τὰ διατεταγμένα αὐτῷ νομίσας διὰ τὴν τῶν μειρακίων περιποίησιν, σπουδαιότερον ἐπανήκειν πρὸς αὐτὸν ἐκέλευσεν. αὐτὸς δὲ κατὰ τὰ προσταχθέντα ἐκεῖθεν ἀπάρας μηνὸς Ὀκτωβρίου ἐνισταμένου χειμῶνι μεγάλῳ καὶ ναυαγίῳ περιπίπτει, εἰς τρεῖς καὶ ἑβδομήκοντα χιλιάδας τῶν καταποντισθέντων ἀριθμηθέντων, ὧν τὰ πτώματα ἐξ Ἀμάστριδος πόλεως μέχρις Ἡρακλείας ὑπὸ τῆς θαλάσσης ἀπερρίπτετο. ἐφ' οἷς οὐ λυπηθεὶς ἀλλὰ καὶ λίαν περιχαρὴς γενόμενος Ἰουστινιανὸς πάλιν βουλεύεται ἕτερον ἐκεῖσε ἐκπέμπειν στόλον. οἱ δὲ τῶν χωρῶν τούτων ἄρχοντες τῆς φήμης αἰσθόμενοι ἑαυτοὺς ὅση δύναμις ἠσφαλίζοντο, πρὸς δὲ τοὺς Χαζάρεις διαπρεσβεύονται ὥστε ἐπὶ φυλακὴν τούτων λαὸν ἀποστέλλειν καὶ περισώζειν τοὺς ἐν αὐτοῖς περιλειφθέντας. ταῦτα Ἰουστινιανὸς μεμαθηκὼς Γεώργιον τὸν πατρίκιον ἀποστέλλει καὶ Ἰωάννην τὸν τῆς πόλεως ὕπαρχον σὺν ἑτέροις ἄρχουσι καὶ στρατῷ ἄχρι τριακοσίων ἀνδρῶν, παραδοὺς αὐτοῖς Τονδοῦνον καὶ Ζωῗλον, ὥστε ἀποκαταστῆσαι αὐτοὺς 46 ταῖς οἰκείαις ἀρχαῖς, Ἡλίαν δὲ ἀγαγεῖν ὡς αὐτόν. τούτων ἐν Χερσῶνι παραγενομένων οἱ τῆς πόλεως μόνους Γεώργιον καὶ τοὺς σὺν αὐτῷ ἄρχοντας ἀξιοῦσιν ἐντὸς γενέσθαι τῆς πόλεως· οὗ γεγονότος τὰς μὲν πύλας ἐπ' αὐτοῖς ἔκλεισαν, Γεώργιον δὲ καὶ Ἰωάννην ξίφει ἀναιροῦσι. τοὺς δὲ ἔξω τοῦ τείχους ἀπολειφθέντας στρατιώτας, ἔτι δὲ καὶ Τονδοῦνον καὶ Ζωῗλον τοῖς ἐκεῖσε προσεδρεύουσι Χαζάροις παραδόντες τῷ χαγάνῳ παρέπεμψαν, οὓς παραλαβόντες οἱ Χάζαροι κατὰ τὴν ὁδὸν ἔκτεινον. οἱ δὲ τῆς πόλεως Χερσῶνος Ἰουστινιανὸν μὲν αἰσχρῶς δυσφημήσαντες καθύβριζον, Βαρδάνην δὲ τὸν ἐκεῖσε ὄντα ἐξόριστον ὡς βασιλέα εὐφήμουν. τούτων αἰσθόμενος Ἰουστινιανὸς καὶ μείζονι θυμῷ ἐξαπτόμενος τὰ μὲν Ἡλία τέκνα τῷ μητρῴῳ κόλπῳ φερόμενα ἀναλίσκει, τὴν δὲ αὐτοῦ γυναῖκα τῷ ἰδίῳ μαγείρῳ ζευχθῆναι ἠνάγκασεν, Ἰνδῷ τῷ γένει καὶ ὅλῳ δυσειδεῖ τυγχάνοντι. ἕτερον δὲ πάλιν μέγαν στόλον ἀποστέλλει, ἡγεῖσθαι τούτου προχειρισάμενος Μαῦρον τὸν πατρίκιον, προστάξας τὴν μὲν πόλιν Χερσῶνος καταστρέψασθαι καὶ ἅπαντας τοὺς ἐν αὐτῇ ἀφειδῶς κατακτεῖναι. ὁ δὲ πρὸς Χερσῶνα περαιωθεὶς τοῦ ἔργου εἴχετο. λαοῦ δὲ Χαζάρων ἐξαπιναίως ἐπιπεσόντος ἡ μὲν πόλις περιεσώζετο, Βαρδάνης δὲ ὡς τὸν κύριον τῶν Χαζάρων φυγὰς ᾤχετο. Μαῦρος δὲ ὁ πατρίκιος πρὸς μὲν τὴν πολιορκίαν ἀμηχανήσας, παλινοστεῖν δὲ πρὸς Ἰουστινιανὸν δεδιώς, συμφρονεῖ τῇ πόλει Χερσωνιτῶν. καὶ Ἰουστινιανὸν μὲν ἀπηναίνοντο, Βαρδάνην δὲ ὡς βασιλέα εὐφήμουν, Φιλιππικὸν αὐτὸν μετονομάσαντες. καὶ πρὸς τὸν Χάζαρον διαπρεσβεύονται τοῦτον ὡς αὐτοὺς ἀπεσταλκέναι. ὁ δὲ ὅρκοις ἐμπεδοῖ τὸ Ῥωμαϊκὸν πλῆθος περὶ τῆς Βαρδάνου σωτηρίας χρήματα αὐτοὺς πραξάμενος, κατ' ἄνδρα 47 ἑκατὸν νομίσματα εἰληφώς. Ἰουστινιανὸς δὲ χρόνου παρερχομένου ὑπώπτευεν ὡς καὶ παρ' αὐτῶν ἠθετημένος εἴη. διὰ τοῦτο αἱρεῖται Τέρβελιν τὸν ἄρχοντα τῶν Βουλγάρων καὶ τηνικαῦτα συμμαχεῖν αὐτῷ. ὁ δὲ πέμπει πρὸς αὐτὸν ἄνδρας ὡς τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ Δαματρῦ ἱδρύσασθαι παρεκέλευεν. αὐτὸς δὲ τούς τε ἄρχοντας ἑαυτοῦ καὶ στρατὸν ὁπλίτην ἕτερον παραλαβὼν πρὸς τοῖς Ποντικοῖς ἐξέδραμε χωρίοις, ἄχρι παραθαλασσίου κώμης Γιγγιλίσσου ὀνομαζομένης, ὥστε ἀναμανθάνειν οἷα τὰ ἐν Χερσῶνι αὐτῷ πεπραγμάτευτο. ἐπὶ χρόνον δέ τινα ἐκεῖσε διατρίψας καὶ θεασάμενος τὸν τοιοῦτον στόλον σὺν τῷ Φιλιππικῷ βασιλεύοντι πρὸς Βυζάντιον καταίροντα, πρὸς τὸν καταλειφθέντα αὐτῷ λαὸν κατὰ τὸν Δαματρὺν παλινοστεῖ. Φιλιππικὸς δὲ πολέμου ἐκτὸς εἰς τὴν πόλιν εἰσῄει, καὶ αὐτίκα Ἡλίαν σὺν ὁπλίτῃ λαῷ κατὰ Ἰουστινιανοῦ ἀποστέλλει. καὶ αὐτὸς τῷ μὲν συνόντι Ἰουστινιανῷ πλήθει ὅρκοις τὰ τῆς σωτηρίας ἐβεβαίωσε καὶ τὸν τῶν Βουλγάρων λαὸν σώους ἐπανήκειν ὑπέσχετο, αὐτοῦ δὲ Ἰουστινιανοῦ τὴν κεφαλὴν ἐκτέμνει, ἤδη ἔτος ἕκτον ἀνύσαντος ἐν τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ, καὶ πρὸς Φιλιππικὸν ἐκπέμπει. ὁ δὲ ταύτην δεξάμενος πρὸς τοῖς ἑσπερίοις τόποις ἄχρι Ῥώμης ἀπέστελλε. Μαῦρον δὲ τὸν πατρίκιον καὶ Ἰωάννην τὸν βασιλικὸν δορυφόρον, ἐπίκλην Στροῦθον, κατὰ Τιβερίου τοῦ υἱοῦ Ἰουστινιανοῦ ἐξέπεμψεν, ὃν καταλαμβάνουσιν ἐν τῷ θυσιαστηρίῳ καταφυγόντα τοῦ ἱεροῦ τῆς πανάγνου θεομήτορος τοῦ ἐν Βλαχέρναις ὄντος, ἐν ᾧ εἰσπηδήσας Ἰωάννης ἀφέλκεται τῆς ἱερᾶς ἐξημμένον τραπέζης, μήτε τὰ ἐκ τοῦ θυσιαστηρίου εὐλαβηθεὶς μήτε τοῖς πολλοῖς δάκρυσιν Ἀναστασίας τῆς αὐτοῦ μάμμης εἴξας· παρῆν γὰρ 48 καὶ αὐτὴ τῷ ἐγγόνῳ συγκινδυνεύουσα. καὶ τοῦτον εἰς τὴν τοῦ ὑπερκειμένου τείχους τὴν καλουμένην τῶν Καλλινίκων ζῴου ἀλόγου δίκην μαχαίρᾳ ἀποσφάττουσιν, ἐν τῷ ἱερῷ τῶν θείων Ἀναργύρων τῶν καλουμένων τῶν Παυλίνης ταφῆναι προστάξαντες. μεθ' ὃν συλλαμβάνονται καὶ Βαρασβακούριον καὶ τοὺς λοιποὺς Ἰουστινιανοῦ ἄρχοντας, καὶ πάντας ξίφει ἀναιροῦσι. Φιλιππικὸς δὲ ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια διέπων ἐφαίνετο, τοὺς δὲ ἐν τῇ ἕκτῃ οἰκουμενικῇ συνόδῳ πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ' αὐτῶν ἐνθέως δογματισθέντα δύο τοῦ σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ ἀποδεχόμενος, συλλήπτορα εὑρίσκων Ἰωάννην τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους. Ἐν τούτοις τῶν Βουλγάρων ὁπλίτης ὅμιλος ἀθρόως τοὺς ἐν τῷ Θρᾳκικῷ Βοσπόρῳ οἰκοῦντας ἐπεισπίπτει· καὶ λαὸν πλεῖστον τῶν ἐγχωρίων καὶ τῶν ἐκ Βυζαντίου διαπερώντων τέρψεως καὶ ἡδυπαθείας ἕνεκεν ἀναιροῦσιν, ἄλλους τε ᾐχμαλώτευσαν καὶ ἄργυρον ὡς πλεῖστον καὶ σκεύη οὐκ ὀλίγα παρ' αὐτῶν προσκτησάμενοι· ἀδείας δὲ αὐτοῖς προσγενομένης καὶ πρὸς τῷ χερσαίῳ τείχει τῆς πόλεως σκεδάννυνται, ἄχρι καὶ τῆς Χρυσῆς καλουμένης πύλης προεκδραμόντες. ἐκεῖθεν ὑπονοστήσαντες πολλὰ τὰ ἐπὶ Θρᾴκης χωρία καταληΐζονται. μετὰ δὲ ταῦτα καὶ τὸ τῶν Σαρακηνῶν ἔθνος τὴν Ῥωμαίων κατέθεον χώραν, καὶ τὰ πλεῖστα μέρη διεκτρέχοντες πλείστην ὅσην βλάβην ἀνθρώπων τε καὶ κτηνῶν ἐποιοῦντο, τήν τε Μήδειαν καὶ ἕτερα πολίσματα 49 συμπαραλαμβάνουσι. Φιλιππικὸς δὲ γενέθλιον τῆς πόλεως ἡμέραν ἐπιτελέσας καὶ ἁμιλλητήριον τῶν ἵππων ἀγῶνα ἐπιδειξάμενος, εἶτα τοῖς φίλοις συμποσιάσας εἰς ὕπνον κατὰ τὸν μεσημβρινὸν τῆς ἡμέρας καιρὸν ἐτράπετο. συμβαίνει δέ γε αὐτῷ τὰ τῆς ἐπιβουλῆς ἐντεῦθεν. Γεώργιός τις ὄνομα, τὸ ἐπίκλην Βούραφος, πατρίκιος τυγχάνων καὶ τοῦ Ὀψικίου στρατοῦ ἡγούμενος, πρὸς τῇ Θρᾴκῃ τηνικαῦτα ἐπιδημῶν φυλακῆς ἕνεκα τῆς χώρας διὰ τὴν τῶν Βουλγάρων καταδρομήν, γνώμῃ Θεοδώρου τοῦ πατρικίου τὸ ἐπίκλην Μυακίου πέμπει τῶν ὑπηρετῶν τινά, Ῥοῦφον ὄνομα, σὺν ὀλίγοις στρατιώταις πρὸς τὸ Βυζάντιον τὰ πρὸς τὴν Φιλιππικοῦ ἐπιβουλὴν ἐπιτελέσοντας· ὃς ἀθρόως κατὰ τὰ βασίλεια ἐπεισπίπτει, καὶ τὸν βασιλέα καθεύδοντα καταλαβὼν ἐξανίστησί τε τοῦ ὕπνου καὶ πρὸς τὸν τοῦ ἱπποδρομίου ἐξάγει χῶρον κἀκεῖσε αὐτοῦ τὰς ὄψεις ἀπετύφλωσε, δεύτερον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰς βασιλέα Ἀρτέμιον Φιλιππικοῦ γραμματέα τυγχάνοντα, οὓς τῇ Ἰταλῶν φωνῇ καλοῦσιν ἀσηκρῆτις, ἐπονομάσαντες αὐτὸν Ἀναστάσιον. ὀλίγων δὲ ἡμερῶν διελθουσῶν τυφλοῦσι Θεόδωρον τὸν πατρίκιον, ὡσαύτως καὶ Γεώργιον, καὶ τοῦτον ἐξόριστον ἐν Θεσσαλονίκῃ πέμπουσιν. Ἀναστάσιος δὲ δι' ἐπιμελείας τὰ πολεμικὰ πράγματα εἶχε καὶ ἄρχοντας ἱκανοὺς πρὸς τὰς τούτων διοικήσεις καθίστη. αἰσθόμενος δὲ ὁ τῶν Σαρακηνῶν βασιλεὺς βουλὰς ἐκίνει ὡς κατὰ τῆς Ῥωμαίων χώρας στρατευσόμενος. ἀποστέλλει δὲ πρὸς αὐτὸν Δανιὴλ τὸν πατρίκιον ἐκ τῆς Σι 50 νωπιτῶν ὁρμώμενον πόλεως, ὕπαρχον τηνικαῦτα τῆς βασιλίδος ὑπάρχοντα, ὡς δῆθεν τὰ τῆς εἰρήνης ἐπικηρυκευσόμενον, τῷ ὄντι δὲ διοπτευσόμενον οἷα αὐτοῖς τὰ κατὰ Ῥωμαίων ἐξηρτύετο· ὃς ἐπανήκων ἐπήγγειλε μεγίστην ἔσεσθαι τοῦ ἔθνους διά τε ἱππικῶν καὶ πλοΐμων στρατευμάτων τῆς Ῥωμαϊκῆς πολιτείας καταδρομήν. ὁ δὲ ἀκούσας ἑκάστῳ τῶν ἐν τῇ πόλει† ὡς εἴ τις τῶν ἀναγκαίων εὐπορήσοι ἐπὶ τριετῆ χρόνον διαρκούντων αὐτῷ, μένειν, ὁ δὲ τούτων ὑστερῶν οὗ ἂν βούλοιτο ἀποτρέχειν. τὰ δὲ τείχη τῆς πόλεως ἐπιμελέστερον καινίζει καὶ τὰ πολεμητήρια ὄργανα διασκευάζει, πλεῖστα δαπανήματα τῇ πόλει ἀποθέμενος καὶ ἑτέροις οἷς ἀνῆκε πρὸς πολεμίων ἔφοδον ταύτην κατοχυρώσας. φήμης δὲ γενομένης ὡς ὁ τῶν Σαρακηνῶν στόλος ἀπὸ Ἀλεξάνδρου πόλεως ἐπὶ τὸν Φοίνικα παρεγένετο ναυπηγησίμης ξυλῆς κυπαρισσίνης ἕνεκεν, ἐκλέγεται σκάφη ταχυπλόϊμα, στρατόν τε ἐν αὐτοῖς ἐγκαταλέγει ἐκ τῶν τῆς χώρας τοῦ καλουμένου Ὀψικίου καὶ πρὸς τῇ νήσῳ τῇ Ῥόδῳ ἀποστέλλει. κἀκεῖσε ἀθροισθῆναι καὶ ἄλλα Ῥωμαϊκὰ πλόϊμα συνέταξε. τούτοις ἡγεμόνα ἐφίστησιν Ἰωάννην διάκονον τῆς μεγάλης ἐκκλησίας καὶ τῶν δημοσίων φόρων λογιστήν, ὃν λογοθέτην γενικὸν οἶδε καλεῖν ἡ συνήθεια, ὑπάρχοντα ἔμφρονά τε καὶ ἔμπειρον καθιστάμενον, ὅστις τὸν ἅπαντα παρέλαβε στόλον. ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος καὶ τὰ ἐντεταλμένα ἀπαγγέλλων καταπειθεῖς εὕρισκε καὶ προθύμους πρὸς τὸν διάπλουν ὑπάρχοντας τοὺς συνειλεγμένους ἅπαντας. μόνοι δὲ οἱ παραγενόμενοι τοῦ Ὀψικίου στρατοῦ τὴν τοιαύτην ὁδοιπορίαν δεδοίκεσαν. στασιάζουσιν οὖν ἐξ 51 αὐτοῦ, καὶ τὸν μὲν βασιλέα Ἀναστάσιον ἐδυσφήμουν, Ἰωάννην δὲ τὸν διάκονον ῥομφαίᾳ ἀναλίσκουσιν. ἐντεῦθεν λοιπὸν οἱ στόλοι σκεδάννυνται, καὶ πρὸς τὰ οἰκεῖα ἀπέπλευσαν ἕκαστοι. αὐτοὶ δὲ ἐπὶ τὴν ἑαυτῶν ἀνιόντες καὶ πρὸς τὸ Ἀδραμύντιον γενόμενοι ἐκεῖσε εὑρίσκουσι Θεοδόσιόν τινα ὄνομα, τῶν δημοσίων φόρων πράκτορα, ἀπράγμονά τινα καὶ ἰδιώτην τυγχάνοντα, καὶ πρὸς τὴν τῆς βασιλείας ἀξίαν προτρέπουσιν. ὁ δὲ φυγὰς ᾤχετο καὶ εἰς ὄρος κατεκρύπτετο. αὐτοὶ δὲ ἐπιδραμόντες καὶ βιασάμενοι βασιλέα τε ἀναγορεύουσι καὶ μεθ' ἑαυτῶν ἄγουσι. Ταῦτα Ἀναστάσιος μεμαθηκὼς τὸ μὲν Βυζάντιον ἤδη προκατοχυρώσας ἐν τῇ πόλει Νικαίας τῆς κατὰ Βιθυνίαν ἐξέρχεται, κἀκεῖσε ἑαυτὸν κατασφαλίζεται. ὁ δὲ μετὰ Θεοδοσίου στρατὸς συλλαβὼν ἅπαντα τὸν τοῦ Ὀψικίου στρατὸν καὶ πλεῖστα σκάφη ἐμπορικά, [καὶ] κατὰ τὸ ἤδη καὶ πρόσθεν εἰρημένον παραθαλασσίῳ χωρίῳ Χρυσοπόλεως παραγίνεται. ἐκεῖθέν τε ἐφ' ἑκάστου τοῖς ἐκ τῆς πόλεως πόλεμον προσέβαλεν, ἐπὶ μησί τε ἓξ τὰ τῆς μάχης διήρκεσε. καὶ ὁ τοῦ Ἀναστασίου στόλος πρὸς τῷ Νεωρίῳ τῆς πόλεως καλουμένῳ λιμένι κατῇρε, ὁ δὲ τοῦ Θεοδοσίου στόλος ἀδείας ἐπιλαβόμενος διαπορθμεύεται πρὸς τὰ Θρᾳκῷα καὶ τούτων ἐκράτησεν. ἐπὶ προδοσίᾳ δέ τινας ὑποφθείραντες διὰ τῆς πύλης τῆς καλουμένης Βλαχερνῶν τὴν πόλιν εἷλον, καὶ νυκτὸς ἐπιγενομένης εἰς τοὺς οἴκους τῶν πολιτῶν εἰσδραμόντες μεγίστην αὐτοῖς βλάβην εἰργάζοντο. τοὺς δὲ ἐν αὐτῇ ἄρχοντας ἅμα Γερμανῷ τῷ τηνικαῦτα ἱεράρχῃ τῆς πόλεως ἀποστέλλει ὡς τὰ πεπραγμένα αὐτῷ πιστωσόμενος Ἀναστασίῳ. ὁ δὲ τούτους ἤδη λόγον ᾔτησεν ὡς μή τι κακὸν πάθῃ, καὶ τὸ μοναχικὸν περιβαλόμενος σχῆμα πρὸς 52 Θεοδόσιον ᾤχετο· ὁ δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βασιλείας καὶ τῆς πόλεως κατημελεῖτο καὶ διέπιπτε πράγματα, ἔτι μὴν καὶ ἡ τῶν λόγων ἠφανίζετο παίδευσις καὶ τὰ τακτικὰ διελύετο. ἐξ ὧν συνέβαινε καὶ τοὺς πολεμίους τῆς τῶν Ῥωμαίων κατατρέχειν ἀδεῶς πολιτείας, φόνοι τε πολλοὶ καὶ ἀπαγωγαὶ καὶ πόλεων ἁλώσεις. ἐντεῦθεν καὶ οἱ Σαρακηνοὶ ὁρμῶσι κατ' αὐτῆς τῆς βασιλευούσης, διὰ τῆς ἠπείρου στέλλοντες ἐκ διαφόρων ἐθνῶν τῶν ὑπὸ χεῖρα ἱππικά τε καὶ πεζικὰ στρατεύματα ἀριθμοῦ κρείττονα. ὡσαύτως καὶ στόλον πολὺν ἀπέστειλαν ἄχρι καὶ εἰς χιλίας ὀκτακοσίας ναῦς, ἡγεμόνα τούτοις τινὰ καταστήσαντες Μασαλμᾶν τῇ σφῶν διαλέκτῳ καλούμενον. ταῦτα μαθόντες οἵ τε στρατιωτικοὶ καὶ πολιτικοὶ ἄρχοντες καὶ τὴν τοῦ Θεοδοσίου ἀπειρίαν, καὶ ὡς οὐχ ἱκανῶς ἔχει τὰ πρὸς τοὺς πολεμίους ἀντικαθίστασθαι, ἐφίστανται αὐτῷ παραινοῦντες τὴν βασιλείαν παραιτήσασθαι καὶ ἀβλαβῶς ἰδιωτεῦσαι. καὶ αὐτὸς ὑπεχώρει, ἐνιαυτὸν ἕνα ἐν τῇ βασιλείᾳ διαρκέσας. εἶτα εἰς ψῆφον ἐληλυθότων τοῦ βασιλεύσοντος ᾑρέθη Λέων ὁ πατρίκιος, τηνικαῦτα στρατηγὸς ὢν τοῦ τῶν ἀνατολικῶν λεγομένου στρατοῦ. καὶ ὡς ἦν ἔθος βασιλεῦσι, διὰ προπομπίου δοχῆς διὰ τῆς Χρυσῆς καλουμένης πύλης εἰς τὸ Βυζάντιον εἰσελαύνει, καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενος ἐκεῖσε τὸν τῆς βασιλείας ἀνεδήσατο στέφανον. Ὁ δὲ τῶν Σαρακηνῶν λαὸς πλεῖστα τῶν Ῥωμαίων καθελὼν πολίσματα καταλαμβάνει τὴν Πέργαμον καλουμένην πόλιν, καὶ ἤδη τῆς πρὸς αὐτὴν πολιορκίας εἴχοντο. καὶ 53 ταύτην αἱροῦσιν ἐξ αἰτίας τοιᾶσδε. ἔκ τινος δαιμονικῆς ἐπινοίας οἱ τῆς πόλεως ἔνδον πρωτοτόκον κόρην λαβόντες ἐγκυμονοῦσαν καὶ ἤδη πρὸς τὸ τεκεῖν ἐγγίζουσαν, καὶ ταύτην τε ἀνέτεμον καὶ τὸ ἐν αὐτῇ βρέφος ἄραντες ἐπὶ λέβητος ὕδατι ἑψοῦσιν, ἐφ' οὗ οἱ πρὸς τὸ πολεμεῖν τοῖς ἐχθροῖς παρασκευαζόμενοι τὰς χειρίδας τῶν δεξιῶν χειρῶν κατεβάπτισαν. ἐκεῖθέν τε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ κατελάμβανεν· αἱ γὰρ χεῖρες αὐτῶν ἐφάπτεσθαι ὅπλου διείργοντο, καὶ ἀπρακτούντων οἱ πολέμιοι τὴν πόλιν εἷλον ἀμαχητί. ἐκεῖθεν ἄραντες οἱ Σαρακηνοὶ πρὸς τῷ στενῷ τῆς Ἀβύδου καταλαμβάνουσι καὶ εἰς τὰ ἐπὶ Θρᾴκης ἀντιπεραιοῦνται. καὶ πλεῖστα ταύτης ἑλόντες πολίσματα ἐπὶ τὴν βασιλεύουσαν ἀφίκοντο καὶ χάρακα ταύτῃ περιβάλλουσι καὶ τῆς πολιορκίας εἴχοντο, τρισκαιδεκαμηνιαῖον χρόνον ἐν τῇ προσεδρίᾳ διανύσαντες, ἰδέας μηχανημάτων ὡς πλείστας προσενεγκόντες. ἐν τούτῳ καταλαμβάνει καὶ ὁ τῶν Σαρακηνῶν στόλος, οὗ ἡγεῖτο Σολιμᾶν ὀνόματι Ἀράβων φωνῇ καλούμενος. ἐν ᾧ δὲ τῶν ὑπὸ τὸ Βυζάντιον πόρων ἀνήγοντο, αἱ κατόπιν ἰοῦσαι ναῦς, οἷάπερ νωτοφυλακοῦσαι καὶ φόρτῳ πολλῷ βεβαρημέναι ἔκ τε στρατιωτῶν πλήθους καὶ ὅπλων, καὶ ἅμα μικροῦ πνεύματος ἀντιπνεύσαντος καὶ τοῦ ῥείθρου εἰς τοὐπίσω ἄγεσθαι βιαζομένου, σχολαιότερον ὑπέπλεον. ταύτας ὁ βασιλεὺς θεασάμενος διήρεσιν ἐπιβὰς καὶ διέκπλους ποιησάμενος πυρὶ κατέφλεξεν, οὔσας τὸν ἀριθμὸν εἴκοσι. ὁ δὲ λοιπὸς ἅπας στόλος τῷ Θρᾳκικῷ προσπλεύσας Βοσπόρῳ τῷ λιμένι τῷ καλουμένῳ Σωσθενίῳ προσορμίζεται καὶ αὐτοῦ διεχείμαζεν. ἐν ᾧ συμβέβηκε χειμῶνα μέγιστον γενέσθαι, ὥστε μηδαμῶς γῆν ὀφθῆναι ἐκ πληθύος τῆς κατενεχθείσης χιόνος ἄχρις εἰς τὰς ἑκατὸν ἡμέρας· ἐξ οὗ πλῆθος οὐκ ὀλίγον ἀνδρῶν τε καὶ ἵππων καὶ καμήλων καὶ 54 λοιπῶν ζῴων ἀπέβαλον. ἔαρος δὲ ἐπιγενομένου ἐπικαταλαμβάνει καὶ ἕτερος τῶν Σαρακηνῶν στόλος πλεῖστος ἐξ Αἰγύπτου, οὗ ἡγεῖτο Σοφιὰμ ὄνομα ἄρχων, φόρτον ἄγων ἐν ταυτῷ σίτου τε πλείστου καὶ ὅπλων. ὀλίγου δὲ διελθόντος χρόνου καὶ ἕτερος ἐφίσταται στόλος ἐκ τῶν περὶ Ἀφρικὴν ἀναχθείς, ὅπλων τε πολλῶν καὶ δαπανημάτων καταγέμων, οὗ ὑπῆρχεν ἡγεμὼν Ἰέζιδος Σαρακηνῶν ὄνομα. οὗτοι, ὥς φασι, τὴν ἐκ τοῦ ἐσκευασμένου παρὰ Ῥωμαίοις πυρὸς ὑφορώμενοι βλάβην, τὸν οὖν Βυζάντιον πόρον ἀπογνόντες τοῖς πρὸς Βιθυνίαν μέρεσι προσέσχον, ὁ μὲν πρὸς τὸν καλούμενον λιμένα Καλοῦ ἀγροῦ, ὁ δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὸν βασιλέα εὐφήμουν. ἐφ' οἷς ἀναθαρσήσας ὁ βασιλεὺς πυρφόρους ναῦς κατὰ τῶν τοιούτων στόλων ἐξέπεμψε καὶ πάσας αὐτῶν τὰς ναῦς ἐνέπρησεν. ἐκεῖθεν λαφυραγωγήσαντες καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς ὅπλων καὶ δαπανημάτων καταφορτισθέντες πρὸς βασιλέα ὑπέστρεφον. Τούτῳ τῷ χρόνῳ Σέργιος ὁ πατρίκιος ὁ τῆς Σικελίας στρατηγὸς καὶ οἱ τὰ ἑσπέρια οἰκοῦντες, τὰ περὶ τὸ Βυζάντιον καὶ τὸν βασιλέα αὐτὸν ἀπογνόντες τῆς γενομένης τῶν πολεμίων χάριν κατ' αὐτῶν ἐφόδου, ἴδιον στέφουσι βασιλέα τῶν ὑπηρετῶν τινα Σεργίου, Βασίλειον τοὔνομα, υἱὸν γεγονότα Γρηγορίου τὸ ἐπίκλην Ὀνομαγούλου, Τιβέριον αὐτὸν ὀνομάσαντες. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς Παῦλον τὸν πατρίκιον στρατηγὸν Σικελίας προβάλλεται ἅτε πιστὸν καὶ οἰκεῖον ὑπάρχοντα καὶ τακτικῶν ἔμπειρον, καὶ πρὸς Σικελίαν ἐκπέμπει. οὗ τινος ἐκεῖσε καταλαβόντος Σέργιος φυγὰς ἐκεῖ 55 θεν οἴχεται καὶ πρὸς Λογγουβάρδους γίνεται, Παῦλος δὲ ἐν τῇ νήσῳ λαὸν περιαθροίσας τὰ βασιλέως ὑπαναγινώσκει γράμματα, δι' ὧν εἰς πίστωσιν ἐλθόντες τόν τε βασιλέα εὐφήμησαν καὶ Βασίλειον καὶ τοὺς ὑπ' αὐτοῦ προχειρισθέντας ἄρχοντας δεσμίους αὐτῷ παραδεδώκασιν. ὁ δὲ τούτους παραλαβὼν Γεώργιόν τινα καὶ ἑτέρους ἀνεῖλε καὶ τούτων τὰς κεφαλὰς πρὸς τὸν βασιλέα ἀνέπεμψε, τοὺς δὲ ἄλλους σὺν πληγαῖς καὶ αἰκίαις πολλαῖς, ὧν δὲ καὶ τὰς ῥῖνας ἐκτεμών, ὑπερορίαις παρέπεμψε. Σέργιος δὲ τῆς ἑαυτοῦ σωτηρίας λόγον αἰτήσας πρὸς τὸν Παῦλον ἐκομίσθη. ἐντεῦθεν τὰ τῆς ἑσπέρας πράγματα ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ κατέστη. Μετὰ τοῦτο τίκτεται υἱὸς τῷ βασιλεῖ, ὃν ἐπωνόμασε Κωνσταντῖνον. πεντεκαιδεκάτῃ δὲ τοῦ ἐπεισιόντος μηνὸς Αὐγούστου πάντα τά τε ἱππικὰ καὶ πλόϊμα τῶν Σαρακηνῶν ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς ἀποβαλόντες ὑπό τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθείσας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς τὴν Κύπρον σκεδασθεισῶν, ἑτέρων δὲ καὶ αὐτάνδρων τῷ βυθῷ παραδοθεισῶν. Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει τοιάδε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπίκλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ' αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τοῖς κατὰ γνώμην συμπράξειεν, ἀναπείσῃ δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κων 56 σταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσώην πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγεμόνα, καὶ Θεόκτιστον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ' οὓς ἐβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἑτοίμους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ ὡς βασιλέα ὑποδέχεσθαι. τὰ γραφέντα οὖν εὐθὺς τῷ βασιλεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χειροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. καὶ Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς κεφαλὰς ἐξέτεμε, τοὺς δ' ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ δημεύσας ἐξορίαις ἀπέπεμψεν. Ἀρτέμιος δὲ ἅμα Σισιννίῳ τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις Ἡρακλείας καταλαμβάνει, σὺν αὐτοῖς δὲ καὶ ἅπερ ἦγον ἐκ Θεσσαλονίκης ἀκάτια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι. γράφει δὲ Βουλγάροις ὁ βασιλεὺς ὡς τὴν εἰρήνην μᾶλλον ἀσπάσοιντο καὶ τοὺς ἐχθροὺς προδοῖεν. οἱ δὲ εἰς ἀπολογίαν κατέστησαν συγγνώμην αἰτήσαντες καὶ τὰ πρὸς εἰρήνην ὑπισχνούμενοι. καὶ τὸν μὲν Ἀρτέμιον σὺν τῷ ἀρχιερεῖ Θεσσαλονίκης καὶ ἄλλους πλείστους δεσμώτας πρὸς βασιλέα πέμπουσι, καὶ Σισιννίου τοῦ πατρικίου τὴν κεφαλὴν ἐκτεμόντες ὡσαύτως στέλλουσιν οὕτω τε πρὸς τὴν ἑαυτῶν ἀπεχώρουν. Ἀρτέμιον δὲ σὺν τῷ ἀρχιεπισκόπῳ παραλαβὼν ἐν τῷ λεγομένῳ κυνηγίῳ ἀπέτεμεν. ἱππικὴν δὲ ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας αὐτῶν ἐκτεμὼν καὶ δημεύσας ὑπερορίαις κατεδίκασε. Ταῦτα οὖν καταπραξάμενος προσκαλεῖται Γερμανὸν τὸν 57 τηνικαῦτα ἀρχιερέα πέμπτῃ καὶ εἰκάδι τοῦ Μαρτίου μηνὸς τῆς τρίτης ἰνδικτιόνος, τῇ σωτηρίῳ τοῦ Χριστοῦ ἀναστάσει, ἐν τῷ Τριβουναλίῳ λεγομένῳ δεκαεννέα ἀκουβίτων, στέφει τὸν υἱὸν Κωνσταντῖνον εἰς βασιλέα. Οἷον δὲ κατὰ τοὺς χρόνους ἐκείνους περὶ τὰς νήσους τῆς τε Θήρας καὶ Θηρασίας καλουμένας συμβέβηκεν, αἳ πρὸς τῷ Κρητικῷ πελάγει κεῖνται, παραδραμεῖν οὐκ ἄξιον. θέρους ὥρας ἐνεστηκυίας συνηνέχθη τὸν θαλάττιον βυθὸν πλεῖστον ὅτι καπνώδη ἀτμὸν ἐξερεύγεσθαι, ἐξ οὗ ἐπὶ πολὺ πυκνουμένου τοῦ ἀέρας πῦρ ἐξαφθῆναι, καὶ μετὰ τὸ πῦρ λίθους κισσιρώδεις διεκβρασθῆναι εἰς πλῆθος μέγιστον, ὥστε εἰς εἶδος νήσου τοὺς λίθους συστῆναι, ἑνωθῆναί τε τὴν γὴν τῇ Ἱερᾷ καλουμένῃ νήσῳ, ἣν δὴ καὶ αὐτήν φασι τῷ ὁμοίῳ τρόπῳ τοῦ βυθίου ἀναδοθῆναι χώρου, καθάπερ καὶ τὰς ῥηθείσας λόγος Θήραν καὶ Θηρασίαν νήσους. τῷ ἀπείρῳ δὲ πλήθει τῶν ἀναδιδομένων λίθων ἀνὰ πᾶσαν κατεστορέσθαι τὴν ἐκείνῃ θάλασσαν, ἐνθένδε τε ἀφικέσθαι ἄχρις Ἀβύδου καὶ τῆς Ἀσιάτιδος παραθαλασσίου. ὑπεκκαίεσθαι δὲ τὸ προσπελάζον ῥεῖθρον ὡς μηδὲ θιγγάνειν αὐτοῦ τινὰ ἱκανῶς ἔχειν. Ταῦτά φασιν ἀκούσαντα τὸν βασιλέα ὑπολαμβάνειν θείας ὀργῆς εἶναι μηνύματα, καὶ ἥτις αἰτία ταῦτα κεκίνηκε διασκέπτεσθαι. ἐντεῦθεν λοιπὸν κατὰ τῆς εὐσεβείας ἵσταται καὶ τῶν ἱερῶν εἰκονισμάτων μελετᾷ τὴν καθαίρεσιν ὡς ἐκ τῆς τούτων ἱδρύσεώς τε καὶ προσκυνήσεως γεγονέναι οἰόμενος τὸ τεράστιον, κακῶς εἰδώς. ἐκδιδάσκειν δὲ τὸν λαὸν τὸ οἰκεῖον ἐπεχείρει δόγμα. πολλοὶ γοῦν τὴν ὕβριν τῆς ἐκκλησίας ἀπωλοφύροντο. διὸ δὴ καὶ οἱ τὴν Ἑλλάδα καὶ τὰς 58 Κυκλάδας νήσους οἰκοῦντες οὐ προσιέμενοι τὸ δυσσέβημα πρὸς τὸν βασιλέα διαστασιάζουσι, καὶ πλεῖστον στόλον ἀθροίσαντες Κοσμᾶν τοὔνομα ἐφ' ἑαυτοῖς βασιλεύουσι. καὶ πρὸς τὴν βασιλεύουσαν ἧκον· οἷς συμμίσγουσι πολέμῳ οἱ τῆς πόλεως καὶ πολλὰς τῶν περὶ αὐτὸν νηῶν ἐνέπρησαν. οἱ δὲ τὴν ἧτταν θεασάμενοι τῷ βασιλεῖ προσφεύγουσι. τῶν δὲ περὶ αὐτὸν ἀρχόντων τις Ἀγαλλιανὸς ὄνομα, ταῦτα θεασάμενος καὶ τῆς σωτηρίας ἑαυτοῦ ἀπογνούς, σὺν τῇ πανοπλίᾳ ἑαυτὸν τῷ βυθῷ παραδέδωκε. Κοσμᾶς δὲ καὶ ἕτερός τις Στέφανος συλληφθέντες τὰς κεφαλὰς ἀπετμήθησαν. Τῷ δὲ ἐπιγενομένῳ θέρει πάλιν ἱππικὰ στρατεύματα τῶν Σαρακηνῶν πλεῖστα τῆς Ῥωμαίων ἀρχῆς κατέθεον, ὧν ἡγοῦντο Ἄμερος καὶ Μαυίας ὀνομαζόμενοι Σαρακηνοί· καὶ καταλαμβάνουσι πρὸς τὴν προκαθεζομένην τῆς Βιθυνίας πόλιν Νίκαιαν καλουμένην· ἐπί τινα χρόνον τῆς πολιορκίας ἐχόμενοι τέλος ἄπρακτοι ἀπεπέμποντο. Μετὰ δὴ ταῦτα ὁ βασιλεὺς ἀθροίζει πλεῖστον λαὸν τῆς πόλεως περὶ τὰ βασίλεια, καὶ συγκαλεῖ τὸν τότε τῆς πόλεως ἀρχιερέα Γερμανόν, καὶ συγγράφειν κατὰ τῆς καθαιρέσεως τῶν εἰκόνων τῶν ἁγίων ἠνάγκαζεν. ὁ δὲ παρῃτεῖτο καὶ τὴν ἱερωσύνην ἀπέβαλεν, λέγων ὡς" ἄνευ οἰκουμενικῆς συνόδου ἔγγραφον πίστιν οὐκ ἐκτίθεμαι". ἐκεῖθεν ἐπὶ τὸν πατρικὸν οἶκον γενόμενος αὐτοῦ τὸν τῆς ζωῆς βιοτεύων διετέλεσε χρόνον. μετ' αὐτὸν δὲ προχειρίζονται ἀρχιερέα Ἀναστάσιον κληρικὸν τῆς μεγάλης ἐκκλησίας τυγχάνοντα. ἐξ ἐκείνου τοίνυν πολλοὶ τῶν εὐσεβούντων, ὅσοι τῷ βασιλείῳ οὐ συνετίθεντο δόγματι, τιμωρίας πλείστας καὶ αἰκισμοὺς ὑπέμενον. Ἐν ᾧ δὲ οὕτω ταῦτα ἐπράττετο, ἐκπέμπει ὁ βασιλεὺς πρὸς τὸν τοῦ ἔθνους τῶν Χαζάρων ἡγούμενον, καὶ τὴν 59 αὐτοῦ θυγατέρα μεταπέμπεται καὶ τῷ υἱῷ Κωνσταντίνῳ εἰς γυναῖκα κατηγγύησε. χρόνου δὲ μεταξὺ παρελθόντος σεισμὸς ἐνσκήπτει κατὰ τὸ Βυζάντιον, μεθ' οὗ καὶ πόλεσιν ἑτέραις καὶ χώραις ἰσχυρῶς ἐπιφύεται. καὶ ἤδη ἄλλους τε πολλοὺς οἴκους καὶ ἱεροὺς ναοὺς καὶ στοὰς ἀθρόον ἐπικαταβάλλει, ἐκ πρώτων βάθρων αὐτῶν ἔστιν οὓς τούτων ἀνατρέψας, καὶ τὸν θεῖον νεὼν ὃν τῆς ἁγίας Εἰρήνης ἐπώνυμον καλοῦσι κατέσεισεν, ὃς πλησιαίτατα τῆς μεγάλης ἐκκλησίας ἵδρυται. μεθ' ὃν καὶ ὁ Ἀρκαδίου τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο. διέμεινε δὲ τὰ τοῦ σάλου ἄχρι καὶ εἰς ἐνιαυτὸν ὅλον· διὸ πλεῖστοι τῆς πόλεως προϊόντες καὶ ἔξω τειχῶν αὐλιζόμενοι ἐν καλύβαις κατέμενον. Λέων δὲ μετὰ τέσσαρα καὶ εἴκοσι ἔτη τῆς βασιλείας μεταλλάττει τὸν βίον ὑδέρῳ χαλεπῷ περιπεσών, διάδοχον δὲ τῆς ἀρχῆς τὸν υἱὸν Κωνσταντῖνον καταλιμπάνει. Ἀρτάβαζος δέ, ὃς γαμβρὸς Κωνσταντίνου ἐπ' ἀδελφῇ ὑπῆρχεν, ἅμα τῷ περιόντι λαῷ (στρατηγὸς δὲ τοῦ Ὀψικίου λαοῦ ἐτύγχανεν) καὶ τοῖς δυσὶν υἱέσιν, ὧν ὁ μὲν ἕτερος Νικήτας θάτερος δὲ Νικηφόρος ἐκέκλητο, κατὰ τὸ λεγόμενον τοῦ Δορυλαίου πεδίον ηὐλίζετο. καὶ δὴ τυραννίδα εὐθὺς κατ' αὐτοῦ μελετᾷ, τὸν τοῦ πενθεροῦ θάνατον πυθόμενος· καὶ ὅρκοις τὸν ὑπὸ χεῖρα κατεδέσμει λαὸν αὐτῷ μὲν εὔνουν ἔσεσθαι, ἕτερον δὲ εἰς βασιλέα μὴ δέχεσθαι. Κωνσταντῖνος δὲ τῆς βασιλείας κρατήσας ἀπόμοιράν τινα στρατοῦ ἐπιλεξάμενος τῆς πόλεως ἔξεισι καὶ τὸ πεδίον ὃ Κρασὸς προσαγορεύεται καταλαμβάνει καὶ Ἀρταβάζῳ ἐσήμαινεν ἥκειν πρὸς αὐτόν, ὡς 60 ἂν ἅμα τῶν πολεμίων χάριν βουλεύσοιντο. ὁ δὲ ἤδη ὥρμα, οὐ βουλῆς ἕνεκεν, ἀλλὰ τῆς βασιλείας αὐτὸν καθαιρήσων. Κωνσταντῖνος δὲ τὰ τῆς τυραννίδος πυθόμενος, καὶ Βίσηρον τὴν ἀξίαν πατρίκιον προϋπαντήσαντα καὶ τῷ ξίφει τῶν ἀντιπάλων πεσόντα αἰσθόμενος, καὶ ὡς τὸ βασιλικὸν ἐσκευαγώγουν στρατόπεδον εἰσιδών, αὐτὸς πρὸς τῇ χώρᾳ τῶν ἀνατολικῶν καλουμένῃ φυγὰς ἐνθένδε ἀπιὼν τὴν σωτηρίαν τὴν ἑαυτοῦ περιεποιήσατο. καὶ αὐτοὶ εὐνοϊκῶς ὑποδεξάμενοι ἐνωμότους αὐτῷ συνθήκας δεδώκεσαν ὡς μέχρις αἵματος ὑπὲρ αὐτοῦ ἀνελέσθαι τὸν κίνδυνον, καὶ Ἀρτάβαζον αἰσχρῶς δυσφημοῦντες καθύβριζον. μεταστέλλονται γοῦν καὶ Σισίννιον τὸν πατρίκιον καὶ σύμφωνα καθίστων ἅμα τῷ ὑπ' αὐτὸν στρατηγουμένῳ τῶν Θρᾳκησίων λεγομένῳ λαῷ, καὶ ἅπαντες κατὰ Ἀρταβάζου ὠμῶς ἐχώρουν. Θεοφάνης δέ, ὃν Μονώτιον ἐκάλουν, τὴν τοῦ μαγίστρου ἀξίαν διέπων καὶ τὴν βασιλέως χρείαν εἰς Βυζάντιον ἀποπληρῶν, Ἀρταβάζῳ προσέθετο καὶ βασιλέα ἀνεκήρυττε, καὶ Βυζαντίους ἀνέπειθεν ὡς Κωνσταντῖνος τεθνήκει. τὸν δὲ υἱὸν Νικηφόρον τοὔνομα κατὰ τὴν Θρᾴκην τότε στρατηγοῦντα μεταπέμπεται καὶ σὺν τῷ περὶ αὐτὸν στρατῷ πρὸς φυλακὴν τῆς πόλεως ἐγκαθίστησι. τῶν βασιλικῶν δὲ ὑπηρετῶν οὓς μὲν ἀπετύφλου οὓς δὲ καὶ ἑτέρως κατῄκιζε. καὶ Ἀρτάβαζος εὐθὺς τῷ συνόντι ἅμα λαῷ τῇ πόλει ἐφίσταται καὶ αὐτίκα τῶν ἁγίων ἀνίστη τὰ ἱερὰ ἀπεικονίσματα. τούτου δὲ κατόπιν ἰὼν Κωνσταντῖνος τὴν Χρυσόπολιν καλουμένην καταλαμβάνει· ἐπίνειον δὲ τοῦτο ἀντικρὺ Βυζαντίου πρὸς τῇ Ἀσιάτιδι γῇ διακείμενον. κἀνταῦθα βραχὺν διατρίψας χρόνον ὑπενόστει καὶ πρὸς τὴν πόλιν ἣν Ἀμόριον καλοῦσι διεχείμαζε. τῷ δὲ ἑξῆς ἐπιγενο 61 μένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει, τὸν δ' αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρατεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία ἐσιαίνετο πικρῶς. καθ' ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αὐτῷ συμμίξας κραταιῶς ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦσαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς πρὸς τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας ἐπὶ τὸ Βυζάντιον ᾤχετο. Νικήτας δὲ ὁ αὐτοῦ υἱὸς κατὰ Κωνσταντίνου τὴν ὁρμὴν ἐποιεῖτο. ὁ δὲ πρός τι χωρίον αὐτῷ μάχῃ προσβαλών, Μωδρινὴν τῇ ἐπιχωρίῳ φωνῇ προσαγορευόμενον, αὐτὸν μὲν Νικήταν ἐτρέψατο, τοῦ δὲ συνόντος λαοῦ πλείστους ἀναιρεῖ. ἐντεῦθεν ἐν μεγίσταις συμφοραῖς τὰ Ῥωμαίων διέκειτο, ὁπηνίκα ἡ παρ' ἐκείνοις περὶ τῆς ἀρχῆς ἅμιλλα τὸν ἐμφύλιον Χριστιανοῖς ἀνερρίπισε πόλεμον. οἷα γὰρ καὶ ὅσα συμβαίνειν τοῖς τοιούτοις εἴωθε τὰ δεινότατα, ὡς καὶ τὴν φύσιν ἑαυτὴν ἐπιλανθάνεσθαι καὶ καθ' ἑαυτῆς ἵστασθαι (καὶ τί γὰρ δεῖ τἆλλα λέγειν;), πολλοὺς ἂν ἐν πείρᾳ καθεστηκέναι. ἐν τούτοις καθυπέρτερος Κωνσταντῖνος γενόμενος πρὸς τὰ Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε τοῦ μεγίστου λιμοῦ τοὺς Βυζαντίους κατατείνοντος πολλοὺς μὲν συνέβαινε διαφθείρεσθαι, ἄλλους ὑπὲρ τειχῶν ἑαυτοὺς ἔξω ῥίπτειν βιαζομένους. οἱ δὲ καὶ δώροις ἔπειθον τοὺς ἐπὶ τῶν πυλῶν φύλακας κρύβδην ἐξ 62 ιέναι τῆς πόλεως. Κωνσταντῖνος δὲ ἅπαντας εὐμενῶς ἐδέχετο καὶ περιεποιεῖτο μάλιστα. αὖθις οὖν Νικήτας ἐπιστρατεύει καὶ μέχρι Χρυσοπόλεως παραγίνεται. Κωνσταντῖνος δὲ πάλιν αὐτῷ ἐπιτίθεται καὶ κατὰ τὴν Νικομηδέων καταλαμβάνει πόλιν, καὶ αὐτὸν μὲν χειρωσάμενος σιδήροις ἐδέσμει, Μαρκελλίνου δὲ τοῦ συνόντος αὐτῷ ἀρχιερέως τῆς Γαγγρηνῶν μητροπόλεως τὴν κεφαλὴν ἐξέτεμε. κἀκεῖθεν ἐπανελθὼν παραλαμβάνει τὸ Βυζάντιον. Ἀρτάβαζος δὲ ἀποδρὰς πρὸς τὴν ἐν Βιθυνίᾳ Νίκαιαν πόλιν διασώζεται, καὶ τοὺς ἐν αὐτῇ ἀνέπειθεν ὡς ἥκοι στρατολογήσων καὶ δύναμίν τινα ἐκεῖ περιβαλλόμενος. ἐξ ὧν ὀλίγους στρατιώτας προσλαβὼν ἐπὶ τὸ φρούριον τὸ λεγόμενον Πουζάνης ἀπιὼν ἐγκατακλείεται. Κωνσταντῖνος δὲ ἀπόμοιραν εἰς δίωξιν αὐτοῦ ἐκπέμψας αὐτόν τε χειροῦται, καὶ σὺν τοῖς υἱέσιν αὐτοῦ δεσμώτας ἐπὶ ἀγῶνος ἱππικοῦ ἕλκων θριαμβεύει ἐκεῖθέν τε ἐν εἱρκτῇ τηρεῖσθαι ἀσφαλῶς παραδέδωκεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Σισίννιος ὁ πατρίκιος τυραννίδα ἐφωράθη κατὰ Κωνσταντίνου μελετήσας, ἐφ' ᾗ διαγνωσθεὶς τοὺς ὀφθαλμοὺς ἐκκόπτεται. μετὰ ταῦτα δὲ καὶ Ἀρτάβαζος καὶ οἱ αὐτοῦ υἱοὶ τῇ αὐτῇ τιμωρίᾳ ᾐκίσθησαν. Ταῦτα οὕτω τὰ τῆς ἰδίας ἀρχῆς διαθεὶς Κωνσταντῖνος μετὰ χρόνον οὐ πολὺν κατὰ τὴν χώραν τῶν Σαρακηνῶν ἐκστρατεύει, ὧν εἷλε πόλιν Γερμανίκειαν τῆς Εὐφρατησίας χώρας. εἰσπίπτει δὲ κατὰ τὴν βασιλεύουσαν καὶ τὰς κύκλῳ χώρας†, καὶ καθ' οὓς τόπους τὸ φθοροποιὸν ἐπεφύετο πάθος, ἅπαν ἀνθρώπων γένος ἐπινεμόμενον διώλλυέ τε καὶ ἄρδην ἐξηφάνιζε. διεσώθη δ' ἄν τις θείᾳ πάντως βουλή 63 σει, ὅστις ὡς πορρωτάτω τούτων τῶν χωρῶν ἀπέδρα. ἐπετείνετο δὲ τὰ τῆς φθορᾶς μάλιστα περὶ τὸ Βυζάντιον. τεράστια δ' οὖν καὶ δείματα ἐξαπίνης ἐφαίνετο· (τύποι σταυροειδεῖς ἔν τε ταῖς τῶν ἀνθρώπων στολαῖς καὶ τῶν ἱερῶν ἐσθημάτων ἐπανατέλλοντες, θύραις τε ὡσαύτως καὶ τοῖς τῶν θυρῶν σταθμοῖς,) ἃ δὴ φαινόμενα φρίκην μεγάλην καὶ ἀπορίαν πᾶσιν ἐνέτικτεν ὡς παραχρῆμα τὸν ὄλεθρον μηνύοντα ἔσεσθαι. ὥσπερ δὲ ἐξεστηκότες τῷ δέει οἱ ἄνθρωποι καὶ φαντασιούμενοι ἐδόκουν αὑτοῖς ὡς ξένοις τισὶ συνοδεύειν καὶ εἰδεχθέσιν ἀνθρώποις, καὶ εἶτα ὡς γνωρίμοις δῆθεν τοῖς ἐντυγχάνουσι προσαγορεύοντες, καὶ τὰ πρὸς τὴν ὁδὸν ὡμιλημένα ἑτέροις ἔπειτα ἀφηγούμενοι· καὶ ἄλλοι φάσμασί τισιν ἐκδειματούμενοι ἑώρων ξίφεσιν ἀλλήλους τινὰς βάλλοντας. καὶ δὴ οὕτω τὰ πλεῖστα ἐξέβαινεν. οὐδὲ οἷοί τε ἦσαν οἱ περισωζόμενοι τῶν ἀποιχομένων ταφῇ παραδιδόναι τὰ σώματα καὶ τὴν ὁσίαν ἐπ' αὐτοῖς ποιεῖσθαι, ὀλιγοστοὶ μάλα πλείστους ἄγαν ἐκκομίζοντες. διὸ μηχανὰς ἔκ τινος περινοίας κατεσκεύαζον, σεσαγμένοις τοῖς ἀχθοφόροις ζῴοις σανίδας ἐπιστρωννύντες καὶ ἐπὶ μέγα τι χωρίον ἀπευρύνοντες τὸ μηχάνημα, οὕτω τε τὰ πλεῖστα τῶν πτωμάτων ἀκόσμως καὶ ὡς ἂν ἔτυχεν ἐπετίθεσαν. ἤδη δὲ καὶ ἅμαξαι πρὸς τὴν ἐκφορὰν τοῦ πλήθους τῶν νεκρῶν φορούμεναι ὑπηρέτουν, τῶν ὑποζυγίων αὐτοῖς μὴ ἐπαρκεῖν ἔτι δυναμένων. ἐπιλελοίπασι δὲ εἰς ἅπαξ καὶ οἱ τάφοι, ὥστε καὶ τὰς ἀνύδρους τῶν δεξαμενῶν νεκρῶν ἐμπλησθῆναι σωμάτων. ἄρουραι δὲ ἀνετέμνοντο καὶ ἀμπελῶνες διωρύσσοντο καὶ κῆποι διεσκάπτοντο πρὸς τὴν τῶν ἀπείρων σωμάτων ταφὴν καινοτομού 64 μενοι. ἐξ ὧν συνέβαινε τοὺς πλείονας τῶν οἴκων κατακλείστους πάμπαν γίνεσθαι. παρέτεινε δὲ τὰ τῆς θραύσεως μέχρις ἐνιαυτοῦ, καὶ ἐξ ἐκείνου ἐνεδίδου τὰ πλεῖστα, καὶ κατὰ μικρόν, ὥσπερ τὴν ἀρχὴν ηὔξανεν, οὕτω δὴ καὶ ἐλώφησεν ἡ φθορά. ταῦτα ἐκρίνετο τοῖς ὀρθὰ φρονεῖν εἰδόσιν ἐκ θείας ἐπισκήπτειν ὀργῆς, ἡνίκα ὁ τότε ἀθέως καὶ δυσσεβῶς κρατῶν, καὶ ὅσοι αὐτῷ συνῄνουν τῷ ἀθέσμῳ φρονήματι, τὰς χεῖρας ἐπαφεῖναι κατὰ τῶν ἁγίων ἀπεικονισμάτων εἰς ὕβριν τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥωμαίοις ἐξουσίας λαῶν πλήθη μετάγων. ὑπὸ δὲ τοῦτον τὸν χρόνον στόλον ἐκπέμπει κατὰ τῆς τῶν Σαρακηνῶν χώρας, οὗ ἡγεῖτο ὁ τηνικαῦτα στρατηγῶν τῶν Κιβυραιωτῶν καλουμένου στρατοῦ. καθορμίζεται δὲ ὁ στόλος κατὰ τὴν Κύπρον νῆσον. ἔνθα αὐτίκα μάλα κατῇρεν ἐκ τῆς Ἀλεξάνδρου πόλεως καὶ τῶν Σαρακηνῶν πλόϊμον. ὅπερ ὁ στρατηγὸς προαισθόμενος ἐξαπιναίως εἰσπίπτει κατ' αὐτοῦ πυρί τε διαφλέξας τὰς ναῦς τὰ αὐτῶν σφετερίζεται ἅπαντα, καὶ κατὰ κράτος ἑλὼν τοὺς πολεμίους πρὸς Κωνσταντῖνον ὑπενόστει. Μετὰ ταῦτα τίκτεται τῷ βασιλεῖ υἱός, ὃν Λέοντα ἐπωνόμασε. τηνικαῦτα καὶ ἐν Συρίᾳ σεισμὸς μέγας γίνεται καὶ ὄλεθρος ἐκεῖθεν ἐφίσταται μέγιστος. αἱ μὲν γὰρ τῶν ἐκεῖ πόλεων ἐπὶ μέγα ἡ γῆ περὶ αὐταῖς ἔχανεν, αἱ δὲ παρὰ μέρος τοῦτο πεπόνθεισαν. ἄλλαι τῶν ὑψηλῶν ἀποκινηθεῖσαι χώρων πρὸς τὰ ὑποκείμενα πεδία σὺν τείχεσιν αὐτοῖς καὶ οἰκήμασι σῶοι κατεσύρησαν, μέχρι σημείων ἓξ [καὶ] τῆς οἰκείας μεταστᾶσαι ἱδρύσεως, ἢ μικρῷ πρός. ἤδη δέ τινες 65 ἔφασαν τὴν γῆν θεάσασθαι τὴν κατὰ τὴν Συρίαν Μεσοποταμίας ῥαγεῖσαν ἐπὶ σημείοις δύο βύθιον ἑτέραν ἀναβράσαι κάτωθεν γῆν ὥσπερ ἀμμώδη καὶ λευκοτάτην, συναναδοθῆναι δὲ ταύτῃ ἡμίονον θήλειαν ἀνθρωπείᾳ φωνῇ τὴν τῶν Ἀράβων κατάλυσιν προαναφωνοῦσαν. οὐ πολὺ γὰρ τὸ μεταξύ, καὶ τῆς ὑπερέκεινα ἐρήμου ἔθνος ἐπιφυὲν πλήθη τούτων πολλὰ ἀμαχὶ διεχειρίσατο. Μετὰ δὴ ταῦτα στέφει Κωνσταντῖνος τὸν υἱὸν Λέοντα εἰς βασιλέα καὶ εὐθὺς κατὰ Σαρακηνῶν ἐκστρατεύει. καὶ γενόμενος κατὰ τὴν Μελιτηναίων πόλιν ταύτην πολιορκίᾳ εἷλε, λαὸν πολὺν δοριάλωτον καὶ πλεῖστα σκῦλα ἐκεῖθεν ἀπενεγκάμενος. ἐν τούτῳ δὲ ἐτελεύτα καὶ Μαρία ἡ Αὐγούστα ἡ αὐτοῦ γαμετή. ὅπερ δὲ μετ' ὀλίγον συνέβαινε μνήμης ἄξιον, οὐ παραδραμεῖν δίκαιον. συνηνέχθη γὰρ τηνικαῦτα θέαμα φορεβὸν καὶ τεράστιον ξένον ἐξ ἀερίου γενέσθαι συμπτώματος, ὅπερ περὶ λύχνων ἁφὰς κατάρξαν διὰ πάσης ἐφαίνετο νυκτός, ἔκπληξιν καὶ δέος μέγα τοῖς θεωμένοις ἐμποιοῦν ἅπασιν. ἐδόκει γὰρ αὐτοῖς ὡς οἱ ἀστέρες ἅπαντες τοῦ τεταγμένου αὐτοῖς οὐρανίου χώρου παρακινούμενοι κατὰ γῆς ἐφέροντο. οἱ δὲ περίγειοι γενόμενοι ἀθρόον διελύοντο, ἥκιστα τὴν οἱανοῦν βλάβην ποιησάμενοι πώποτε. φασὶ δὲ πολλοὶ ὡς διὰ πάσης τῆς οἰκουμένης τὸ τοιοῦτον ἐξαίσιον διεδείκνυτο θέαμα. Καὶ τὰ μὲν τῶν ἀστέρων ἐν τούτοις ὤφθη· χρόνου δέ τινος διῳχηκότος Ἀναστάσιος ὁ τοῦ Βυζαντίου ἐτελεύτα ἱεράρχης. Κωνσταντῖνος δὲ καθ' ἅπαξ πρὸς τὴν ὕβριν τῆς ἐκκλησίας ἰδὼν καὶ πρὸς τὴν εὐσέβειαν ἤδη ἀπομαχόμενος, ὡς ὑπὸ τοῦ ἄγοντος αὐτὸν ἐναντίου πνεύματος κινούμενος, σύνοδον ἱερέων ἀθροίζει ὀκτὼ καὶ τριάκοντα καὶ τριακοσίους τὸν ἀριθμὸν τυγχάνουσαν, (ταύτης ἐξῆρχε Θεοδόσιος ὁ τῆς 66 Ἐφεσίων πόλεως ἀρχιεπίσκοπος) ἀρχιερέα τε τῆς πόλεως ἀνακηρύσσει Κωνσταντῖνόν τινα τὸ τῶν μοναχῶν σχῆμα περιβεβλημένον, ἐπίσκοπον δὲ τῆς τοῦ Συλλαίου πόλεως γεγονότα. ὅρον δὲ πίστεως ἐκτίθενται, ἐν ᾧ ὑπεσημήναντο ἅπαντες κακῶς καὶ δυσσεβῶς συμφρονήσαντες, τὴν τῶν ἱερῶν εἰκονισμάτων καθαίρεσιν ἐκφωνήσαντες· καὶ ὥσπερ νηπιωδεῖς ἐπ' ἀγορᾶς ταῦτα ἀνεθεμάτιζον. μεθ' ὧν καὶ Γερμανὸν τὸν ἀρχιερέα τοῦ Βυζαντίου γεγονότα Γεώργιόν τε τὸν ἐκ Κύπρου τῆς νήσου ὁρμώμενον καὶ Ἰωάννην τὸν ἀπὸ Δαμασκοῦ τῆς Συρίας τὸ ἐπίκλην Μανσούρ. Ταῦτα ἐπιτελῆ ποιήσας Κωνσταντῖνος ἦρξε δομεῖσθαι τὰ ἐπὶ Θρᾴκης πολίσματα, ἐν οἷς οἰκίζει Σύρους καὶ Ἀρμενίους, οὓς ἔκ τε Μελιτηναίων πόλεως καὶ Θεοδοσιουπόλεως μετανάστας πεποίηκε, τὰ εἰς τὴν χρείαν αὐτοῖς ἀνήκοντα φιλοτίμως δωρησάμενος. ταῦτα τοίνυν οἱ Βούλγαροι ὡς ἐπολίζοντο θεασάμενοι, φόρους ᾔτουν παρὰ βασιλεῖ δέξασθαι. τοῦ δὲ μὴ δεξαμένου οἵ γε στρατευσάμενοι τὰ ἐπὶ Θρᾴκης χωρία κατέτρεχον καὶ μικροῦ τοῦ μακροῦ καλουμένου τείχους ἐπεξέθεον. ὁ δὲ ἀντεπεξῄει καὶ συμβαλὼν πολέμῳ εἰς φυγὴν ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ εἰς πεντακοσίους τὸν ἀριθμὸν συντελούσας, διὰ τοῦ Εὐξείνου ἐκπλεύσαντες καὶ πρὸς τῷ Ἴστρῳ γενόμενοι ποταμῷ χώρας τε Βουλγάρων ἐπίμπρασαν καὶ δοριαλώτους οὐκ ὀλίγους εἷλον· αὐτὸς δὲ μάχῃ συμμίξας αὐτοῖς κατὰ τὰς λεγομένας Μαρκέλλας (φρούριον δὲ τοῦτο πλησιαίτατα Βουλγάρων κείμενον) εἰς φυγὴν ἐτρέ 67 ψατο καὶ πολλοὺς αὐτῶν ἔκτεινεν. ἐντεῦθεν ἐκεῖνοι τὸ ἧττον ἀπενεγκάμενοι περὶ εἰρήνης διεπρεσβεύοντο ἐκ τῶν οἰκείων τέκνων ὁμήρους προϊέμενοι. Ἔτι πρὸς τούτοις οὐδὲ ἐκεῖνο νῦν παραδραμεῖν ἄξιον. ὥρα ἐνέστηκε φθινοπώρου, καὶ ἐν αὐτῇ χειμέριον γίνεται τὸ κατάστημα καὶ τῷ ὄντι κρυερὸν καὶ δριμύτατον, ὡς ξένην τινὰ καὶ ἐξαίσιον τοῖς τηνικαῦτα ὁρῶσιν ἀποτελέσαι τῆς ὑγρᾶς οὐσίας ἐκ τῆς περὶ αὐτὴν συμβάσης πήξεως τὴν θέαν, οὐκ ἐν τοῖς γλυκέσιν ὕδασι μόνον, ἀλλὰ, τὸ δὴ παραδοξότερον, καὶ κατὰ τῆς ἁλμυρᾶς ἰσχῦσαν ποιότητος, καὶ ἐν ἄλλοις μὲν πλείστοις τοῖς ἀνὰ τὴν οἰκουμένην τόποις, οὐχ ἥκιστα δὲ τά τε ὑπερβόρεια καὶ προσάρκτια καταπῆξαν δεινότατα. ἐπὶ τοσοῦτο δὲ κατεπυκνοῦτο καὶ διεπήγνυεν ὥστε τὴν ὑπερπόντιον τοῦ Εὐξείνου θάλασσαν ἐπὶ σημείοις ἑκατόν που ἀποκρυσταλλωθῆναι κατὰ τὸ πέλαγος, εἶτα καὶ τοὺς ὑπερκειμένους μεγίστους ὅτι μάλιστα καὶ πλείστους ποταμῶν, καὶ ἔτι τὸν ἐπὶ Μεσήμβρειαν καὶ Μήδειαν πόλιν ἐρχόμενον παράκτιον χῶρον τῷ πάγει συναποπετρωθῆναι, διὰ βάθους χωρησάσης τῆς τοιαύτης πήξεως ἄχρι καὶ εἰς τριάκοντα πήχεις· ἐπὶ τούτοις ἀφάτου καταρραγείσης χιόνος εἰς ὕψος διαρθῆναι τὸ κρύος ὑπερανεστηκὸς τῆς ἐπιφανείας μέχρι πηχῶν που ἄλλων εἴκοσι, καί πως συμφυῆναι τῇ ἠπείρῳ τὴν θάλασσαν ὡς μηδὲ διακρῖναι ῥᾳδίως ποτέρα ἑτέρας ἀποκέκριται. οὕτω τε ἅπαν τὸ πρὸς ἄρκτους ἠπειρωθὲν ὕδωρ πεζεύειν κατὰ νώτου συνεχώρει τοῖς βουλομένοις, βάσιμά τε ἦν τὰ ἐκείνῃ ἅπαντα, ὅσα τε ἐν τοῖς τῶν Χαζάρων γῆς μεθορίοις καὶ τοῖς πλησιοχώροις Σκυθικοῖς ἔθνεσι, καὶ οὐκ 68 ἀνθρώποις μόνον ἀλλὰ καὶ κτήνεσι καὶ ζῴοις ἑτέροις γενόμενα· ἄπλωτον δὲ ἤδη ἐντεῦθεν γενέσθαι τὴν Ποντικὴν τότε θάλασσαν. ἡμέραις δέ τισι διιππευούσαις καὶ ὁ ἄπλετος ἐκεῖνος τοῦ παγέτου ὁλκὸς εἰς διάφορα συρρήγνυται τμήματα, ἅπερ εἰς τοσοῦτον ὕψος ἀνέσχεν ὡς ὄρη δοκεῖν εἶναι ὑπερύψηλα. τούτων ἀπορραγέντα μέρη τινὰ καὶ τῇ βίᾳ τῶν πνευμάτων συνωθούμενα πρός τε Δαφνουσίαν, φρούριον [ὄν] τι τῆς Ποντικῆς μοίρας ἐρυμνότατον τυγχάνον, ἐξοκέλλουσι καὶ ἄχρι τοῦ στομίου τοῦ Εὐξείνου κατέρρουσι· συστραφέντα δὲ πρὸς ἑαυτὰ κατὰ τὸν αὐτόθι στενὸν πόρον, τὸν μεταξὺ πορθμὸν πληρώσαντα τὰς ἑκατέρωθεν ἠπείρους, τήν τε Θρᾴκην καὶ τὴν Ἀσιάτιδα, ἀλλήλαις συνήνωσαν, ὡς ἐξ ἑκατέρας πρὸς θατέραν πεζῇ μᾶλλον ἢ πλοῒ διαπεραιοῦσθαι ἐξεῖναι τῷ βουλομένῳ. ἐκεῖθεν συνωθούμενα ἀνὰ τὴν Προποντίδα μέχρις Ἀβύδου ἐξεχύθησαν, ἥπερ δὴ οὐδὲ θάλασσα εἶναι τὸ λοιπὸν ὑπωπτεύετο. τούτων ἓν ἀποσπασθὲν τῇ ἀκροπόλει τοῦ Βυζαντίου προσαράσσεται καὶ τὸ αὐτόθι τεῖχος περιέσεισεν ὡς καὶ τοὺς ἔνδον οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. καὶ τοῦτο τριχῇ διαιρεθὲν παρ' ἑκάτερα μέρη τῆς ἀκροπόλεως τὰς ἀκτὰς ἐμπίπλησι. τὸ δὲ ὕψος αὐτοῖς τῶν τῆς πόλεως τειχῶν ὑπερανέστηκε, δι' αὐτῶν τέ τινες ἐξ ἀκροπόλεως πρὸς τὸ ἀντικρύ, ἐν οἷς τῶν Γαλάτου λεγόμενον ἵδρυται φρούριον, πεζῇ διεπεραιοῦντο. ταῦτα ἔκπληξιν μεγίστην τοῖς τῆς πόλεως ἐνεποίει· τῷ παραδόξῳ γὰρ καὶ ἀδοκήτῳ τῆς θέας ἐν ἀπορίᾳ γενόμενοι θρήνοις καὶ δάκρυσι πλείστοις συνεχόμενοι ἐνθένδε ἀπηλλάσσοντο. Χρόνων δὲ οὐκ ὀλίγων διελθόντων, Σκλαβηνῶν γένη τῆς ἑαυτῶν μεταναστάντα γῆς φυγάδες διαπερῶσι τὸν Εὔξεινον. συνετέλει δὲ αὐτῶν τὸ πλῆθος ἄχρι καὶ εἰς ἀριθμὸν 69 ὀκτὼ καὶ διακοσίας χιλιάδας. καὶ πρὸς τὸν ποταμὸν ὃς Ἀρτάνας καλεῖται αὐτοὶ κατοικίζονται. Τὰ δὲ κατὰ τοὺς Οὔννους Βουλγάρους ἐπράττετο τῇδε. οὗτοι τὰ πρὸς ἀλλήλους συνθέμενοι τοὺς μὲν ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος ἅμα ἐπιδεικνύμενον. οὗτος λαὸν συναγείρας ὁπλίτην καὶ μάχιμον τὰ πλησιαίτερα τῶν Ῥωμαίων χωρία καὶ φρούρια κατέτρεχε καρτερῶς. οὗ τὸ θρασὺ καὶ αὔθαδες Κωνσταντῖνος θεασάμενος ναῦς ἱππαγωγοὺς ἄχρι καὶ εἰς τὰς ὀκτακοσίας κατεσκεύασε, καὶ ταύτας ἱππικῷ στρατῷ πληρώσας διὰ τοῦ Εὐξείνου πρὸς τὸν Ἴστρον ἐξέπεμψεν. αὐτὸς δὲ στρατὸν ἕτερον ἐπαγόμενος πρὸς Ἀγχίαλον πόλιν παραγίνεται. καθ' ὃν Τελέσσιος ἐξέρχεται ἔχων εἰς συμμαχίαν καὶ Σκλαβηνῶν οὐκ ὀλίγα πλήθη. καὶ ἡττηθεὶς μάχῃ εἰς φυγὴν ἐτράπετο. πλεῖστοι δὲ τῶν πολεμίων ἀφ' ἑκατέρου μέρους πίπτουσι, καὶ ἄλλοι οὐκ ὀλίγοι καὶ τῶν ἐπιφανεστέρων ἐζωγρήθησαν. οὕτω τε τοῦ πολέμου κρατήσας πρὸς τὸ Βυζάντιον Κωνσταντῖνος ᾤχετο, καὶ οὓς ἐπήγετο τῶν ἐζωγρημένων τοῖς τε πολίταις καὶ τοῖς ἐκ τῶν λεγομένων χρωμάτων δημόταις ὡς ἀναιρήσειν αὐτοχειρίᾳ παραδίδωσιν. οἱ δὲ λαβόντες ἔξω τείχους τοῦ πρὸς τῷ χερσαίῳ κειμένου ἀνεῖλον. καὶ τούτων τὰ λάφυρα τὸν ἱππικὸν ἀγῶνα θεώμενος ἐθριάμβευσεν. μεθ' ὧν καὶ δύο χρυσοῖ λουτῆρες, οἳ ἐν τῇ νήσῳ κατεσκευάσθησαν Σικελίᾳ, δημοσιεύονται, ὁλκὴν χρυσοῦ ἄχρι καὶ εἰς ὀκτακοσίας λιτρῶν ἕκαστον ἄγοντα. 70 Οἱ δὲ Βούλγαροι τὸ δυστυχὲς Τελεσσίου θεασάμενοι τοῦτόν τε στασιάσαντες κτείνουσι, καὶ κύριον αὑτῶν καθιστῶσιν ἕνα τῶν ἐν αὐτοῖς ἀρχόντων τυγχάνοντα, ᾧ Σαβῖνος ὑπῆρχεν ὄνομα· ὃς εὐθὺς τὸ κῦρος δεξάμενος πρὸς βασιλέα διαπρεσβεύεται, εἰρήνην αὐτὸν αἰτούμενος βεβαιότατα. Βουλγάρους δὲ οὐκ ἤρεσκε τὸ πραττόμενον· ἀλύοντες γὰρ ἐν τούτῳ ἰσχυρῶς ἀντέλεγον, οἰόμενοι ὡς Ῥωμαίοις αὐτίκα δουλωθησόμενοι. τούτους δεδιὼς Σαβῖνος φυγὰς πρὸς βασιλέα ᾤχετο. εὐζώνων δὲ ἀποστείλας ἀνδρῶν τινὰς τὰς γυναῖκας αὐτῶν καὶ τοὺς συγγενεῖς κεκρυμμένους εὑρὼν πρὸς Σαβῖνον ἄγει. ἐν τούτοις μεταμεληθέντες οἱ Βούλγαροι καὶ αὐτοὶ πέμπουσι πρὸς βασιλέα τοὺς τὴν εἰρήνην αἰτήσοντας. ὁ δὲ οὐκ ἐδέχετο, ἀλλ' εὐθὺς κατ' αὐτῶν ἐξεστράτευσεν. οἱ δὲ τὰς δυσχωρίας τοῦ περὶ αὐτοὺς ὄρους ἀνέφραττον. καὶ τούτων ὁ κύριος τὰ πιστὰ παρὰ βασιλέως λαβὼν σὺν τοῖς ἄρχουσιν αὐτοῦ πρὸς βασιλέα παραγίνεται. αὐτὸς δὲ τούτους δεξάμενος ἅμα Σαβίνῳ συμπαρεδρεύοντι ὠνείδισε τὴν ἀταξίαν καὶ τὸ μῖσος ὃ κατὰ Σαβίνου ἐπεδείξαντο, καὶ εἰρηνεύειν αὐτοῖς συνετίθετο. Ταῦτα διεπράττετο κατὰ τὴν πρώτην ἰνδικτιόνα. ἔτι καὶ υἱὸς τίκτεται τῷ βασιλεῖ, ὃν Νικήταν ὠνόμασεν. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον στόλος τῶν Σαρακηνῶν ἐξ Ἀφρικῆς ἀπάρας κατὰ τῆς νήσου Σικελίας παραγίνεται· τὸ δὲ ἐν αὐτῇ στρατιωτικὸν γενναίως ἀντιταξάμενον τούτοις, μηδὲν τῆς ἐλπίδος ἠνυκότας ἀπέπεμψε. Κατὰ δὲ τὴν τρίτην ἰνδικτιόνα εἰσέρχεται Κωνσταντῖνος εἰς Βουλγαρίαν τῷ τὸν ἀρχηγὸν αὐτῶν κατασταθέντα ὑπὸ Σαβίνου Οὔμαρον ὄνομα τῆς ἀρχῆς μεταστῆσαι Βουλγάρους, ἀνειπεῖν δ' ἐν αὐτῇ Τόκτον ἄνδρα Βούλγαρον τὸν Βαϊα 71 νοῦ ἀδελφόν. οἱ δὲ Βουλγάρων φυγάδες ἐν ταῖς ὕλαις τοῦ ποταμοῦ τοῦ Ἴστρου ἀπῴχοντο, οὐκ ὀλίγοι δὲ αὐτῶν κατακτείνονται, μεθ' ὧν καὶ ὁ Τόκτος ἅμα τῷ ἀδελφῷ Βαϊανῷ ἀναιρεῖται καὶ ἕτεροι. ἄλλος δέ τις ἄρχων αὐτῶν, ὃν ὀνομάζουσι Καμπαγάνον, ἐν Βάρνῃ [προσφυγεῖν] ὡς ἐδόκει προσρύεσθαι ὑπὸ τῶν ἰδίων δούλων ἀνῃρέθη. τότε δὴ καὶ Βουλγαρίας ὑπὸ Ῥωμαίων πυρίκαυτα ὡς πλεῖστα χωρία γέγονε καὶ διόλωλεν. Ἤδη δὲ ἡ ἀσέβεια τοῦ κρατοῦντος ἐπαρρησιάζετο, καὶ πᾶσα εὐσεβείας ὁδὸς διεβάλλετο καὶ τῶν εὐσεβούντων καὶ θεῷ προσανακειμένων ὁ βίος ἐχλευάζετο καὶ διεσκώπτετο, μάλιστα δὲ τῶν μοναζόντων τὸ ἱερὸν ἐκθέσμως ἐδιώκετο τάγμα. τούτων γὰρ τοὺς τὴν ἑαυτῶν ὁμολογίαν φυλάξαντας καὶ ἐπὶ τοῦ οἰκείου διαμείναντας σχήματος καὶ τῷ ἀνοσίῳ αὐτῶν ἀνθεστηκότας δόγματι ποικίλαις βασάνοις καὶ διαφόροις αἰκίαις παρεδίδοσαν, καὶ ὧν μὲν τὴν γενειάδα ἀφειδῶς ἐνεπίμπρων, ὧν δὲ τῶν ταύτης τριχῶν βίᾳ ἀποσπῶντες ἀφῄρουν. κεφαλὰς δ' ἄλλων τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σώματος ἐξέκοπτον ἀπανθρώπως οἱ δείλαιοι. καὶ ἅπαν ὡς εἰπεῖν τὸ εὐσεβὲς διωθεῖτο καὶ ἀπηλαύνετο, καὶ ὥσπερ ἑλληνισμοῦ δευτέρου Χριστιανοῖς ἐπιφυέντος πᾶσα μηχανὴ κακουργίας ἐπενοεῖτο, δι' ἧς τοὺς κατὰ θεὸν ζῆν αἱρουμένους ἐπηρεάζειν καὶ πημαίνειν ἐσπούδαζον. ἤδη δὲ τούτων ἐνίους πρὸς τὸ τῆς οἰκείας ἀπωλείας καθείλκυσαν βάραθρον, καὶ τῷ δυσσεβεῖ αὐτῶν εἶξαν θεσπίσματι ἢ βίᾳ ἑλκόμενοι ἢ ἀπάτῃ ὑποσυρόμενοι ἢ θωπείαις ὑποκλεπτόμενοι ἢ χρήμασι δελεαζόμενοι ἢ στρατείαις 72 καὶ ἀξιωμάτων† φιλοτιμούμενοι, ἢ ἑτέραις πολυτρόποις τοῦ πονηροῦ μεθοδείαις τὴν ἐξαπάτην εἰσδεχόμενοι τὸ ἐπάγγελμά τε ἠθέτουν καὶ τὸ σεμνὸν μεταμφιεννύμενοι στόλισμα κομῆται αὐτοὶ ἀντὶ κεκαρμένων διεδείκνυντο καὶ εἰς λαϊκῶν σχῆμα εὐθὺς μεθηρμόζοντο, γυναιξί τε ὁμιλεῖν κατεδέχοντο καὶ τὸ πρὸς αὐτὰς ἠσπάζοντο συνοικέσιον. ἐπράττετο γοῦν ταῦτα, ὡς ἂν διὰ πάντων αὐτός τε ὁ τῶν ὅλων θεὸς τό γε ἐπ' αὐτοῖς ἀτιμάζηται καὶ τὰ τῆς ἐκκλησίας καθυβρίζηται τίμια. Ἐντεῦθεν συλλαμβάνονται Στέφανόν τινα, ἄνδρα ὅσιον καὶ θεοφιλῆ τυγχάνοντα, μοναστὴν δὲ τῷ σχήματι καὶ περιειργμένον ἐν οἰκιδίῳ στενωτάτῳ πάνυ ὑπάρχοντα, ὑπὸ τὴν τοῦ μεγίστου ὄρους ἱδρυμένον ἀκρώρειαν, ὃ καλοῦσι τοῦ ὁσίου Αὐξεντίου λόφον. ἔγκλημά τε εὐσεβείας ἐπάγουσιν αὐτῷ οἱ ἀνόσιοι," ὡς πολλούς", φασίν," ἐξαπατᾷ διδάσκων δόξης τῆς παρούσης καταφρονεῖν οἴκων τε καὶ συγγενείας ὑπερορᾶν καὶ τὰς βασιλείους αὐλὰς ἀποστρέφεσθαι καὶ πρὸς τὸν μονήρη βίον μεταρρυθμίζεσθαι". καὶ διὰ ταῦτα πληγαῖς τε πλείσταις αἰκισάμενοι καὶ δεσμωτήριον οἰκεῖν καταδικάσαντες, τέλος σχοινίοις αὐτὸν κατὰ τοὺς πόδας ἐξάψαντες καὶ τῶν βασιλικῶν ἀφορμήσαντες περιβόλων, μέχρι τῆς λεγομένης τοῦ Βοὸς ἀγορᾶς ἑλκύσαντες διέσπασαν, καὶ αὐτοῦ τὸ σῶμα ἐν τοῖς καλουμένοις τάφοις τῶν Πελαγίου ὡς κακούργου οἱ δυσσεβεῖς ἀπέρριψαν· αὐτόθι γὰρ τά τε τῶν ἐθνικῶν ἀμυήτων σώματα καὶ τῶν ἐπὶ θανάτῳ ἀπηγορευμένῳ τελευτώντων ἐξεπέμπετο. πλείστους τῶν τε ἐν τέλει καὶ τοῦ στρατιωτικοῦ ὑπευθύνους καθιστῶντες, προσκυνεῖν 73 ἱεραῖς εἰκόσι καταιτιώμενοι, ὥσπερ ἐπὶ καθοσιώσει ἁλόντας διέφθειραν, οὓς μὲν διαφόροις θανάτοις παραδιδόντες, οὓς δὲ τιμωρίαις ξέναις καθυποβάλλοντες, πλήθη τε ἄπειρα ὑπερορίαις παραπέμποντες. ἐφ' οἷς ὅρκοις βεβαιοῦν ἐβουλεύσαντο ἅπαν αὐτοῖς τὸ ὑπήκοον ὡς τὸ λοιπὸν εἰκόνι μὴ προσκυνεῖν ἁγίων τινά. φασὶ δὲ ὡς καὶ τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα θεασάμενοι ὑψώσαντα τὰ ζῳοποιὰ ξύλα ὀμωμοκέναι μηδ' αὐτὸν εἶναι τῶν προσκυνούντων τὰς ἱερὰς εἰκόνας. τοιαῦτα τῶν ἀσεβούντων τὰ τολμήματα. Τῷ δὲ αὐτῷ ἔτει ἐπιστρατεύει Κωνσταντῖνος κατὰ Βουλγάρων καὶ παραγίνεται σὺν τῷ περιόντι λαῷ ἐγγύτατα τῆς Βουλγάρων γῆς καὶ σκηνοῦται παρὰ τὴν λεγομένην ἐμβολὴν Βεριγάβων. πλόϊμον δὲ ἐξοπλίσας συντελοῦν περὶ τὰ δισχίλια καὶ ἑξακόσια σκάφη, ναυτικὸν δὲ πλῆθος καὶ στρατιωτικὸν ἔκ τε τῶν πλοΐμων στρατηγίδων καὶ ἑτέρων χώρων ἐμβαλὼν ἐν αὐτοῖς ἀπέστειλεν, ὥστε παραγενέσθαι περί τε Μεσήμβρειαν καὶ Ἀγχίαλον τὰ πολίσματα καὶ προσπελάζειν Βουλγάροις. ἐντεῦθεν οὖν περικτυπηθέντες οἱ Βούλγαροι τότε, τὸ ἱππικὸν καὶ πλόϊμον θεασάμενοι πλῆθος, εἰς συμβάσεις τῷ βασιλεῖ ἐτράποντο. ἐπεὶ δὲ τὸ πλόϊμον πρὸς ταῖς ἀκταῖς τῆς ἐκείνῃ θαλάσσης καθωρμίζετο (ἀλίμενος γὰρ ὁ τόπος καὶ τοῖς πλέουσι δυσφορώτατος), πνεῦμα βίαιον καὶ σκληρὸν κατ' αὐτῆς πνεῦσαν (βορέας δ' ἦν ἄνεμος) τάς τε ναῦς πρὸς ταῖς ἀκταῖς περιτρέψας συνέτριψε καὶ πλήθη τῶν εἰσπλεόντων οὐκ ὀλίγα τῷ ῥοθίῳ κατεπόντισεν. ἐν τούτοις ἄγαν θορυβηθέντα τὸν βασιλέα κελεῦσαι τοὺς ἄρχοντας δικτύοις περιβαλεῖν τὴν θάλασσαν, ὡς ἀνελέσθαι τῶν ἀποπνιγέντων τὰ σώματα καὶ τῇ γῇ παραδιδόναι, οὕτω τε πρὸς τὰ βασίλεια ὑποστρέψαι. 74 Ἔτι δὲ πνέων κατὰ τῆς εὐσεβείας τὸ ἱερὸν τῶν Ναζηραίων σχῆμα καθύβριζεν. εὐθὺς γὰρ ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ τοῦ πλήθους τῶν θεωμένων ὕβρεων αὐτοῖς καὶ ἐμπτυσμάτων, οἷα περὶ τὸ ὀχλῶδες καὶ ἀγελαῖον συμβαίνειν εἴωθε, καταχεθέντων οὕτω τὸν ἄθεσμον ἐκεῖνον καὶ αἴσχιστον διήνυσαν δίαυλον. μετὰ δὲ ταῦτα ἄνδρας τινὰς τῶν ἐν ὑπεροχαῖς καὶ ἀξιώμασιν ἐγκλήμασι βαρυτάτοις συκοφαντῶν ὑπάγει ὡς εἰς τὴν ἀρχὴν αὐτῷ ἐπιβουλεύειν πειρωμένους. τούτων δ' ἦν Ἀντίοχος μὲν ὁ τῶν δημοσίων πραγμάτων τὰς ὑπομνήσεις αὐτῷ διακομίζων (λογοθέτην δὲ τοῦ δρόμου τὴν ἀξίαν οἱ περὶ τὰ βασίλεια καλοῦσι), Θεοφύλακτος δὲ ἐν τοῖς πατρικίοις καὶ στρατηγοῖς διατελῶν, ἔτι μὴν καὶ ἄλλοι τῶν περὶ αὐτὸν ἀσπιδηφόρων καὶ δορυφόρων τυγχάνοντες, πρὸς δὲ καὶ τούτων ἐκτὸς ἕτεροι. μετ' οὐ πολὺ τὴν ὁμοίαν ἐπιτελῶν ἅμιλλαν δεσμώτας ἐνταῦθα περιελκύσας ἐθριάμβευε· καὶ τῇ ἑξῆς Κωνσταντῖνον μὲν καὶ Στρατήγιον ἀδελφοὺς ὑπάρχοντας θανάτῳ κατεδίκασε, καὶ ἤδη τούτων τὰς κεφαλὰς ἐν τῷ λεγομένῳ τῆς πόλεως κυνηγίῳ ἀπέτεμεν, ἄλλων δ' αὖ τοὺς ὀφθαλμοὺς ἐξέκοψε. καὶ τῇ ὑστεραίᾳ παρασκευάζει τῶν οἰκείων τινὰς Κωνσταντίνου τοῦ τῆς πόλεως ἀρχιερέως ὅρκον κατ' αὐτοῦ ἐξυφῆναι κατηγορίαν, διελέγχειν δὲ φανερῶς ὡς παρ' αὐτοῦ ἀκηκοέναι πάντα τὰ παρὰ τῶν περὶ Ἀντίοχον καὶ Θεοφύλακτον μελετώμενα. καὶ εὐθὺς ἐκεῖνον μὲν ἐξόριστον ἐν τῇ Ἱερίᾳ, οὕτω καλουμένου βασιλικοῦ παλατίου ἀντιπέρα πρὸς εὖρον ἄνεμον τοῦ 75 Βυζαντίου κείμενον, παρέπεμψε, Νικήταν δὲ πρεσβύτερον τῆς τῶν ἁγίων ἀποστόλων ἐκκλησίας εὐνοῦχον προχειρίζεται ἀρχιερέα. ταῦτα δὲ πάντα ἐπράττετο κατὰ τὸν Αὔγουστον μῆνα τῆς τετάρτης ἰνδικτιόνος. [Κατὰ δὲ τὸν Ὀκτώβριον μῆνα τῆς ἕκτης ἰνδικτιόνος] μετ' οὐ πολὺ δὲ μεταπέμπεται Κωνσταντῖνον καὶ ἀποστέλλει πρὸς τὸ ἱερὸν φορείῳ ἐποχούμενον. συνεκπέμπει δέ τινα αὐτῷ τῶν βασιλικῶν γραμματέων κομίζοντα ἐν γραμματίῳ ὅσα κατ' αὐτοῦ· ἅπερ εἰς ὑπήκοον τοῦ ἀθροισθέντος ἐκεῖσε λαοῦ ἀνέγνω, παίων αὐτὸν κατὰ κόρρης ἐφ' ἑνὶ ἑκάστῳ τῶν κατηγορουμένων. καὶ οὕτως ἐπὶ τοῦ ἄμβωνος ἀνενέγκαντες καθαιροῦσι, τοῦ νέου πατριάρχου πρὸς τῷ θυσιαστηρίῳ τὰ τοιαῦτα αἰτιάματα ὑπαναγινώσκοντος. καὶ τῇ ἑξῆς τὴν συνήθη αὐτῷ ἱππικὴν ἀγωνίαν ἐπιτελῶν ἐπιτρέπει αὐτὸν ἐπ' ὄνου προσιζηκότα, τῆς καθέδρας αὐτῷ πρὸς τοῖς ὀπισθίοις τοῦ ζῴου περιτραπείσης, καὶ ἐκεῖσε διέλκεσθαι καὶ ὑπὸ τοῦ λαοῦ παντὸς δυσφημεῖσθαί τε καὶ καταπτύεσθαι. εἶτα μετ' οὐ πολὺ ἐν τῷ τῆς πόλεως κυνηγίῳ τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι προστέταχε, καὶ τὴν μὲν ἐν τῷ καλουμένῳ Μιλίῳ ἐξαρτηθεῖσαν μετέωρον φέρεσθαι, τὸ δ' αὐτοῦ σῶμα σχοινίοις διασύρουσιν ἀνὰ τὰς λεωφόρους τῆς πόλεως εἰς τοὺς τῶν Πελαγίων καλουμένους τάφους ἐξέρριπτον. Πέμπτῃ δὲ ἰνδικτιόνι ἀβροχίας ἐπικρατούσης αὐχμῶδες καὶ ξηρὸν γέγονε τὸ κατάστημα, ὡς καὶ αὐτὴν ἐπιλελοιπέναι τὴν ἀέριον δρόσον, ἔτι καὶ τὰ πηγαῖα ὑποστέλλεσθαι νάματα, ἀργά τε μένειν ἐντεῦθεν καὶ τὰ λουτρὰ τῶν ἐκδοχείων κενῶν ὑπαρξάντων. ἐκ τούτου βουλεύεται Κωνσταντῖνος τὸν τοῦ ὕδατος ὁλκὸν ἀνακαινίζειν ὃν Βαλεντινιανὸς ὁ βασιλεὺς κατεσκεύασεν, ὑπὸ δὲ Ἀβάρων ἐπὶ τῶν Ἡρακλείου χρόνων 76 τοῦ βασιλέως καταστραφέντα. καὶ πλείστους ἄνδρας τεχνίτας εἰς οἰκοδομὴν ἐμπείρους ἐκ τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς συναθροίσας, πολλά τε δαπανήματα αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων προσαναλώσας, οὕτω τὸ τοιοῦτον ἔργον ἐτέλεσε. φιλόχρυσος δὲ ὢν ὁ μισόχριστος νέος Μίδας Κωνσταντῖνος ἀναδείκνυται καὶ τὸν χρυσὸν ἅπαντα ἀποθησαυρίζει. ἐν οἷς συνέβαινεν ἐν ταῖς τῶν φόρων πράξεσι τῶν φορολογουμένων βιαζομένων εὐώνως τὰ τῆς γῆς καρπήματα καὶ γεννήματα διαπιπράσκεσθαι, ὡς τῷ νομίσματι ἑξήκοντα μοδίους σίτου διαγοράζεσθαι, κριθῆς δὲ ἑβδομήκοντα, καὶ πλεῖστα ἄγαν βραχείᾳ πάνυ ἀπεμπολεῖσθαι ποσότητι. ὅπερ τοῖς μὲν ἀνοήτοις εὐφορία τε γῆς καὶ πραγμάτων εὐθηνία ἐνομίζετο, τοῖς δὲ εὖ φρονοῦσι τυραννίδος καὶ φιλοχρηματίας ἔργον καὶ ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεως πρόεδρος τινὰ μὲν τῶν ἐκ χρόνου διαφθαρέντα τῆς καθολικῆς ἐκκλησίας ἀνακαινίζει κτίσματα, τὰς δὲ ἐν τοῖς ἐκεῖσε ἱδρυμένοις τῶν προόδων οἴκοις, ἃς Ῥωμαῖοι σέκρετα καλοῦσι, τό τε μικρὸν δόμημα καὶ τὸ μέγα, τοῦ σωτῆρος καὶ τῶν ἁγίων οὔσας διὰ ψηφίδων χρυσῶν καὶ κηροχύτου ὕλης εἰκονογραφίας ἀπέξυσε. Κωνσταντῖνος δὲ τοὺς τῶν Σκλαβηνῶν ἀποστέλλει ἄρχοντας καὶ ἀνακαλεῖται τοὺς ἐκ πλείονος χρόνου παρ' αὐτοῖς αἰχμαλωτισθέντας Χριστιανοὺς ἀπό τε Ἴμβρου καὶ Τενέδου καὶ Σαμοθρᾴκης τῶν νήσων, σηρικοῖς ἱματίοις τούτους ἀμειψάμενος, τὸν ἀριθμὸν ὄντας ἄχρι δισχιλίων καὶ πεντακοσίων, καὶ πρὸς ἑαυτὸν ἀγαγὼν καὶ μικρὰ φιλοτιμησάμενος ἀπέπεμψε πορεύεσθαι οὗ ἂν βούλοιτο ἕκαστος. 77 Τῇ ἑβδόμῃ ἰνδικτιόνι, κατὰ τὸν Ἀπρίλιον μῆνα, τῷ ἁγίῳ σαββάτῳ στέφει Κωνσταντῖνος τὴν ἑαυτοῦ γυναῖκα Εὐδοκίαν Αὐγούσταν, καὶ τῇ ἐπαύριον τῶν υἱῶν αὐτοῦ τοὺς μὲν δύο Χριστοφόρον καὶ Νικηφόρον Καίσαρας, Νικήταν δὲ νοβελίσιμον. τῆς δὲ βασιλικῆς προόδου κατὰ τὸ εἰωθὸς ἐπὶ τὴν καθολικὴν ἐκκλησίαν γενομένης ὑπατείαν ἐποίησαν καὶ τοῖς παρελθοῦσι χρήματα διένειμαν, ἐκ τοῦ παλατίου ἀρξάμενοι μέχρι τῆς ἐκκλησίας τοῦτο ἐπιτελοῦντες. ὀγδόῃ δὲ ἰνδικτιόνι ἄγεται Κωνσταντῖνος εἰς υἱὸν Λέοντα γαμετὴν ἐκ τῆς Ἑλλάδος Εἰρήνην, καὶ τῷ Δεκεμβρίῳ μηνὶ στέφει τε αὐτὴν Αὐγούσταν καὶ τῷ υἱῷ ζεύξας τὸν γάμον ἐπιτελεῖ.

Intertext edge

Open linked passage

Note