Refutatio et eversio definitionis synodalis anni
Nicephorus Patriarch of Constantinopleanni 108 · pg-scrape-grcMore by Nicephorus Patriarch of Constantinople
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
108.1.1
ἐπισφραγιζέτω δὲ τὸν λόγον πάλιν ὁ μέγας Βασίλειος (καὶ πάλιν ἐκ τῶν δοκούντων αὐτοῖς συνηγόρων ἐλεγχέσθωσαν) ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐκγωμίῳ τοιάδε διεξιών· Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς διήγειραν εἰς ἀνδρείαν ἑκάτεροι· ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας ὑπέγραψεν, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν, πρόδηλον δὲ ὡς τῆς αὐτῆς ἐφ' ἑκατέρων ἱσταμένης ὑποθέσεως καὶ τῷ αὐτῷ κοινωνούσης λόγῳ. τίς οὖν θεασάμενος ἁγίου εἰκόνα ἔκ τε τοῦ ὀνόματος ἔκ τε τῆς θέας οὐκ εὐθὺς εἰς μνήμην ὧν κατὰ τοῦ πονηροῦ κράτους ἠρίστευσεν ἵεται καὶ πρὸς τὸν ἐνισχύσαντα καὶ συνεργήσαντα θεὸν ἀναδραμεῖται τῷ νῷ, εὐχαριστίας τε καὶ δοξολογίας ἀναπέμψει καὶ τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ; ἐκ δὴ τούτων ἁπάντων ἐμφανὲς καθίσταται ὡς ἄξιόν γε τὰς τῶν ἁγίων εἰδέας ἐξεικονίζεσθαι. ἀπόπληκτον οὖν κομιδῇ πρὸς τὴν τῶν πραγμάτων φύσιν καὶ τὴν ἀλήθειαν αὐτὴν ἀντιφέρεσθαι· τὸ γὰρ τοιαῦτα νοεῖν καὶ φράζειν, φρενὸς βεβλαμμένης καὶ ἀλλοκότου καὶ τῆς νομικῆς τερατείας οἰκειότατον γνώρισμα· καὶ διὰ ταῦτα Ἰουδαῖος οὗτος ἐν δίκῃ νομισθήσεται καὶ τῆς Χριστιανῶν αὐλῆς ὡς ἀλλότριος ἐξελαθήσεται. δῆλοι οὖν εἰσιν οἱ ταῦτα παιδοτριβούμενοι ὡς ὁμοῦ τῇ τῶν ἁγίων εἰδέᾳ καὶ τὰ σώματα καὶ τὰ λείψανα αὐτῶν βδελυκτὰ ἡγήσαντο, συμπατοῦντές τε ἀκλεῶς καὶ τῇ φλογὶ παραδιδόντες· περὶ γὰρ τῶν πρεσβειῶν αὐτῶν, τί χρὴ πρὸς εἰδότας λέγειν, ὅπως ἀποτρεπόμενοι, καὶ τοὺς αἰτοῦντας ἐν αἰτίαις οὐ μικραῖς ποιοῦνται; ἀνθ' ὅτου δὲ δὴ εἰς μνήμην εἰκόνων ὅλως ἰών, τὰς μὲν κυρίως λεγομένας εἰκόνας (τοῦτο γὰρ ἂν κἀπὶ τῶν τεχνητῶν εἰκόνων εὐλόγως ῥηθείη) διέπτυσεν, ἐξ ὧν καὶ αἱ λεγόμεναι παρ' αὐτῷ οἱονεὶ ἔμψυχοι εἰκόνες τῆς προσηγορίας μετέλαχον, ταύτας δὲ περιέπει σπουδαίως, καίτοι ἐκ τοῦ τοιούτου λόγου οὐδαμῶς ἀναίρεσις ἐκείνων φανεῖται, μᾶλλον μὲν οὖν καὶ σχέσις τις συνεισάγεται· ὃ γὰρ ἔκ τινος μεταληφθὲν ὠνόμασται προκατηγγελμένον ἐκεῖνο κέκτηται πάντως. οὕτω γὰρ καὶ ναοὺς ἐμψύχους τοὺς ἁγίους παρὰ τῇ γραφῇ καλουμένους ἴσμεν· Οἴδατε γάρ φησιν, ὅτι ναὸς θεοῦ ἐστέ, δηλαδὴ τῶν ἀψύχων προϋφεστώτων καὶ ὑπαρχόντων, ὡς ἂν εἴποι τις καὶ ἔμψυχον σῶμα, συνεπινοουμένου ἤδη καὶ τοῦ ἀψύχου. ἀλλ' ὅτι οὐ παρειλήφαμεν, φησίν. ἀλλὰ κατάφωρος ἡ πρὸς τοὺς ἁγίους ἔχθρα διὰ τῶν συνηγόρων σου γέγονεν, καὶ τεθριάμβευται τὸ δολερὸν καὶ ἐπίκλοπον. τῶν μέντοι συνηγόρων ὁ Ἀστέριος ἐκ τοῦ ἐναντίου προαγόμενος φάσκει ὅτι δὴ οἱ ζωγράφοι ἐμψύχους ὀλίγου δέοντος ἐργάζονται πίνακας. ποῖος οὖν ἀποκληρωτικὸς λόγος τὰς μὲν οἱονεὶ ἐμψύχους εἰκόνας ἐγκρίνεσθαι, τὰς δὲ τῷ ὄντι εἰκόνας ἐξείργεσθαι; οὐχ' ὑγιοῦς ταῦτα φρενός, τὰς μὲν ἀνιστᾶν, τὰς δὲ καθαιρεῖν, ἐπὶ τῆς αὐτῆς ὑποθέσεως καὶ τοῦ λόγου ἱσταμένας καὶ οὐδενὶ ἑτέρῳ τρόπῳ διαφερούσας ἢ τῷ ἀψύχῳ καὶ τῷ οἱονεὶ ἐμψύχῳ προσρήματι, ὥστε καὶ ἑαυτῷ περιπίπτειν τὸν ἀνόσιον· ὁ γὰρ τὸ οἱονεὶ ἔμψυχον διδοὺς δώσει πάντως καὶ τὸ ἄψυχον, ἵνα καὶ ἄκων συστήσῃ ἃ καταλύειν ἐπεχείρησεν. τί γὰρ κωλύει καὶ ταύτας ἀνίστασθαι, ἵνα οἱονεὶ λόγοι τῶν ἁγίων καὶ βίβλοι ἔμψυχοι τοὺς ἄθλους αὐτῶν καὶ ἀριστείας δημοσιεύωσιν; ὅπερ καὶ ἕτερος τῶν συνηγόρων ὀλίγῳ πρόσθεν προανακέκραγεν ὅτι Ὡς ἐν βιβλίῳ τινὶ γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος ὁ ζωγράφος σαφῶς πάντα τοῦ μάρτυρος διηγόρευσεν· καὶ μὴν καὶ ὅτι Οἶδεν γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. 109 οὐκοῦν δεδειγμένου ὅτι καὶ δικαία αὐτῶν ἡ γραφὴ καὶ ἀξία αὐτῶν ἡ παράληψις, ἐπὶ τοὺς λειπομένους τοῦ Ἰουδαϊκοῦ φρονήματος μέτιμεν λόγους· γράφει γὰρ ὧδε· ἐπεὶ εἰπάτωσαν οἱ τὰς τοιάσδε ἀναστηλοῦντες μορφὰς ποίας ἄρα ἐκ τούτων καταπολαύοιεν ὠφελείας, ἢ ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ. πάλιν μὴ ἄλλοθεν αὐτῶν τὴν πλάνην ἐλέγχωμεν καὶ τοὺς εἰκαίους ἀνατρέπωμεν λόγους ἢ ἐξ ὧν αὐτοὶ οὐ συνηγόρους ἀλλὰ πολεμίους ἐπικομίζονται, καὶ ὅσον ἐκ τῆς τῶν ἱερῶν τούτων μορφωμάτων ἀναστηλώσεως τὸ ὠφέλιμον παραστήσωμεν. ὁ μὲν οὖν θεῖος Βασίλειος κοινὴν τῆς ἀπὸ τῶν μαρτύρων μνήμης τοῖς ἀκροωμένοις τὴν ὠφέλειαν καταστῆσαι βουλόμενος καὶ ὡς ἐν γραφῇ τῇ κεχρω ματουργημένῃ τὰς τῶν ἁγίων ἀριστείας διαχαράττειν ὑποτιθέμενος καὶ παρισοῦσθαι τὴν ἐκ τοῦ λόγου δύναμιν τῇ ἀπὸ τῶν γεγραμμένων ὄψει διοριζόμενος, ὡς ἂν μὴ ἀποδέοι τὰ τῇ ἀκοῇ ἐνηχούμενα τῶν ἀπὸ τῆς ὄψεως κατειλημμένων, ἐμφανεστέρων τε καὶ ἐκτυπωτέρων ὄντων ὅσον καὶ λόγων πράξεις, ταυτὸν δύνασθαι φησὶν τῷ λόγῳ κοσμουμένῳ τὸ ἐγχαραττόμενον τοῖς πίναξιν. Ὅπερ γὰρ ὁ λόγος τῆς ἱστορίας παρίστησιν, τοῦτο γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. διὸ καὶ πολλοὺς ἔκ τε τῶν λογογραφουμένων ἔκ τε τῶν ζωγραφουμένων ἀνδραγαθημάτων εἰς ἀνδρείαν διεγείρειν οἱ ἑκατέραν τέχνην μετιόντες ἐπίστανται.