Refutatio et eversio definitionis synodalis anni
Nicephorus Patriarch of Constantinopleanni 110 · pg-scrape-grcMore by Nicephorus Patriarch of Constantinople
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
110.1.1
ὁ δὲ μέγας Γρηγόριος οὐδὲ ἀνέχεται σιγᾶν τὰ κατὰ Πολέμωνα τὸν παλαιὸν ἐκεῖνον, ἀλλὰ καὶ ἐν θαύματι ποιούμενος ἕν τι τῶν ἐκείνου θαυμάτων, πολλῶν δήπου πάντως γε ὄντων, τίθησιν καὶ ὅτι τὸ ἑταιριζόμενον ὀνίνησιν γύναιον λέξεσιν αὐταῖς ὡδί πως ἔχων· Οὐδ' ὁ Πολέμων ἔμοιγε σιγηθήσεται· καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσιν καὶ σφόδρα γ' αἰσχρὸς ἡδονῶν ὑπηρέτης· ἐπεὶ δ' ἔρωτι τοῦ καλοῦ κατεσχέθη, σύμβουλον εὑρών (οὐκ ἔχω δ' εἰπεῖν τίνα, εἴτ' οὖν σοφόν τιν' εἴθ' ἑαυτόν), ἀθρόως τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, ὥσθ' ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. ἑταιρίδ' εἰσκαλεῖταί τις ἀκρατὴς νέος, ἡ δ' ὡς πυλῶνος ἦλθε, φασίν, πλησίον, τῆς δ' ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, ταύτην ἰδοῦσα (καὶ γὰρ ἦν σεβασμία) ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη ὡς ζῶντ' ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. ἀλλ' οἶμαι εἰπεῖν εὔκαι ρον ὅτι κἂν γοῦν ἡ τοῦ Πολέμωνος εἰκὼν καταιδείτω τοὺς ἔκφρονας καὶ ταύτην σεβέσθωσαν, ἐπεὶ τὴν Χριστοῦ εἰκόνα διαπτύειν ἐγνώκεσαν. ἔτι ὁ ἱερὸς Γρηγόριος ὁ τῆς Νυσαέων τὸ ἐκεῖθεν ἀναγραφέτω ὠφέλιμον, οὐδὲ γὰρ ἀδακρυτὶ παρέρχεται τὴν κατὰ τὴν θυσίαν τοῦ Ἀβραὰμ ἱστορημένην θέαν ὁρῶν· Οἶδεν δέ, φησίν, καὶ γραφὴ σιωπῶσα λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. ὁ μέγας δὲ Ἰωάννης, ἔκ τε τῆς προσηγορίας ἀκουομένης ἔκ τε τοῦ καθορᾶσθαι τὸν τύπον τοῦ σώματος τοῦ ἱεροῦ Μελετίου, διπλῆν τινα τὴν παραμυθίαν παρέχεσθαι καθορίζεται. τίνος δὲ χάριν ὁ τοσοῦτος τὴν ἁγιωσύνην τὴν κηρόχυτον ἠγάπα γραφὴν εὐσεβείας τε πεπληρωμένην ἐγίνωσκεν, εἰ μὴ τῆς ἐκεῖθεν ὠφελείας ἐπῃσθάνετο; τί δέ; οὐκ ὠφέλιμον τὸ τοῦ μεγάλου Παύλου εἰκόνισμα, ᾧ ἐνητένιζεν καὶ ὡς ζῶντι προσεῖχεν, ὡς αὐτὸν ἐκεῖνον διὰ τῆς θέας ταύτης φανταζόμενος, καὶ προσομιλῶν ὡς παρόντι; Ἀστέριος καὶ αὖθις ὥσπερ ἀστὴρ φαεινὸς ἀνισχέτω καὶ φαιδρυνέτω τὸν λόγον καὶ τῷ γε φιλομάρτυρι προαναφωνείτω ὡς, εἴ που μαρτύρων ἐντύχοις ἱστορουμένοις πάθεσιν, δακρύσας ἂν πάντως ἀπέλθοις. καὶ ταῦτα μὲν ἐκ τῶν παρηγμένων αὐτοῖς μαρτύρων λελέχθω. εἰ δέ τις καὶ παρὰ τῶν ἐκτὸς τούτων ἱερῶν ἀνδρῶν συλλέγειν ἐθέλοι τὸ ἐντεῦθεν ὠφέλιμον καὶ ὅσον ἐν θαυματουργίαις ᾄδεται, πολλὰ μὲν ὁ συγγεγραμμένος τοῦ μακαρίου Εὐτυχίου βίος, ὃς τοῦ κατὰ τὴν βασιλίδα θρόνου ἱερατικοῦ ἐξηγήσατο, προβάλλει τὰ θαύματα, πλείονα δὲ τὰ τοῦ ἀοιδίμου Σωφρονίου συγγράμματα, ὃς τῆς Ἱεροσολυμιτῶν ἀρχιερωσύνης προ έστη, προΐσχεται τὰ παραδοξοποιούμενα καὶ ὅσα ἐν τοῖς μαρτυρίοις τῶν ἁγίων ἀναγέγραπται (μακρὸν γὰρ ἂν εἴη καὶ δυσεξίτητον ἐπιβάλλειν τοῖς καθέκαστα καὶ τὸν περὶ τούτων διεξιέναι λόγον)· τοῖς γὰρ φιλοπόνως καὶ φιλοθέως ἐντυγχάνουσιν εὔγνωστα ἂν γένοιτο τὰ μεγαλεῖα τοῦ θεοῦ αἵ τε ἀκατάληπτοι εὐεργεσίαι, ἃς διὰ τὴν ἀνέκφραστον αὐτοῦ φιλανθρωπίαν καὶ διὰ τοῦδε τοῦ τρόπου προνοῶν τοῦ γένους ἐπιτελεῖσθαι εὐδόκησεν. τοῦ δὲ διαποροῦντα λέγειν· ἐν ποίᾳ διὰ τῆς τούτων ἀναμνήσεως ἀνάγονται πνευματικῇ θεωρίᾳ; τί ἀλογώτερον ἢ κτηνοπρεπέστερον; πῶς γὰρ ὁ ἔκφρων οὐκ αἰσθάνεται τοὺς οἰκείους λόγους καταστρεφόμενος οὐδὲ συνεώρακεν ὅτι ὅπερ διὰ τῶν ἱερῶν γραμμάτων ἐνωτιζόμεθα, τοῦτο καὶ τὴν γραφὴν ταύτην θεώμενοι ἀναμιμνησκόμεθα; τὴν γὰρ αὐτὴν ἡμῖν εἰσηγεῖται ὑπόθεσιν. ὁ γὰρ εἰκόνα τινὸς ὁρῶν, πῶς οὐκ εὐθὺς ἐπὶ τὸ πρωτότυπον ἀναδραμεῖται τὸν νοῦν, καὶ τὸν ἀπόντα ὡς παρόντα θεώμενος οἰήσεται, οὐκ ἐπὶ τῆς ὑπομνήσεως μόνης ἑστώς; καὶ πιστώσεται ταῦτα πάλιν ὁ μέγας λέγων Βασίλειος ὅτι Ἅπερ ὁ λόγος διὰ τῆς ἱστορίας παρίστησιν, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν, καὶ ὡς ἀμφότερα τῆς αὐτῆς δυνάμεως ἔχονται· πρὸς δέ γε καὶ ὁ θεῖος Ἰωάννης ἐν τοῖς λόγοις, οὓς ἐπὶ κατηγορίᾳ (οὐ γὰρ συνηγορίᾳ) ἑαυτῶν οἱ ἄφρονες παρήγαγον, φάσκων οὕτως· Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. ὥστε οὓς προβάλλεται περὶ τῶν ἁγίων λόγους ὁ ἀνόσιος, πεπλασμένοι καὶ κατεσχηματισμένοι αὐτῷ προφέρονται· πῶς γὰρ οὐκ ἔνδηλον ἑαυτὸν παρίστησιν ὅτι λίαν καὶ ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων ἄχθεται; βαρύτατοι γάρ εἰσιν τῷ ἐναγεῖ, καὶ ἐπὶ μνήμης γινόμενοι καὶ ἐν εἰκόσιν φαινόμενοι.