Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio et eversio definitionis synodalis anni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople"> —
⋯
More
Original / primary: Pg Scrape Grc
111.1.1
τούτων δὲ τοσούτων ὄντων καὶ προφανῶς ἐν τῇ κατὰ Χριστιανοὺς θεοσεβείᾳ παρειλημμένων, τί προστίθησιν τοῖς προλαβοῦσιν ὁ παραπλήξ, ταῖς τῶν ἁγίων ἐπιλυττῶν τιμαῖς; ἀλλ' εὔδηλον ὡς ματαία ἡ τοιαύτη ἐπίνοια καὶ διαβολικῆς μεθοδείας εὕρεμα. τὰς τῶν ἁγίων ἰδέας οὐδαμοῦ παρειληφὼς ἐξ ὑλικῶν χρωμάτων διαμορφοῦν, κατισχυρίζεται διαβολικῆς μεθοδείας εἶναι τοῦτο εὕρεμα. πόθεν παρειληφὼς ἔχει; τίς ταῦτα φθεγγόμενον ἐν Χριστιανῶν μοίρᾳ θείη; ἢ οὐχὶ καὶ τῆς Ἰουδαϊκῆς ἀπιστίας φευκτότερον; ἐδέησεν γὰρ ἂν αὐτῷ καὶ τὰς διαγορευούσας ἡμῖν τῶν ἁγίων ἀριστείας καὶ ἀνδραγαθήματα βίβλους ταῖς ἴσαις καταρρήσεσιν ὑποβάλλειν, ἐπεὶ τὴν αὐτὴν ἡμῖν ἀπαγγελίαν φέρουσιν καὶ οὐδὲν ἐπ' ἀμφοτέραις τῶν γραφῶν, ὅσον ἐν ὑποθέσει, ὀφθήσεται τὸ διάφορον. εἰ γὰρ ἐκ τῆς τῶν ἀψύχων εἰκόνων προσηγορίας τὸ οἱονεὶ ἔμψυχον ἐπὶ τοῖς λόγοις μετείληπται κἀκεῖθεν τῆς τοιαύτης ὀνομασίας τετύχηκεν, πῶς οὐχὶ καὶ τῆς αὐτῆς διαβολικῆς μεθοδείας εὕρεμα εἰπεῖν ἀποτολμήσειεν, ἵνα καὶ τῆς ὕβρεως ὥσπερ δὴ καὶ τῆς κλήσεως ἤδη μετάσχοιεν; οὐδὲν γὰρ ἧττον κἀκεῖ διᾴττοι ὁ ἐπὶ τῷδε μῶμος· κλέπτει γὰρ τοὺς ἀκροωμένους τοῖς λόγοις ἐπιχρωννύμενος, ἵνα τοῖς ἔργοις καθέλοι τὰ ἅγια. τί οὖν ἡμῖν παρὰ τοὺς λόγους τοῦ θεοστυγοῦς τούτου ἀναφανήσεται; ἆρα οὖν οἱ καθ' ἡμᾶς θεολόγοι οἱ τοσαύτης μεταλαχόντες ἁγιότητος, οἱ τῶν ἀποστόλων συνόμιλοι καὶ τῶν μαρτύρων ἐφάμιλλοι, διαβολικῆς μεθοδείας μετήρχοντο εὕρεμα, ὁ μὲν τὴν κηρόχυτον ἀγαπήσας γραφὴν καὶ αὐτοῦ τοῦ θείου ἀποστόλου ὡς μέγα τι χρῆμα περιέπων τὸ ἀπεικόνισμα καὶ τἄλλα ὅσα ἡμῖν ἐν τοῖς ἱεροῖς αὐτοῦ διείλεκται συγγράμμασιν, ὁ δὲ καὶ εἰκόνι τιμήσας τὸν μέγαν Βασίλειον τῶν διὰ λόγων ἐγκωμίων πλέον; πῶς δὲ ἀνεύθυνος τοῦ τοιούτου ἐγκλήματος αὐτὸς ὁ μέγας κατασταθήσεται Βασίλειος ἐπί τισι ποτὲ μάρτυσιν τὰ ὅμοια δρῶν καὶ ὡς ἐξ εἰκόνων οἷα παραδειγμάτων τινῶν καὶ ἀρχετύπων ἐπὶ τοὺς λόγους μετάγων τὸν λόγον καὶ ταύτῃ ἐναργεστέρους καὶ οἷον ἐμψύχους ἐργαζόμενος εἰκόνας, ὥσπερ ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ διέξεισιν ὡς ἐν γραφῇ λέγων τὰς τούτων ἀριστείας προδεικνύειν; ταυτὸν δὲ δύνασθαι τοῖς παρὰ τῶν λογογράφων τὰ τῶν ζωγράφων, ἐπεὶ περὶ μίαν καὶ τὴν αὐτὴν ὑπόθεσιν ἀμφότεροι στρέφονται, καὶ ταῦτα ὑπόγυον ἡμῖν παρατέθειται· ἤδη δὲ καὶ ἄλλα τούτοις παραπλήσια καὶ δράσαντες καὶ διαλεξάμενοι οὐδὲ τὴν γραφικὴν τέχνην κακίζειν ἐπεχείρησαν πώποτε, ἀλλὰ καὶ ἀποδέχονται καὶ ἐν ἐγκωμίων λόγῳ πολλάκις τιθέασιν ὡς προαποδέδεικται. τί οὖν φημί; εἰ ματαία ἡ τοιαύτη ἐπίνοια καὶ τὰ ἐν οἷς οἱ ἅγιοι καθορῶνται καὶ δι' ὧν ἡ μνήμη αὐτῶν ἡμῖν ἐγγίνεται διαβολικῆς μεθοδείας τυγχάνει εὕρημα, ὡς ὁ ἐναγὴς ἀποφαίνεται, κινδυνεύσαιεν ἂν τῷ μεγίστῳ οἱ ἅγιοι εἰς ὕβριν καὶ ἀδοξίαν τῷ ὄντι περιΐστασθαι. εἰ μὴ γὰρ ἡ τῶν ἁγίων δόξα ἱκανὴ καὶ τὰ ἐν οἷς αὐτοὶ θεωροῦνται συνδοξάσαι τε καὶ τιμῆσαι, ἀπορήσειαν δόξης, ὡς οὐδ' αὐτοὶ μεταλαχεῖν ἤδη ποτὲ νομισθήσονται. ἀλλ' ὧδ' ἐστὶν εἰπεῖν ὡς ἀληθῶς ὅτι δὴ ἡ ἐκείνου ψυχὴ ἡ ἐξάγιστος καὶ ἀκάθαρτος διαβολικῆς μεθοδείας ἐτύγχανεν ἔμπλεως καὶ ἡ βδελυρὰ ἐκείνη διάνοια Σατανικῆς ἐνεργείας ἦν ἐργαστήριον καὶ πάσης δαιμονικῆς καὶ πονηρᾶς ἐπινοίας κταγώγιον· ὅτι γὰρ ἐν ᾧ ταῦτα ἐφθέγγετο τοῦ παμπονήρου καὶ λαοπλάνου ἐμπεφόρητο πνεύματος, οὐδεὶς ἂν διαμφισβητήσειεν τῶν θείῳ ἀγομένων πνεύματι καὶ εἰδότων ὅτι ἐν πνεύματι θεοῦ οἱ ἅγιοι λαλοῦσιν μυστήρια· οἷς ἐν ἅπασιν ἀντίθετος δέδεικται ὁ τῆς ἀληθείας ἀντίπαλος. καὶ γὰρ καὶ τοῦτο τοῦ πονηροῦ τὸ μηχάνημα. ὥσπερ γὰρ οἱ ἅγιοι ἱδρῶσι πολλοῖς καὶ πόνοις γενναίως μέχρις αἵματος διηγωνίσαντο κατὰ πάσης μεθοδείας καὶ ἐπινοίας τοῦ πονηροῦ κράτους, πᾶσαν μὲν τὴν τοῦ διαβόλου ἰσχὺν κατασείσαντες, πᾶσαν δὲ τῶν εἰδώλων ἐν οἷς ἐθεραπεύετο πλάνην εὐσθενῶς καθελόντες, οὕτω καὶ οὗτος διὰ δὴ τούτων τῶν ἐναγῶν καὶ θερμῶν ὑπηρετῶν αὐτοῦ ἀντιμηχανᾶται καὶ ἀντιπαρατάττεται πρὸς τοὺς ἁγίους, ἀντέκτισιν οἷον ἐπινοῶν ἀντικαθελεῖν αὐτῶν τὰ σεμνὰ ἀπεικάσματα, οὐ φέρων καὶ νῦν δι' ὁράσεως αὐτῆς τάς τε ἀριστείας αὐτῶν τήν τε παρρησίαν κατ' αὐτοῦ ἐναργῶς ἐμφανίζεσθαι. 112 καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· ἔδει δὲ νόθα καὶ ξένα τῆς καθ' ἡμᾶς εὐσεβείας τὰ παρὰ τῶν ἀναισθήτων προφερόμενα δείξαντας ἐνταῦθα καταλύειν τὸν λόγον καὶ σχολὴν ἀπὸ τῶν λοιπῶν ἄγειν. ἐπειδὴ δὲ οἱ τάλανες καὶ ἑτέρας ἀλόγους καὶ ἀλλοκότους προφέρουσιν χρήσεις, οὐκ ἀποκνητέον ἡμῖν καὶ ταύτας ἐπισκεψαμένους εἰς φανερὸν καταστῆσαι τὰ ἐνόντα ψεύδη καὶ πλάσματα. προστιθέασιν γὰρ τοῖς προλαβοῦσιν Βασίλειόν τινα Σελευκείας ἀρχιερέα παραπλασάμενοι, τὰ αὐτὰ τοῖς τοῦ πεποιημένου Θεοδότου κατὰ τῶν ἁγίων κενοφωνοῦντα. ἔχει δὲ τὰ προφερόμενα ὧδε· Τοὺς ἐν ἀρετῇ γοῦν βεβιωκότας οὐ διὰ τῆς ἐν χρώμασιν τεχνουργικῆς ἐπιστήμης τιμᾶν δεῖ, ὅπέρ ἐστιν Ἑλληνικῆς μυθοποιΐας ἀνάπλασμα, ἀλλὰ διὰ τῆς γραφικῆς θεωρίας τούτους εἰς ἀνάμνησιν ἕλκειν καὶ μιμεῖσθαι τὸν ζῆλον. τίς γὰρ ἂν γένοιτο τοῖς ἀνθρώποις ἐκ τῆς τῶν τοιῶνδε μορφωμάτων κακοτεχνίας εὐεργεσία; ἢ τί ἔχοι θεοφιλές τε καὶ τίμιον ἡ τῶν ἀψύχων ὁμοιωμάτων περιεργία; ταῦτα κἂν ἐν διαφόροις προσηγορίαις εὑρίσκηται, τῇ ῥήσει καὶ διανοίᾳ, εἷς ἐστιν ὁ φθεγγόμενος, ἐκ τοῦ ἐναντίου ἐμπνεόμενος πνεύματος, ὡς ἐκ τῶν ἱερῶν ἐκτυπωμάτων καὶ αὐτῶν τῶν ἁγίων ἐχθρὸς πεφωραμένος· εἴσεται πάντως που ὁ τοῖς λόγοις αὐτῶν ἀκριβέστερον ἐπιστήσας. 113 ἡμεῖς δὲ ταῦτα ἱκανῶς θριαμβεύσαντες ὡς ἔκφυλα καὶ ἀλλότρια τῆς ἐκκλησίας ἐκαττύθη ληρήματα, τὴν γνησίαν ἣν περὶ τὰ ἅγια ὁ ἀληθὴς ἔχει Βασίλειος φανερώσομεν δόξαν, οὐδενὸς ἄλλου προσδεησόμενοι. παρίτω γὰρ εἰς μέσους αὐτὸς καὶ τὴν ψευδώνυμον ἀποκρουόμενος πλάνην, τὴν νικῶσαν νεμέτω τῇ ἐκκλησίᾳ, καὶ ὡς ἔσχεν διαλήψεως περί γε τῆς εἰκόνος τῆς ἁγίας πρωτομάρτυρος Θέκλης διεξιέτω καὶ μεθ' ὧν πλείστων ὅσων λόγων εἰς τὴν καλλιμάρτυρα ἐξύφηνεν προσανατιθέσθω καὶ ταῦτα. γράφει γὰρ τῷ βασιλεῖ Λέοντι τοιάδε· Ἐτόλμησα, θειότατε, τῆς ἁγίας ἀποστόλου καὶ καλλιπαρθένου. καὶ μεθ' ἕτερα· Ἵνα δὲ μὴ ἀμφίβολον γένηται τοῖς ἀκούουσιν ὡς αὐτῆς εἴη τῆς ὁσίας ἀποστόλου ἡ εἰκὼν αὕτη ἡ ἀληθινή, δίκαιον ἡγησάμεθα ἅπερ μεμαθήκαμεν παρὰ τῶν προγόνων ἡμῶν εἰπεῖν. αὕτη ἡ ὁσία, δέσποτα, μετὰ τὸ διασωθῆναι καθὼς εἴρηται, ἵνα συντόμως εἴπω, εἰσελθοῦσα ἐν Σελευκείᾳ μετὰ τοὺς ἀγῶνας τοὺς μαρτυρικούς, τὴν ἀποστολὴν ἐμπιστευθεῖσα παρὰ τοῦ ἀποστόλου Παύλου τοῦ διδασκάλου αὐτῆς καὶ τῆς οἰκουμένης, εὗρεν πάντας τοὺς ἐν Σελευκείᾳ τῆς Ἰσαύρων μητροπόλει Ἕλληνας ὄντας καὶ ἀνόμους κατ' ἐκείνους τοὺς χρόνους. καὶ σπεύσασα διδάξαι τὸν λόγον τοῦ θεοῦ, ἐμπιστευθεῖσα τὴν πόλιν εὐγενής τε οὖσα ἔσπευσεν ἐν ἰδιάζουσι τόποις οἰκεῖν· ὅθεν ἐν σπηλαίῳ ᾤκησεν τῷ Μυρσινεῶνι, ἔνθα νῦν ἡ πηγή. κατὰ κυριακὴν δὲ ἐξῄει συλλέγουσα βοτάνας καὶ ταύτας ἤσθιεν τὴν ἑβδομάδα. συνέβη δὲ κατ' ἐκεῖνον τὸν καιρὸν τὸν ἱερέα τῶν Ἑλλήνων τὸν ἐν Καπιτωλίῳ ὄντα τῷ ἐν τῇ Σελευκέων (ὅπερ νῦν ἐστιν Ἀποστολεῖον) γυμνάζεσθαι, ὡς ἐν ἰδιάζοντι τόπῳ, ἔνθα διακινοῦσα ἡ ἁγία συνέλεγεν τὰς βοτάνας. ἰδὼν δὲ αὐτὴν ἔφιππος ὤν, πτερνίσας τὸν ἵππον ἦλθεν πλησίον αὐτῆς, κακόσχολον νομίσας εἶναι αὐτήν τινα τῶν τυχουσῶν κορῶν· στραφεῖσα δὲ ἡ ἁγία ἀπόστολος Θέκλα, δύναμιν ἐξ αὐτῆς πέμψασα, κατήνεγκεν αὐτὸν ἀπὸ τοῦ ἵππου. καὶ ἐτέθη ἄφωνος τρεῖς νύκτας, ὥστε ἐν τοσούτῳ συναχθῆναι πᾶσαν τὴν πατρίδα τῆς Ἰσαύρων χώρας περὶ αὐτὸν ἐκπληττομένους ἐπὶ τῷ γεγονότι· περιβόητος γὰρ ὑπῆρχεν ὁ ἱερεὺς καὶ περιφανὴς ἐν τοῖς τότε χρόνοις. ὡς δέ ποτε ἀνέσφαλεν, ἐν νῷ λαμβάνει ὡς δῆθέν τινα τῶν θεῶν αὐτοῦ οὖσαν καὶ ὀργισθεῖσαν κατ' αὐτοῦ καὶ ἐκ τούτου τὸν κλιμακτῆρα τοῦτον ὑπομεμενηκέναι. κελεύει οὖν ἐνεχθῆναι ζωγράφον καὶ λέγει αὐτῷ·" Ἄπελθε καὶ ζωγράφησόν μοι κόρην μικροπρόσωπον ὀκτωκαιδέκα ἐτῶν πλέον ἢ ἔλασσον, ἧς τὸ κάλλος ἐξειπεῖν οὐ καταλαμβάνω, φοροῦσαν ἐνώτια δίκοκκα καὶ περίθεμα κατὰ τοῦ τραχήλου, ὡς ἂν λάβῃς κατὰ διάνοιαν"· οὕτως γὰρ ἦν ὀφθεῖσα ἡ ἁγία τῷ ἱερεῖ ὅτε καὶ καταπεσεῖν αὐτὸν ἐποίησεν ἐκ τοῦ ἵππου. ὡς δὲ ἐπεχείρησεν ὁ ζωγράφος τοῦ ζωγραφεῖν, ὁδηγηθεὶς τῇ συνεργίᾳ τῆς δυνάμεως αὐτοῦ, τὴν ἀληθινὴν εἰκόνα γεγράφηκεν· ἐνεχθείσης δὲ αὐτῷ τῆς εἰκόνος καὶ ἰδὼν αὐτὴν ὁ ἱερεὺς ἐπέγνω αὐτὴν οὖσαν. καὶ δυναμωθεὶς καὶ ἀναστὰς περιεπτύξατο τὴν εἰκόνα καὶ ὡμολόγησεν αὐτὴν εἶναι· ἣν καὶ ἀπεθησαύρισεν ὁ ἱερεὺς ἐν τῷ οἴκῳ τῷ ἰδίῳ, πιστεύσας τῷ κηρύγματι τῆς ἀποστόλου. ἥτις εἰκὼν κατήχθη ἐκ διαδοχῆς τῶν ἐξ αὐτοῦ εἰς Ἀχαιόν τινα ἰλλούστριον, λόγιον φιλόσοφον Χριστιανὸν ἄνδρα, καὶ μετὰ τὸ τέλος τούτου ὤφθη ἡ εἰκὼν αὕτη ὅτε ἐκηδεύετο ὁ αὐτὸς Ἀχαιός. ὁ δὲ κατ' ἐκεῖνον τὸν χρόνον παραμονάριος τοῦ μαρτυρίου τῆς ἁγίας πρωτομάρτυρος Θέκλης μεταγραψάμενος τὴν εἰκόνα ταύτην, ἔδωκεν καὶ αὐτὸς εἰς τὸ μεταγράφειν αὐτὴν τοῖς βουληθεῖσιν.

Intertext edge

Open linked passage

Note