Refutatio et eversio definitionis synodalis anni
Nicephorus Patriarch of Constantinopleanni 123 · pg-scrape-grcMore by Nicephorus Patriarch of Constantinople
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-patriarch-of-constantinople" aria-label="More works by Nicephorus Patriarch of Constantinople">
—
⋯
Original / primary: Pg Scrape Grc
123.1.1
ἡμεῖς δέ, εἰ μὲν τοῦ μεγάλου Βασιλείου τὰ προκείμενα γνήσια τυγχάνει γεννήματα ἢ μή, οὐδὲν διοισόμεθα· παρατιθέμενα δὲ τούτοις, τὰ παρὰ πᾶσιν συμφωνούμενα καὶ τὴν ἰσχὺν τῆς οἰκειότητος αὐτῶν ἐπαγγελλόμενα, τὰ δοκοῦντα αὐτοῖς ἡμῖν ἐμφανιζέσθωσαν. ἐν μὲν γὰρ τοῖς εἰς τὸν ἱερὸν Ἀμφιλόχιον τὸν τοῦ Ἰκονίου ἱεράρχην ἐπεσταλμένοις τὸ ἐκ τῆς φωνῆς τῆς εἰκόνος διπλοῦν σημαινόμενον, ὅπερ κατὰ φύσιν καὶ ὃ κατὰ τέχνην, θεωρεῖται διατρανῶν, ἔτι καὶ τὸ ἐκ τῆς ὁμωνυμίας οἰκεῖον καὶ τὸ ἀμέριστον τῆς τιμῆς, ἀπὸ τῶν τεχνητῶν ὁρμώμενος ἐπὶ τὰ φυσικὰ καὶ τὴν θεολογίαν πρὸς παράδειγμα χρώμενος, μέτεισιν. ἔχει δὲ οὕτως ὅτι Βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται· ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ ἡ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει. ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, ἐκεῖ φυσικῶς ὁ υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις. 124 ἑαυτῷ δὲ καὶ τῇ ἀληθείᾳ πανταχοῦ ἀκολουθῶν ὁ σοφώτατος οὗτος ἀνήρ, καὶ ἐν τοῖς κατὰ τοῦ θεομισοῦς Σαβελλίου λόγοις τὰ αὐτὰ διέξεισιν, ὅτι τῶν ἐπιφανῶν ἀνδρῶν αἱ εἰκόνες οὐκ εἰκῇ οὐδὲ μάτην κεῖνται, ἀλλ' ἡ ἐπὶ ταύταις τιμή, τῶν ὧν εἰσιν εἰκόνες τὴν τιμὴν βεβαιοῖ. καὶ τοῦτο παρίστησιν οὕτω πως φάσκων· Οὐδὲ γὰρ κατὰ τὴν ἀγορὰν ὁ τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι δύο βασιλεῖς ὁμολογεῖ, τήν τε εἰκόνα καὶ τὸν οὗ ἐστιν εἰκών, οὔτ' ἐὰν δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον εἴπῃ·" Οὗτός ἐστιν ὁ βασιλεύς", ἀπεστέρησεν τὸν πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας· μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσεν διὰ τῆς τούτου ὁμολογίας· εἰ γὰρ ἡ εἰκὼν βασιλεύς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρεχόμενον τὴν αἰτίαν. ἆρ' οὖν εἰκῇ καὶ μάτην αἱ εἰκόνες αὗται κείμεναι παρὰ τῷ πατρὶ λέγονται; ἢ τίμιαι παρ' αὐτῷ γνωρίζονται; οἱ ἔχοντες ὦτα ἀκούειν ἀκουέτωσαν, οἱ ἔχοντες ὀφθαλμοὺς ὁρᾶν ὁράτωσαν, οἱ ἔχοντες νοῦν νοείτωσαν καὶ ἐπῃσθημένοι κρινέτωσαν. οἵδε γὰρ μὴ δὲ ὅσον εἰκόνι γηγενοῦς βασιλέως τῇ Χριστοῦ νέμουσιν εἰκόνι, τοῦ γε μόνου ὡς ἀληθῶς βασιλέως καὶ πάντων βασιλεύοντος βασιλέων. ἀλλ' εἰ τῶν ἐν σκήπτροις αἱ εἰκόνες τοσαύτης ἔλαχον τιμῆς, πολλάκις καὶ τῶν ἀναξίως τῆς ἀρχῆς ἐπειλημμένων, αὐτοῦ δὴ Χριστοῦ καὶ τῶν ἁγίων πηλίκον ἂν εἶεν ἐπικλεέστεραι καὶ σεβασμιώτεραι; τί τὰ πολλὰ λέγειν; οἶδεν ὁ διδάσκαλος τὸ ἀπ' αὐτῶν χρήσιμον καὶ ὠφέλιμον, ἡνίκα μάλιστα τὰς ἀριστείας τῶν ἀγαθῶν ἀνδρῶν, ὥσπερ δὴ καὶ τὰ λογογραφούμενα, δημοσιεύουσιν καὶ πολλοὺς εἰς ἀνδρείαν καὶ αὗται διεγείρουσιν· ὅπερ ἐν τῷ εἰς τοὺς ἁγίους Τεσσαράκοντα μάρτυρας ἐγκωμίῳ προβάλλεται καὶ ὅσα εἰς τὸν ἅγιον μάρτυρα Βαρλαὰμ φράζει· καὶ ἐπεὶ ταῦτα προαναγέγραπται, οἱ βουλόμενοι ἐντυγχανέτωσαν καὶ τὸ ἐκεῖθεν ὠφέλιμον ποριζέσθωσαν. 125 ἑπόμενα τούτοις τὸν ἱερὸν Γρηγόριον τὸν Νυσαέων ἱεράρχην παρακομίζουσιν ὡς οἴονται διδάσκοντα οὕτως· Μηκέτι τὴν σωματώδη καὶ δουλικὴν μορφὴν ἐν τῇ σεαυτοῦ πίστει ἀνατυπώσῃ, ἀλλὰ τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ θεὸν ὄντα λόγον, τοῦτον προσκύνει καὶ μὴ τὴν τοῦ δούλου μορφήν. οἱ σωματώδεις τὸ φρόνημα καὶ δουλικοὶ τὴν γνώμην, δουλικὴν ἀλλ' οὐκ ἐλευθέραν περὶ τὴν ἐνσωμάτωσιν Χριστοῦ τὴν διάληψιν κέκτηνται, ἀμαθῶς ὁμοῦ καὶ δυσσεβῶς τὰ τῆς κατὰ Χριστὸν δουλικῆς μορφῆς παρανοοῦντές τε καὶ παρεξηγούμενοι. οὐ γὰρ ὡς αὐτοὶ δολοῦντες πάντα κατὰ τὸ σύνηθες καπηλεύουσιν, καὶ τὰ τοῦ πνεύματος ἔχει διδάγματα· ὅσοι γὰρ πιστοί τέ εἰσιν καὶ τὸ μυστήριον τῆς καθ' ἡμᾶς θεοσοφίας πεπαιδευμένοι ἴσασιν σαφῶς ὡς οὐχ' ἡ γραφομένη τοῦ σωτῆρος εἰκὼν ἐνταῦθα δηλοῦται (ἀνόσιον γὰρ τὸ οὕτως ὑπολαμβάνειν, καὶ πόρρω τῆς ἀληθείας διέστηκεν), ἀλλ' ἡ καθ' ἡμᾶς ἣν ὁ θεῖος λόγος προσείληφεν ἀνθρωπεία φύσις γνωρίζεται· ὅ ἐστι τὸ συγγενὲς καὶ ὁμοφυὲς ἡμῖν σῶμα. καὶ οὐδένα ἂν οἶμαι τοῦτο διαφεύγειν ὅτι μὴ μόνους τοὺς καὶ λεληθότας ἑαυτοὺς καὶ παίζοντας, ἐπειδὴ καὶ ὁμοούσιος ἡμῖν ὁ Χριστὸς τὸ κατὰ σάρκα κεχρημάτικεν. οὕτω γοῦν καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν αὐτὸν οὐδὲν ἕτερον κατασημήνειεν ἂν ἢ τὴν θείαν φύσιν αὐτὴν καθ' ἣν ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ὁ αὐτὸς υἱὸς εἶναι παρ' ἡμῶν πιστεύεται, ἂν ἄρα τῷ λέγοντι πείθωνται· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ' ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. οἱ δὲ προπετεῖς εἰς κατηγορίαν τῶν ὀρθῶν ἡμῶν δογμάτων καὶ τὴν εἰς Χριστὸν παροινίαν ἔργον ἀεὶ ποιούμενοι, τὸν νοῦν φαντασιούμενοι καὶ πλανώμενοι, ἐπὶ τὰ χρώματα καὶ τοὺς τύπους τὴν μορφὴν ταύτην μεταχρωννύουσιν, ἵνα ταῦτα ὑποθέμενοι τῆς Χριστιανῶν εὐκλεοῦς ὁμολογίας καταφλυαρήσωσιν ὡς δῆθεν εἰς χρώματα τιθεμένων τὴν πίστιν. πλὴν εὐπρόσωπον ἀφορμὴν πρὸς κακηγορίαν ἡμῶν προΐσχεσθαι δόξαντες, τὴν ἰδίαν ἀβελτηρίαν μετὰ τῆς ἀσεβείας δημοσιεύουσιν, ἀγνοήσαντες ὅτι οὐ περὶ εἰκόνων ἀλλὰ τοῦ ἀρχετύπου καὶ τοῦ κυριακοῦ σώματος χάριν ὧδε ὁ λόγος τῷ διδασκάλῳ παρείληπται· οὐ γὰρ θεμιτὸν ὑπονοεῖν ἑτέρως αὐτὸν ἢ ὡς ὁ ἀποστολικὸς ἔχει νοῦς καὶ τῆς ἐκκλησίας τὸ δόγμα, τὰ ἀποστολικὰ ἐκδέχεσθαι. εἰς ὅσον δὲ κακοῦ προΐασιν ὅτι οὐδὲ μέχρι τῶν τύπων ἵστανται, ἀλλὰ καὶ αὐτοῦ κατατολμῶσιν τοῦ θείου σώματος. καὶ γὰρ τῇ ἐξαπάτῃ τῶν Δοκητῶν βουκολούμενοι, μὴ δὲ σεσῶσθαι ἢ συνυπάρχειν νῦν τὸ σῶμα τῷ λόγῳ κατισχυρίζονται· ἐξ οὗ τὸ μὴ εἰκονίζεσθαι Χριστὸν αὐτοῖς συνεισάγεται. καὶ θαυμαστόν γε οὐδέν, εἰ τὴν Χριστοῦ μνήμην ἐκ ποδῶν ποιεῖσθαι παντὶ τρόπῳ σπουδάζοντες, ἐπ' αὐτῷ τὴν ὕβριν ἀναφέρουσιν καὶ ἀπὸ τῶν τύπων ἢ σὺν τοῖς τύποις τοῖς ἀρχετύποις ἐφάλλονται, παντάπασιν τὴν τοῦ θεοῦ ἀθετοῦντες σάρκωσιν. τί γὰρ εἰς ἀδοξίαν Χριστοῦ χεῖρον τοῦ τὸ κατ' αὐτὸν σωματικὸν εἶδος ἐν χρώμασιν τιθέμενον καθορίζεσθαι; οὐκοῦν ἐπειδήπερ ἀπεναντίας πρὸς τὰ τῶν διδασκάλων καὶ φρονοῦσι καὶ ἀφορμῶσι λόγια, οὐδὲν παρὰ τῶν προβεβλημένων αὐτοῖς εἰς συνηγορίαν παρακερδῆσαί τι δυνήσονται, αἴσχους δὲ μᾶλλον καὶ ἀτιμίας πλησθήσονται. 126 καὶ ταῦτα μὲν ὧδε· μὴ ταραττέτω δὲ ἡμᾶς ὁ τὸ μὴ προσκυνεῖσθαι τὴν τοῦ δούλου μορφὴν παρεγγυῶν λόγος· τὰ γὰρ κατὰ τὴν θείαν ἀνάστασιν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ μυστήρια μεγάλα καὶ ἐξαίσια· οἷα θεωρῶν ὁ πατὴρ καὶ ταῦτα πνευματικώτερον καὶ ὑψηλότερον διασκευάζων, ἐν οἷς καὶ περὶ τῶν σεμνῶν γυναικῶν τὴν μνήμην εἰσάγει· Ἔστω, φησίν, καὶ ἐν ταῖς ἡμετέραις χερσὶν ἀρώματα ἡ πίστις καὶ ἡ συνείδησις· αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν εὐωδία. καὶ ἐπειδὴ τὸν περὶ πίστεως ἀνεκίνει λόγον, εἰδὼς ὡς ἡ ἀληθινὴ καὶ κατὰ λατρείαν ἡμῶν προσκύνησις εἰς τὴν ὑπέρθεον καὶ ζωαρχικὴν τριάδα τὴν ἐν μιᾷ θεότητι καὶ οὐσίᾳ γνωριζομένην ὁμολόγως καὶ εὐαγῶς ἀναφέρεται, καὶ οὐδὲν δοῦλον ἢ κτιστὸν ἢ σωματῶδες ἢ ἐπείσακτον ἐν αὐτῇ θεωρεῖται, ἐγκελεύεται ὅτι Εἰ καὶ ὁ εἷς τῆς αὐτῆς ὑπερουσίου τριάδος, ὁ θεῖος λόγος, σεσωμάτωται, μηδαμῶς ἐντεῦθεν εἰς σῶμα τετράφθαι αὐτὸν ὑπολάμβανε. διὸ μὴ δὲ τὴν προσληφθεῖσαν δούλειον μορφὴν ἐν τῇ σεαυτοῦ ἀνατυπώσῃ πίστει μὴ δὲ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν αὐτῇ ἰδικῶς καὶ ὡς καθ' ἑαυτὴν ἀνατίθει κατὰ τὴν κελεύουσαν ἐντολήν· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, ὡς ἂν μὴ εἰς κτίσμα ἡ λατρεία ἡ καθ' ἡμᾶς καταφέροιτο· κτίσμα γὰρ καὶ τῶν ἐν κτίσμασι τελούντων ὁ προσειλημμένος τῷ λόγῳ ἅγιος ναός. αὐτῷ δὲ τῷ θείῳ λόγῳ τῷ ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντι καὶ ἐν μορφῇ θεοῦ καὶ φύσει θεῷ καὶ ἀκτίστῳ καὶ συνανάρχῳ τῷ θεῷ καὶ πατρὶ ὑπάρχοντι καθαρὰν καὶ ἀμώμητον τὴν προσκύνησιν πρόσαγε, ἀμιγῶς τοῦ ὁπωσοῦν κτίσματος καὶ πάσης ὑλικῆς ἐμφάσεως καθαρεύουσαν, γινώσκων αὐτὸν ἀληθῶς θεὸν ὄν τα καὶ τοῦ παντὸς κύριον, ὅτι Καὶ ὁ πατήρ, φησίν, τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ. καθὸ οὐδαμῶς εἰς κτίσμα ἡ καθ' ἡμᾶς πίστις συγκατακλείεται οὐδὲ συνταπεινοῦται τοῖς κτίσμασιν· κἂν γὰρ τὴν καθ' ἡμᾶς ὑπέδυ πτωχείαν ὁ λόγος, θεὸς ὡσαύτως μεμένηκεν, ἀπαθὴς καὶ ἀναλλοίωτος. καὶ τὰ μὲν περὶ τῆς ἀλήπτου καὶ ὑπερουσίου θεότητος, ὡς ἐξῃρημένην παρὰ πάσης κτίσεως δέχεται τὴν ἐν λατρείᾳ προσκύνησιν, τοιαῦτα· ὅτι δὲ καὶ τὸ προσληφθὲν τῷ θεῷ λόγῳ σῶμα παρὰ πᾶσιν πιστοῖς προσκυνητὸν καὶ τοῦ παντὸς σεβασμοῦ ἐστιν ἄξιον, οὐ πολλῷ ὕστερον δειχθήσεται. μάλιστα δὲ ταῦτα προτίθησιν ὁ διδάσκαλος, πανταχόθεν τὴν παρὰ τῶν δυσωνύμων Ἀρειομανιτῶν φυεῖσαν κτισματολατρίαν ἐξείργων, ἥτις τὸ τηνικάδε πάντας σχεδὸν ἀνθρώπους ἀκμάζουσα ἐπενέμετο. γινώσκειν δὲ χρὴ ὡς ἔν τισιν τῶν ἀντιγράφων φέρεται· τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς ὄντα καὶ θεὸν ὄντα, τοῦτον προσκύνει λαβόντα τὴν τοῦ δούλου μορφήν. καὶ ἐπειδὴ οὐκ ὀλίγαι βίβλοι ἐν τούτῳ τὸ σύμφωνον κέκτηνται, ἱκαναί εἰσιν ἤδη καὶ ἀξιόχρεοι φροντίδων τε καὶ πραγμάτων τοὺς πιστοὺς ἀπαλλάξαι, τὸ γνησιώτερόν τε καὶ οἰκειότερον πρὸς τὸν τῆς ἐκκλησίας παριστάνουσαι λόγον. τάχα δ' ἂν οἱ παρανοεῖν ἢ παρανομεῖν εἰς τὰ θεῖα κατειθισμένοι κἀκ τῶν προκειμένων πατρικῶν ῥητῶν ἀπεσκευάσθαι τὸ σῶμα Χριστοῦ κατὰ τοὺς Μανιχαίων μύθους καὶ λήρους ἀποφαίνεσθαι κατατολμήσουσιν, ἀλλ' ὡς οὐκ ἀποβέβληται, εἰ καὶ πρὸς τὸ ἄμεινον ἀσυγκρίτως μετεστοιχείωται καὶ πρὸς θεοειδεστέραν λῆξιν ἀναβέβηκενἐξ οὗ δικαίως μάλα τις ἀποφανεῖται κἀνταῦθα ὡς δὴ καὶ περιγράφεται καὶ μὴν καὶ εἰκονισθήσεται, αὐτοῦ πρώτου τοῦ διδασκάλου διακούσονται οἷα περὶ τοῦ κυριακοῦ σώματος καὶ τῆς ψυχῆς κατὰ τόνδε τὸν λόγον θεοπρεπῶς διέξεισιν ὅτι Πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται, καὶ ἔτι μεταταῦτα ὅτι Προσάγει τὸν ἑαυτοῦ ἄνθρωπον ὁ λόγος τῷ ἀληθινῷ πατρί. 127 ἀλλὰ μὴν καὶ ἐν τῷ εἰς τὴν ἀνάληψιν τοῦ σωτῆρος λόγῳ λευκότερον διαλαμβάνων· Καὶ δεῖ πάλιν, φησίν, ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιλαμβάνουσιν τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ. ἀλλ' ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. διατοῦτο παρ' ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι· Ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος τῶν δυνάμεων, ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος. ἔδει τὴν ῥυπαρὰν στολὴν δυσωπηθέντας τοὺς ἀμύστους μὴ ἀγνοεῖν ὡς συνανιὸν σύνεστιν τῷ λόγῳ τὸ σῶμα. 128 οὐχ' ἥκιστα δὲ ταῦτα πιστώσεται ἐγκωμίοις τὸν θεῖον πρωτομάρτυρα γεραίρων Στέφανον, ἐν οἷς τὰ τεθεαμένα αὐτῷ ἐναθλοῦντι τοῖς σκάμμασιν, λόγου καὶ θεωρίας κρείττονα, ἐκδηλότερον διαγράφει, φάσκων ὧδε· Ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος, βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρανίας αὐτῷ πύλας διϊσταμένας καὶ τὰ ἐντὸς τῶν ἀδύτων διαφαινόμενα, αὐτὴν δὲ τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύγασμα. καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται καὶ ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει οὕτως φαίνεται. τὸ δὲ ἀνθρώπειον εἶδος εἴ τι διαφέρει τοῦ ἀνθρωπείου σώματος, οἱ πεφενακισμένοι ἐξηγείσθωσαν, ἢ τὸ κεκαθάρθαι καὶ ἀνώτερον παθῶν καὶ φθορᾶς γεγονέναι, καθὰ πολλαχῶς προείρηται· οἶμαι ἱκανὰ ταῦτα, δεικνύοντα διὰ τῆς ἐν ἀλλήλοις συμφωνίας τὴν τοῦ πατρὸς δόξαν οἵαν περὶ τοῦ κυριακοῦ ἐκέκτητο σώματος. 129 συμφραζέτω δὲ καὶ ὁ ὁμώνυμος κἀνταῦθα μέγας Γρηγόριος (οἷς οὐδὲν ἧττον τὸ περὶ τὴν πίστιν καὶ ἀρετὴν ὁμόγνωμον καὶ ὁμότιμον ἢ ὅσον γε τὸ ὁμώνυμον) τοιαῦτα περὶ τῶν αὐτῶν θεωρῶν. φησὶ γοῦν ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ· Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς οἶδεν λόγοις θεοειδεστέρου σώματος, σάρκα κἀνταῦθα τὰ σαρκικὰ λέγων παθήματα κατὰ τὸν εἰρηκότα ἀπόστολον· εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 130 καὶ αὖ πάλιν ἐν τῷ εἰς τὴν Πεντηκοστὴν λόγῳ· Τὰ μὲν σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος ἕως ἂν μηδεὶς πείθῃ με λόγος ὅτι κάλλιον ἀπεσκευάσθαι τῷ σώματι. 131 περὶ τῆς εἰς οὐρανοὺς ἀνόδου τοῦ κυριακοῦ σώματος αὐτὸς ἡμῖν πάλιν διαλεγέσθω· Ἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχο μένων. ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέρας γενέσθαι, ἵνα ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. ἀπόκριναι τοῖς ἀποροῦσιν διὰ τὸ σῶμα καὶ τὰ τοῦ πάθους σύμβολα οἷς μὴ κατελθὼν συνανέρχεται, καὶ διατοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσίν τε οἷς ἀεὶ πεποίηκεν καὶ ποιεῖ καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. εἴπερ οὖν ἐθελήσομεν συνηγορούσας τούτοις τὰς τῶν πατέρων φωνὰς ἐνταῦθα παραλαβεῖν, λάθοιμεν ἂν εἰς ἄπειρον τὸν λόγον ἐκφέροντες, ἐνὸν τοῖς εὐαγγελικοῖς στέρξαντας λόγοις τὰ πλεῖστα καταλιπεῖν. ὁ γὰρ εἰπών· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι ἀπ' ἐμαυτοῦ καὶ πάλιν λαβεῖν αὐτήν, ὡς ἀληθῶς τῷ θανάτῳ προσομιλήσας, πάλιν ἐγήγερται μετὰ τοῦ πεπονθότος σώματος καὶ τοῖς μαθηταῖς ἐμφανίζεται καθόσον κατοπτεῦσαι τὴν δόξαν ἐκείνην ἄξιον, καὶ διαπιστοῦσιν τὴν ἀνάστασιν, ἐπεὶ ἐδόκουν πνεῦμα θεωρεῖν, τὴν πλευρὰν καὶ τοὺς ἥλους παραδείκνυσιν, ὡς καὶ τὸν ἐπαφώμενον μαθητὴν πεπεισμένον μεγαλοφώνως ἐκβοᾶν· Ὁ κύριός μου καὶ ὁ θεός μου. βρώσεώς τε καὶ πόσεως ἀνέχεται ὥστε τὸν αὐτὸν ἐκεῖνον εἶναι καὶ μετὰ τὴν ἔγερσιν πιστεύεσθαι. καὶ ποδῶν ἀχράντων τὰ σεμνὰ ἐκεῖνα ἅπτονται γύναια. καὶ τἄλλα πάντα τελέσας εἰς οὐρανοὺς μετὰ τοῦ πεπονθότος σώματος ἄνεισιν. μάρτυρες ἀξιόληπτοι οἱ τεθεαμένοι καὶ τῶν προπεμπουσῶν θείων δυνάμεων αἱ φωναὶ ὡς καὶ πάλιν αὐτὸν ἐλεύσεσθαι καθ' ὃν τρόπον τεθέανται. οὐκοῦν ἔστιν τὸ σῶμα· καὶ ἐμφραττέσθω πᾶν στόμα κατὰ τῆς θείας ἐνσωματώσεως λαλοῦν ἄδικα. εἰ γὰρ ταῦτα οὐκ ἦν, τὸ σῶμα τεθνηκὸς οὐκ ἐγήγερται καὶ τὸ βλάσφημον ἐπὶ τὰς κεφαλὰς τῶν ἀπειθούντων· οἴχεται γὰρ λοιπὸν ἡ ἀνάστασις καὶ φαντασία τὰ ὀφθέντα καὶ πλάσματα· μάταιον ἡμῶν τὸ κήρυγμα. καὶ τηνάλλως ταῦτα γέγραπται καὶ πεπίστευται, ὡς ἐξεῖναι αὐτοῖς κατὰ τὸν οἰκεῖον διδάσκαλον Ἀπολινάριον μὴ δύο φύσεις, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ὁμολογεῖν, μίαν δὲ φύσιν, ἐκ τῆς συγχυτικῆς καὶ ἀθέου ὁρμωμένους παραφροσύνης. ἡμεῖς δέ, ὅπως ἂν τὰ τῆς σωματώδους καὶ δουλικῆς μορφῆς ἐκλάβοιεν οἱ ἀνόσιοι, τὸ σῶμα εἶναι τοῦ Χριστοῦ, καὶ διὰ τὸν προσειληφότα προσκυνητὸν καὶ ἅγιον καὶ ζωοποιὸν εἶναι, θεωθὲν ὅλον καὶ παντὸς ἁγιασμοῦ χορηγὸν δοξάζομεν κατὰ τὸ εὐαγγελικὸν καὶ πατρικὸν κήρυγμα. 132 αὐτός τε γὰρ ὁ διδάσκαλος τοιαῦτα ἐν ἑτέροις λόγοις διαλαμβάνων σαφέστερον γράφει· Ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονομάζεσθαι· διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης ὑπὸ τοῦ Παύλου προσαγορεύεται καὶ προσκυνούμενος ὑπὸ πάσης κτίσεως τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων Ἰησοῦς ὀνομάζεται. 133 ἔτι μὴν καὶ ὁ τῆς ἀθανασίας ἐπώνυμος ἀποφαίνεται· Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς ἁγίας Μαρίας τῆς παρθένου, ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν, ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα, ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου καὶ μὴ προσκυνητὴν ὡς κυρίου καὶ θεοῦ σάρκα, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ τοῦ θεοῦ ἐκκλησία. 134 πλείστων δὲ λόγων πρὸς τοῦτο εἰρημένων τῷ ἱερῷ Ἐπιφανίῳ, τῷ τῆς Κυπρίων ἐκκλησίας προεδρεύσαντι, οἷς κατὰ αἱρέσεων ἐχρήσατο, τῶν πολλῶν ἀφέμενοι ὀλίγοις ἀρκεσθησόμεθα. οὗτος γὰρ ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος ὅπως δεῖ θεὸν ὁμολογεῖσθαι σὺν πατρὶ καὶ υἱῷ φράζει τοιαῦτα· Καὶ βασιλεὺς ἐν ναῷ καθέζεται καὶ οἱ προσκυνοῦντες τὸν βασιλέα ἀπὸ μήκοθεν προσκυνοῦσιν ἐν τῷ ναῷ τῷ ἰδίῳ καὶ οὐδεὶς μεμηνὼς λέγει τῷ βασιλεῖ·" Ἔξελθε ἐκ τοῦ ναοῦ σου, ἵνα σε προσκυνήσω." οὐδεὶς γὰρ τολμᾷ λέγειν τῷ μονογενεῖ·" Ἄφες τὸ σῶμα, ἵνα σε προσκυνήσω", ἀλλὰ προσκυνεῖ τὸν μονογενῆ ἄκτιστον σὺν ναῷ τῷ ἁγίῳ ὃν ἔλαβεν ἐλθὼν ὁ λόγος, καὶ οὐδεὶς λέγει·" Ἀνάστα ἐκ τοῦ θρόνου σου, ἵνα σε προσκυνήσω δίχα τοῦ θρόνου", ἀλλὰ προσκυνεῖ τὸν βασιλέα σὺν τῷ θρόνῳ, καὶ προσκυνεῖται Χριστὸς σὺν τῷ σώματι τῷ ταφέντι καὶ ἐγηγερμένῳ. 135 ἐπισφραγιζέτω ταῦτα ὁ μέγας ἀπόστολος Φιλιππησίοις γράφων· Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ' ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οἷς προσκείσθω καὶ ταῦτα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, φησίν, κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. 136 ἡλίκον δ' ἂν εἴη ἐκεῖνο τὸ σῶμα καὶ ὅπως δόξης ἔλαχεν καὶ ἀξιώματος, ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος φραζέτω· Βαβαί· ἐκείνῳ τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ θεοῦ σύμμορφον [αὐ] τοῦτο τὸ σῶμα γίνεται· ἐκείνῳ τῷ προσκυνουμένῳ ὑπ' ἀγγέλων, ἐκείνῳ ᾧ παραστήκουσιν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. 137 πέρας ἐπικείσθω ἡ ἱερὰ πέμπτη σύνοδος μιᾷ προσκυνήσει τὸν θεὸν λόγον μετὰ τῆς σαρκὸς προσκυνεῖσθαι καθορίζουσα, ὡς ἐν τοῖς ἐπάνω προγέγραπται. τούτοις προστεθῆναι ἀναγκαῖον ὡς οἱ πάλαι μὲν τῇ ἀπάτῃ τοῦ πονηροῦ δράκοντος δελεαζόμενοι ἄνθρωποι σωματώδεις τινὰς καὶ ὑλικὰς μορφὰς ἐν τῇ ἑαυτῶν ἀνετύπουν πίστει, τοῖς κτίσμασιν ὡς θεοῖς προσανέχοντες καὶ τὸν μόνον φύσει καὶ ἀληθινὸν θεὸν ἀγνοήσαντες· καὶ οὐκ ἀμφίλογον. ἐπιφανέντος δὲ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς, τῆς αἰχμαλωσίας τοῦ πικροῦ τυράννου ἀπηλλάγμεθα. καὶ οὐκέτι σκιὰ γοῦν κτίσεως ἐν τῇ καθ' ἡμᾶς ὁπωσοῦν ἀνατυποῦται πίστει· ἐνελάμφθημεν γὰρ παρὰ τῆς αὐτοῦ χάριτος καὶ μεμυήμεθα ὃ δεῖ προσκυνεῖν. διὸ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἡμῶν καὶ προσκύνησιν θεῷ ζῶντι καὶ ἀληθινῷ προσφέρομεν, ἤγουν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ μιᾷ θεότητι καὶ ἐξουσίᾳ καὶ βασιλείᾳ καὶ κυριότητι, τριάδα μὲν σέβοντες τῷ τρισὶν δοξάζεσθαι ὑποστάσεσιν, μονάδα δὲ προσκυνοῦντες τῷ τῇ οὐσίᾳ ἑνιζομένην γνωρίζεσθαι· καὶ τὴν ἐλπίδα οὐ σώματι, οὐ κτίσματι, ἀλλ' ἐν θεῷ τῶν ὅλων ἀνατιθέμεθα. 138 καὶ ταῦτα μὲν ὧδε λελέχθω· ἐπὶ δὲ τὰ ἑπόμενα πρόϊμεν, ἐν οἷς ἔκκειται τοῦ θεηγόρου Γρηγορίου ἐκ τῶν ἐπῶν αὐτοῦ ῥῆσις ἔχουσα τόνδε τὸν τρόπον· Ὕβρις πίστιν ἔχειν ἐν χρώμασιν, μὴ ἐν καρδίᾳ· ἡ μὲν γὰρ ἐν χρώμασιν εὐχερῶς ἐκπλύνεται, ἡ δὲ ἐν τῷ βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής. ταῦτα ἐκθέμενοι πόσης οὐκ ἂν εἶεν ἀβελτηρίας ἐπίμεστοι; ὁ γὰρ ἐπὶ τῷ ἐλέγχῳ τοῦ πέλας μὴ σωφρονιζόμενος τῆς βληχώδους ἀλογιστίας ἀνοητότερος κριθήσεται. ὅπερ καὶ οὗτοι νῦν ὑπομένοντες σαφῶς καταδείκνυνται· τῆς γὰρ τοιαύτης χρήσεως καὶ πάλαι ἀναπτυχθείσης καὶ τὴν δέουσαν ἐξάπλωσιν καὶ ἑρμηνείαν τῆς διανοίας εὐσύνοπτον παρὰ τῶν πρὶν τοῦ ὀρθοῦ λόγου προεστηκότων εἰληφυίας, τῆς τε ἀμαθίας καὶ δυσσεβείας τῶν κακῶς καὶ ἀνοήτως χρησαμένων ἐληλεγμένης, οὐ καταδύονται οἱ ἄθλιοι ὑπ' ἀνοίας καὶ ἀναιδείας πάλιν ἐν τοῖς ἑαυτῶν συνείρειν λόγοις· ἐξ ὧν στηλιτεύονται οἷ δυσβουλίας καὶ ἀπαιδευσίας καθίκοντο, κατὰ τῶν ἱερῶν ἀπεικασμάτων τοὺς τοιούτους λόγους προάγοντες. οὐ γὰρ ἐκείνων χάριν τῷ πατρὶ ταῦτα εἴρηται, τῆς δὲ μὴ ἐν καρδίᾳ καθιδρυμένης ἀλλὰ στόματι μόνῳ ὁμολογουμένης πρὸς θεὸν πίστεως.